De automatis
Hero of Alexandria
Hero of Alexandria, De automatis, Schmidt, Teubner, 1899
I αὐτοματοποιητικῆς πραγματείας ὑπὸ τῶν πρότερον [*](p. 243 ed. paris.)ἀποδοχῆς ἠξιωμένης διά τε τὸ ποικίλον τῆς ἐν αὐτῇ δημιουργίας καὶ διὰ τὸ ἔκπληκτον τῆς θεωρίας. ἔστι γάρ, ὡς συνελόντι εἰπεῖν, πᾶν μέρος τῆς μηχανικῆς ἐν αὐτῇ τῇ αὐτοματοποιητικῇ παραλαμβανόμενον διὰ τῶν κατὰ μέρος ἐν αὐτῇ ἐπιτελουμένων. ἔστι δὲ αὐτῆς ἡ ἐπαγγελία τοιάδε· κατασκευάζονται ναοὶ ἢ βωμοὶ σύμμετροι αὐτόματοί τε προσαγόμενοι καὶ κατά τινας ὡρισμένους ἱστάμενοι τόπους, καὶ τῶν ἐνόντων αὐτοῖς ζῳδίων ἕκαστον ἰδίᾳ κινεῖται πρὸς λόγον τὸν κατὰ τὴν προκειμένην πρόθεσιν [*](244) ἤ μῦθον ἁρμόζοντα, καὶ εἰς τὸν ἐξ ἀρχῆς ἀποκαθίστανται τόπον. τὰ μὲν οὖν τοιαῦτα δημιουργήματα τῶν αὐτομάτων καλεῖται ὑπάγοντα. ἔστι δὲ καὶ ἕτερον εἶδος ἐν αὐτοῖς, ὃ καλεῖται στατόν. ἔστι [*](2 αὐτοματοποιητικῆς AG: αὐτοματοποιητικῶν T 3—4 προτέρων G 5—6 f. θεωρίας, 〈ἀναγκαῖον ὑπάρχειν νομίζομεν καὶ αὐτοὶ τὰ παραδοθέντα ὑπὸ τῶν ἀρχαίων εἰς τάξιν ἀγαγεῖν, καὶ ἃ ἡμεῖς δὲ προσευρήκαμεν εἰσθέσθαι〉. cf. p. 2, 710) [*](6 συνελόντι εἰπεῖν ὡς tr. a, corr. Diels 7 ἐν AT: καὶ ἐν G) [*](9 ἔστι δὲ Leidens. Vulcan. 4 et Barberin. lI 82: ἔστιν a (ν ex compendio vocis δὲ corr. A) 10 ἢ: f. καὶ 11 προσάγονται a, corr. Diels: προάγοντες Brinkmann 15 post τόπον quaedam intercidisse suspiceris. cf. p. 350, 15 (καθάπερ εἴρηται). de)
II Δεῖ δὲ πρῶτον ἀπόκροτον εἶναι καὶ ἀκλινὲς καὶ ὁμαλὸν τὸ ἔδαφος ἐν μέλλει τὸ αὐτόματον ὑπάγειν, ἵνα μήτε οἱ τροχοὶ αὐτοῦ καταδύνωσι πιεζόμενοι μήτε ἐμποδίζωνται ὑπὸ τραχύτητός τινος μήτε πρὸς ἀνάβασιν βιαζόμενοι εἰς τὸ ὀπίσω ἐπινεύωσιν. ἐὰν δὲ μὴ ὑπάρχῃ τὸ ἔδαφος τοιοῦτον οἷον εἴρηται, δεῖ σανίδας ἀπορθώσαντας ἐπὶ τοῦ ἐδάφους διατιθέναι, ἐν αἷς κατὰ μῆκος ἔσονται σωλῆνες διʼ ἐφηλωτῶν κανόνων πρὸς τὸ τοὺς τροχοὺς ἐν τοῖς σωλῆσι κυλίεσθαι. δεῖ δὲ τὰ ὑπάγοντα κατασκευάζειν ἐκ κούφων τε καὶ ξηρῶν ξύλων, κἂν ἐξ ἄλλης δέ τινος ὕλης ὑπάρχῃ τι ἐν αὐτοῖς [*](245) κατεσκευασμένον, καὶ τοῦτο δεήσει | ὡς κουφότατον πειρᾶσθαι ποιεῖν, ἵνα μὴ διὰ τὸ βάρος δυσκίνητα γένηται. δεῖ δὲ καὶ ὅσʼ ἂν ἐγκυκλίους στροφὰς ἢ [*](1 ἀκινδυνοτέρα M et Leid Scalig 45: ἀκινδυνωτέρα a) [*](3 δημιοῦντας G 5 τούτων T 6 ἐκτιθέμενοι H. Schoene) [*](7 διαθέσει: προθέσει coll. p. 338. 13 Brinkmann 8 μηδὲν ἐπιζητοῦντα Barberin lI 82, Leid. Vule. 4: μὴ ἐνεπιζητοῦντα a) [*](10 f γράψομεν. cf. p. 28, 13 11 capita distinguunt, sed non numerant codd. 14 ἐμποδίζωνται A: ἐμποδίζονται GT) [*](16 ὑπάρχει T 17 ἀπορθώσαντας scripsi: ἀποθώσαντας AG: ἀπωθώσαντες T. cf. Pepp. III 166, 2 ed. Hu. τύμπανον πρὸς. κανόνα ἀπωρθωμένον: f. 〈ἀκλινεῖς〉 ἀπορθώσαντας cf. p. 4, 19.)
