Mechanicorum fragmenta

Hero of Alexandria

Hero of Alexandria, Mechanicorum fragmenta, Schmidt and Nix, Teubner, 1900

[*](1130 3)

Ἐν δὲ τοῖς ἑξῆς ἐκ τοῦ γʹ τῶν Ἥρωνος μηχανὰς γράψομεν πρὸς εὐκοπίαν καὶ λυσιτέλειαν ἁρμοζούσας, διʼ ὧν πάλιν μεγάλα βάρη κινηθήσεται.

Τὰ μὲν οὖν ἀγόμενα ἐπὶ τοῦ ἐδάφους, φησίν, ἐπὶ χελώναις ἄγεται. ἡ δὲ χελώνη πῆγμά ἐστιν ἐκ τετραγώνων ξύλων συμπεπηγός, ὧν τὰ ἄκρα ἀνασεσίμωται. ταύταις οὖν ἐπιτίθεται τὰ βάρη, καὶ ἐκ τῶν ἄκρων αὐτῶν ἤτοι πολύσπαστα ἐκδέννυται ἢ ὅπλων ἀρχαί. ταῦτα δὲ ἤτοι ἀπὸ χειρὸς ἕλκεται ἢ εἰς ἐργάτας ἀποδίδοται, ὧν περιαγομένων ἡ χελώνη ἐπὶ τοῦ ἐδάφους σύρεται ὑποβαλλομένων σκυταλίων ἢ σανίδων. ἐὰν μὲν γὰρ μικρὸν τὸ φορτίον, σκυτάλαις χρῆσθαι δεῖ, ἐὰν δὲ μεῖζον, ταῖς σανίσιν διὰ τὸ ταύτας μὴ εὐκόλως σύρεσθαι. αἱ γὰρ σκυτάλαι κυλιόμεναι κίνδυνον ἔχουσιν [*](1132) τοῦ φορτίου ὁρμὴν λαβόντος. ἔνιοι | δὲ οὔτε σκυτάλαις οὔτε σανίσι χρῶνται, ἀλλὰ τροχοὺς ναστοὺς προσθέντες ταῖς χελώναις ἄγουσιν.

Ἐπὶ δὲ τῶν εἰς ὕψος βασταζομένων φορτίων, φησίν, μηχαναὶ γίνονται αἱ μὲν μονόκωλοι, αἱ δὲ δίκωλοι, αἱ δὲ τρίκωλοι, αἱ δὲ τετράκωλοι.

[*](2 ἐπεζευγνυμέναι A, corr. Hu 3 τέμνουσαι A, corr. Ger- hardi: an 〈ἔσονται〉 τέμνουσαι? 4 f. Ἥρωνος 〈Μηχανικῶν〉)[*](5 γράφομεν A, corr. Hu 8. ὑπὸ Hu χελώναις scripsi. cf. 200, 23: χελώνας A, χελώνης Hu 8—9 ἐκ τετραγώνων Hu: ἑκατέρα γωνιῶν A 10 ταύταις A, τούτοις Hu 13 ἀποδίδοται Hu: ἀποδέδεται A 16 f. εὐκόπως, nisi mavis εὐκυλ〈ίστ〉ως. cf. vol. I, 380, 10)
296

Αἱ μὲν οὖν μονόκωλοι οὕτως. ξύλον εὔτονον λαμβάνεται ὕψος ἔχον μεῖζον ἢ οὗ βουλόμεθα τὸ φορτίον μετεωρίσαι, κἂν μὲν αὐτὸ καθʼ αὑτὸ ἰσχυρὸν ᾖ, ὅπλον βάλλοντες περὶ αὐτὸ καὶ σφίγγοντες καὶ διαμηρυόμενοι κατὰ ἐπείλησιν ἀποσφίγγουσιν. τῶν δὲ ἐπειλήσεων τὸ μεταξὺ διάστημα οὐ πλεῖον γίνεται παλαιστῶν δʹ, καὶ οὕτως εὐτονώτερόν τε γίνεται τὸ ξύλον καὶ αἱ τοῦ ὅπλου ἐπειλήσεις ὥσπερ βαθμοὶ τοῖς ἐργαζομένοις καὶ βουλομένοις εἰς τὸ ἄνω μέρος ἐργάζεσθαι εὔχρηστοι γίνονται. ἐὰν δὲ μὴ εὔτονον τὸ ξύλον, ἐκ πλειόνων συμβλητὸν γίνεται, στοχάζεσθαι [*](1 f. οὕτως 〈κατασκευάζονται〉 4 καὶ σφίγγοντες del. Hu) [*](9 f. καὶ βουλομένοις . . . ἐργάζεσθαι del. μέρος ἐργάζεσθαι: μετεωρίζεσθαι Hu 11 ἐκ . . . γίνεται delevi. cf. p. 202, 27)

