Catoptrica

Hero of Alexandria

Hero of Alexandria, Catoptrica, Schmidt and Nix, Teubner, 1900

Ἐπειδὴ γὰρ τοῦτο ὡμολογημένον ἐστὶ παρὰ πᾶσιν, ὅτι οὐδὲν μάτην ἐργάζεται ἡ φύσις οὐδὲ ματαιοπονεῖ, ἐὰν μὴ δώσωμεν πρὸς ἴσας γωνίας γίνεσθαι τὴν ἀνάκλασιν, πρὸς ἀνίσους ματαιοπονεῖ ἡ φύσις, καὶ ἀντὶ τοῦ διὰ βραχείας περιόδου φθάσαι τὸ ὁρώμενον τὴν ὄψιν, διὰ μακρᾶς περιόδου τοῦτο φανήσεται καταλαμβάνουσα. εὑρεθήσονται γὰρ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι εὐθεῖαι, αἵτινες ἀπὸ τῆς ὄψεως περιέχουσαι φερομένας πρὸς τὸ κάτοπτρον κἀκεῖθεν πρὸς τὸ ὁρώμενον, μείζονες οὖσαι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν εὐθειῶν. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν.

Ὑποκείσω γὰρ τὸ κάτοπτρον εὐθεῖά τις ἡ ΑΒ, καὶ ἔστω τὸ μὲν ὁρῶν Γ, τὸ δʼ ὁρώμενον τὸ ∠, τὸ δὲ Ε σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις ἀνακλᾶται πρὸς τὸ ὁρώμενον, ἔστω, καὶ ἐπεζεύχθω [*](Exstat apud Olympiod. in Meteor. III, 2 ed. Stüve (Comm. Arist. XIl, 2, 212, 5—213, 20), ed. Ideler II, 96 4 ματαιο- πονεῖ Ald. ld.: ματαιοποιεῖ R. Schoene 5 δώσομεν Ald., corr. R. Schoene. de aoristi forma cf. Veitch Greek verbs p. 169) [*](8—9 καταλαμβάνουσα del. Ideler 10 περιέχουσαι del. R. Schoene 11 φερομένας Ald. Id.: φέρονται R. Schoene: f. 〈εἰσι〉 φερόμεναι πρὸς (bis) R. Schoene: περὶ codd. et Aldina 16 [τὸ] ∠ Ideler)

370
ἡ ΓΕ Ε∠. λέγω ὅτι ἡ ὑπὸ ΑΕΓ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ∠ΕΒ. εἰ γὰρ μὴ ἔστιν ἴση, ἔστω ἕτερον σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ ὄψις πρὸς ἀνίσους γωνίας ἀνακλᾶται, τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΓΖ, Ζ∠. δῆλον ὅτι ἡ ὑπὸ ΓΖΑ γωνία μείζων ἐστὶ τῆς ὑπὸ ∠ΖΕ γωνίας. λέγω ὅτι αἱ ΓΖ, Ζ∠ εὐθεῖαι, αἵτινες τὰς ἀνίσους γωνίας περιέχουσιν ὑποκειμένης τῆς ΑΒ εὐθείας, μείζονές εἰσι τῶν ΓΕ, Ε∠ εὐθειῶν, αἵτινες τὰς ἴσας γωνίας περιέχουσι μετὰ τῆς ΑΒ. ἤχθω γὰρ κάθετος ἀπὸ τοῦ ∠ ἐπὶ τὴν ΑΒ κατὰ τὸ Η σημεῖον [*](213) | καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας ὡς ἐπὶ τὸ Θ. φανερὸν δὴ ὅτι αἱ πρὸς τῷ γωνίαι ἴσαι εἰσίν. ὀρθαὶ γάρ εἰσι. καὶ ἔστω ἡ ∠Η τῇ ΗΘ ἴση, καὶ ἐπεζεύχθω ἡ ΘΖ καὶ ἡ ΘΕ. αὕτη μὲν ἡ κατασκευή. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ∠ τῇ ΗΘ, ἀλλὰ καὶ ἡ ὑπὸ ∠ΗΕ γωνία τῇ ὑπὸ ΘΗΕ γωνίᾳ ἴση ἐστί, κοινὴ δὲ πλευρὰ τῶν δύο τριγώνων ἡ ΗΕ, καὶ βάσις ἡ ΘΕ βάσει τῇ Ε∠ ἴση ἐστί, καὶ τὸ ΗΘΕ τρίγωνον τῷ ∠ΗΕ τριγώνῳ ἴσον ἐστί, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις εἰσὶν ἴσαι, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν. ἴση ἄρα ἡ ΘΕ τῇ Ε∠. πάλιν ἐπειδὴ τῇ ΗΘ ἴση ἐστὶν ἡ Η∠ καὶ γωνία ἡ ὑπὸ ∠ΗΖ γωνίᾳ τῇ ὑπὸ ΘΗΖ ἴση ἐστί, κοινὴ δὲ ἡ ΗΖ τῶν δύο τριγώνων τῶν ∠ΗΖ καὶ ΘΗΖ, καὶ βάσις ἄρα ἡ ΘΖ βάσει τῇ Ζ∠ ἴση ἐστί, καὶ τὸ ΖΗ∠ τρίγωνον τῷ ΘΗΖ τριγώνῳ ἴσον ἐστίν. ἴση ἄρα ἐστὶν ἡ ΘΖ τῇ Ζ∠. καὶ ἐπεὶ ἴση [*](1 ΑΕΓ Aldina δεα V (═ Coislin.), qui etiam aliis locis in angulorum litteris et in figura a codice Vaticano et ed. Aldina dissentit. vid. Stüve 2 εἰ . . . ἴση suspecta, f. del.) [*](3—4 ἀνίσους γωνίας scripsi: ἄνισον γωνίαν codd. ed.) [*](6 ∠ΖΕ G (═ Vatic.): δεζ Ald.: γεζ Ideler perverse 12 τῷ) VG: τὸ Ald. 15 δ G: δηθ V AId 17 f. βάσις 〈ἄρα〉
372
ἐστὶν ἡ ΘΕ τῇ Ε∠, κοινὴ προσκείσθω ἡ ΕΓ. δύο ἄρα αἱ ΓΕ, Ε∠ δυσὶ ταῖς ΓΕ, ΕΘ ἴσαι εἰσίν. ὅλη ἄρα ἡ ΓΘ δυσὶ ταῖς ΓΕ, Ε∠ ἴση ἐστί. καὶ ἐπεὶ παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντῃ μεταλαμβανόμεναι, τριγώνου ἄρα τοῦ ΘΖΓ αἱ δύο πλευραὶ αἱ ΘΖ, ΖΓ μιᾶς τῆς ΓΘ μείζονές εἰσιν. ἀλλʼ ἡ ΓΘ ἴση ἐστὶ ταῖς ΓΕ, Ε∠. αἱ ΘΖ. ΖΓ ἄρα μείζονές εἰσι τῶν ΓΕ, Ε∠. ἀλλʼ ἡ ΘΖ τῇ Ζ∠ ἐστὶν ἴση. αἱ ΖΓ, Ζ∠ ἄρα τῶν ΓΕ, Ε∠ μείζονές εἰσι. καί εἰσιν αἱ ΓΖ, ∠ αἱ τὰς ἀνίσους γωνίας περιέχουσαι· αἱ ἄρα τὰς ἀνίσους γωνίας περιέχουσαι μείζονές εἰσι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν.

[*](5 θζ Ald.: θγζ V: θ G 7 γε εδ Ald.: γε εθ VG)