III Ἔστω βάσις μῆκος ἔχουσα ὡς πήχεος, πλάτος δὲ ὡς παλαιστῶν τεσσάρων, ὕψος δὲ ὡς παλαιστῶν τριῶν, κυμάτιον ἔχουσα περιτρέχον εἴς τε τὸ ἄνω καὶ τὸ κάτω μέρος. ἐπὶ δὲ τῶν γωνιῶν αὐτῆς ἐφέστηκε κιόνια τέσσαρα, ὕψος μὲν ἔχοντα ὡς παλαιστῶν η΄, πλάτος δὲ παλαιστῶν δύο, ἔχοντα ὑποκείμενα σπειρία καὶ τούτοις ἁρμοζούσας κεφαλὰς ἐπικειμένας. ἐπὶ δὲ τῶν κεφαλίων ἐπίκειται καθάπερ ἐπιστύλιον κύκλῳ ὕψος ἔχον ὄγδοον τοῦ κίονος ὅλου, ὡς δακτύλων ε΄. κατὰ δὲ τῶν ἐπιστυλίων κατέστρωται σανίδια καλύπτοντα τὴν ἐπάνω ἐπιφάνειαν, καὶ περίκειται κύκλῳ κυμάτιον. ἐπὶ δὲ τοῦ καταστρώματος ἐφέστηκε μέσον ναΐσκος στρογγύλος περιφανὴς ἔχων κίονας ἕξ. ἐπὶ δὲ τούτου πυργίον κωνοειδὲς ἐφέστηκεν ἐντεταμένην ἔχον τὴν ἐπιφάνειαν, καθάπερ εἴρηται. ἐπὶ δὲ τῆς κορυφῆς ἐφέστηκε Νίκη ἐκπεπετακυῖα τὰς πτέρυγας καὶ ἐν τῇ δεξιᾷ χειρὶ στέφανον κατέχουσα. ἐν δὲ μέσῳ τοῦ ναΐσκου ζῴδιον Διονύσου ἐφέστηκεν ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ θύρσον κατέχον, ἐν δὲ τῇ δεξιᾷ σκύφον. παρακαθέζεται δὲ πανθηρίσκος πρὸς τοῖς τοῦ Διονύσου ποσίν. ἐν δὲ τοῖς ἔμπροσθεν καὶ τοῖς ὄπισθεν μέρεσι τοῦ Διονύσου ἐπὶ τοῦ καταστρώματος βωμὸς ἐπίκειται [*](1 Ἔστω inserui πήχεος a (cf. Philon. l. l. p. 73, 42): πήχεως Paris. 2431, Leid. Scalig. 45. sed formae ionicae Heroni non incognitae sunt 3 εἴς τε M: εἴτε a 7 ἁρμοζούσης T) [*](8 f. ἐπίκειταί 〈τι〉. cf. Philon. Mech Synt. 62, 6 ed. R. Schoene ἐπικεῖσθαί τι καθάπερ ἐπιστύλιον 9 ἔχον Leid Vulc. 4 et Fr. Haase: ἔχων a ε a: f. δʹ 10 τὸ ἐπιστύλιον R. Schoene: f. τοῦ ἐπιστυλίου κατέστρωταισ διακαλύπτοντι T1, ἴδια add. T2 mg. (σανίδια igitur corrigere voluit T2) 15 εἴρηται: futur. requirit R. Schoene. cf. p. 384, 7. vid. etiam prolegomena ad fig. 82 16 ἐκπεπετακυῖα M, Leid. Vulc. 4: ἐκπεπετακυῖας AG: ἐκπεπετακοῦσας T 17 δὲ iterant AT)