298
δεῖ τῶν μελλόντων βαστάζεσθαι φορτίων, ὅπως μὴ ἀσθενέστερον τὸ κῶλον ὑπάρχῃ. ἵσταται οὖν τὸ κῶλον ὀρθὸν ἐπί τινος ξύλου, καὶ ἐκ τοῦ ἄκρου αὐτοῦ ὅπλα ἐκδέννυται τρία που ἢ τέσσαρα καὶ ἀποταθέντα ἀποδίδοται πρός τινα μένοντα χωρία, ὅπως τὸ ξύλον, ὅπου ἄν τις βιάζηται, μὴ παραχωρῇ κατεχόμενον ὑπὸ τῶν ἀποτεταμένων ὅπλων. ἐκ δὲ τοῦ ἄνω μέρους αὐτοῦ πολύσπαστα ἐξάψαντες καὶ ἀποδιδόντες εἰς τὸ φορτίον ἐπισπῶνται ἤτοι ἀπὸ χειρὸς ἢ εἰς ἐργάτας ἀποδόντες, εἰς ὅταν μετεωρισθῇ τὸ φορτίον. κἂν δέῃ τὸν λίθον ἐκτεθῆναι ἐπὶ τεῖχος ἢ ὅπου βούλεταί [*](1134) τις, ἐκλύσαντες ἓν τῶν | ἐκδεννυμένων ἐκ τοῦ ἄκρου ὅπλων τὸ ἐπὶ τὰ ἕτερα μέρη τοῦ φορτίου κείμενον ἐγκλίνουσιν τὸ κῶλον καὶ τὰς σκυτάλας ὑποβάλλοντες ὑπὸ τὸ φορτίον ἐν τοῖς μέρεσιν, ἐν οἷς ἡ σφενδόνη ἐν τῷ λίθῳ οὐκ ἐπείληται, χαλῶσι τὰ ἀγόμενα τῶν πολυσπάστων, ἄχρι ἂν ἐπικαθίσῃ τὸ φορτίον ταῖς σκυτάλαις, εἶτʼ ἐκλύσαντες τὴν σφενδόνην μοχλεύουσι τὸ φορτίον, ἄχρι οὗ εἰς ὃν βούλονται τόπον παράξωσιν. εἶτα πάλιν τὸ ὑποκείμενον τῷ κώλῳ ξύλον ὅπλῳ ἐπισπασάμενοι ἀπὸ χειρὸς περιάγουσιν ἐπὶ ἕτερον μέρος τοῦ οἰκοδομήματος ἅμα ἀνιέντες τοὺς ἀποτόμους, καὶ [*](1134 11) πάλιν ἐκδήσαντες χρῶνται, ὡς προείρηται.

[*](4 ἀποτεθέντα A, corr. Hu. p. 1274 8 ἀποδόντες Hu)[*](10 εἰς ὅτʼ ἂν A: ἕως ἂν Hu: f. ἔστʼ ἂν 11 ἐκτεθῆναι (ἐν- τεθῆναι A) Par. 2440: ἐπιθεῖναι vel ἐπενθεῖναι Hu 12 ἐλκύ- σαντες A1, corr. A2 ἐκδεδεμένων Hu 14 καὶ scripsi: ἢ A)[*](16 ἐπείληται: f. ἐπίκειται vel ἐπί〈κάθ〉ηται 20 εἴτε A, corr. Hu 22 τοὺς ἀπὸ: f. τὰ ὅπλα Hu ἀποτόμους: f. ἀπο〈τεταμένους ἐπι〉τόνους)