Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
30
[*](CM)Ἄλλως. ἔστω πυραμὶς τετράγωνος, ἧς τὰ κλίματα ἀνὰ ποδῶν ιη, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν ιϛ· δεῖ δὲ ταύτης τὴν κάθετον καὶ τὸ στερεὸν εὑρεῖν. ποιῶ οὕτως· πολυπλασιάζω μίαν πλευρὰν ἐφʼ ἑαυτήν· γίνονται πόδες σνϛ. ταῦτα δίπλασον· γίνονται φιβ. τούτων λαβὲ τὸ δ΄· γίνονται ρκη. καὶ πολυπλασίασον τὰ κλίματα ἐφʼ ἑαυτά· γίνονται πόδες τκδ. ἀπὸ τούτων ὑφεῖλον τὰ ρκη· λοιπὰ ρ𝒢ϛ· ὧν πλευρὰ τετράγωνος γίνεται ιδ.