Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Κύβον μετρῆσαι, τουτέστι σχῆμα στερεὸν περιεχόμενον ὑπὸ τριῶν διαστάσεων, μήκους, πλάτους, ὕψους ἀκολούθως ἢ βάθους· καὶ πῶς; ἐπὶ μὲν τῶν σχημάτων ὕψος, ἐπὶ δὲ τῶν ὀρυγμάτων βάθος. ἔστω οὖν κύβος μῆκος πηχῶν η, πλάτος πηχῶν η καὶ ὕψος πηχῶν η· εὑρεῖν, πόσωον τὸ στερεὸν πηχῶν γίνεται ὁ κύβος. ποιῶ τοὺς η τοῦ μήκους ἐπὶ τοὺς ὀκτὼ τοῦ πλάτους· γίνονται ξδ· τούτους ἐπὶ τοὺς η τοῦ ὕψους· γίνονται φιβ. ἔσται ὁ κύβος πηχῶν φιβ.

Κύβος τετράγωνος ἰσόπλευρος, οὗ ἡ μὲν βάσις ποδῶν ῑ, τὸ μῆκος ποδῶν ῑ, τὸ ὕψος ποδῶν ῑ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ ῑ τῆς βάσεως ἑξηκοντάκις· γίνονται χ· καὶ ταῦτα ἐπὶ τὰ ῑ τοῦ μήκους· γίνονται ,ϛ· καὶ ταῦτα ἐπὶ τὰ ῑ τοῦ ὕψους· γίνονται ϛ· ὧν τούτων τὸ ξ΄· γίνονται ,α. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κύβου.

Κύβος παραλληλόγραμμος, οὗ ἡ παράλληλος ποδῶν κ, ἡ δὲ ἐπιζευγνύουσα ποδῶν ῑ, τὸ δὲ ὕψος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ κ τῆς παραλλήλου ἐπὶ τὰ ῑ· γίνονται σ, ὅπερ ἐστὶν ἐμβαδόν. ταῦτα ἐπὶ τὰ λ τοῦ ὕρψους· γίνονται ,ϛ· τοσούτου ἔσται τὸ στερεὸν τοῦ κύβου.

[*](10 δκολούθως] CM, del. Hultsch. πῶς;] CM, del. Hultsch)