IV Τούτων δὲ οὕτως ὑπαρχόντων ἐν ἀρχῇ τεθέντος τοῦ αὐτομάτου ἐπί τινα τόπον καὶ ἀποστάντων μετʼ οὐ πολὺν χρόνον ὑπάξει τὸ αὐτόματον ἐπί τινα ὡρισμένον τόπον. καὶ στάντος αὐτοῦ ἀνακαυθήσεται ὁ κατὰ πρόσθεν τοῦ Διονύσου βωμός. καὶ ἐκ μὲν τοῦ θύρσου τοῦ Διονύσου ἤτοι γάλα ἢ ὕδωρ ἐκπιτυσθήσεται, ἐκ δὲ τοῦ σκύφους οἶνος ἐκχυθήσεται ἐπὶ τὸν ὑποκείμενον πανθηρίσκον. στεφανωθήσεται δὲ πᾶς ὁ παρὰ τοὺς τέσσαρας κίονας τῆς βάσεως τόπος. αἱ δὲ περικύκλῳ Βάκχαι περιελεύσονται χορεύουσαι περὶ τὸν ναΐσκον. καὶ ἦχος ἔσται τυμπάνων καὶ κυμβάλων. καὶ μετὰ ταῦτα σταθέντων τῶν ἤχων ἀποστραφήσεται τὸ τοῦ Διονύσου ζῴδιον εἰς τὸ ἐκτὸς μέρος. ἅμα δὲ τούτῳ καὶ ἡ ἐπικειμένη τῷ πυργίῳ Νίκη συνεπιστραφήσεται. καὶ πάλιν ὁ ἔμπροσθεν γεγονὼς τῷ Διονύσῳ βωμός, πρότερον δὲ ὀπίσθιος ὑπάρχων ἀνακαυθήσεται. καὶ πάλιν ἐκ μὲν τοῦ θύρσου ὁ ἀναπιτυσμὸς ἔσται, ἐκ δὲ τοῦ σκύφους ἡ ἔκχυσις. καὶ πάλιν αἱ Βάκχαι χορεύουσι περιερχόμεναι τὸν ναΐσκον μετὰ ψόφου [*](1 f. τῶν σανίδων del. cf. p. 382,11. 442, 21 2 εὔκαστα Τ κίονα 〈ἕκαστον〉 R. Schoene 6 f. ἀποστάντων 〈ἡμῶν〉. cf. p 402, 12 7 ὑπάξει scripsi: ἑπάξει T: ἔπάξει A: ἐπάξει G) [*](8—9 κατὰ πρόσθεν T: καταπρόσθεν AG. cf. p. 432, 4. 440, 25. vid. etiam lin. 19 10 ἐκπυτισθήσεται M2. cf. p. 134, 19. 382, 21) [*](13—14 περικύκλῳ Diels: περὶ κύκλῳ a 14 περιελάσονται T) [*](χορευούσας T 16 f. σταθεισῶν τῶν Βακχῶν cf. p. 354, 12 σταθ〈εισῶν τῶν Βακχῶν καὶ παυθ 〉έντων Brinkm. σταθέντων 〈τῶν ζῳδίων καὶ παυσθέντων〉 H. Schoene ἠχῶν? R. Schoene) [*](9—20 f. τοῦ Διονύσου 23 f. χορεύσουσι περιεχόμεναι T1, corr. T2)
V Οἱ μὲν οὖν πρὸ ἡμῶν τὴν ἐπὶ μιᾶς ὁδὸν τῆς τε πορείας καὶ τῆς ἀποπορείας παρέδωκαν ἡμῖν καὶ ταύτην κακοπαθῆ τε καὶ ἐπικίνδυνον· σπάνιον γὰρ ἐπιτυχεῖν κατακολουθοῦντα ταῖς ὑπʼ αὐτῶν ἀναγεγραμμέναις μεθόδοις, ὡς ἔστι φανερὸν τοῖς πεπειραμένοις αὐτῶν. ἡμεῖς δὲ ὑποδείξομεν, ὡς ἔστι τὴν ἐπʼ εὐθείας πορείαν καὶ ἀποπορείαν γίνεσθαι εὐκόπως τε καὶ ἀκινδύνως ἔτι τε καὶ ὡς ἔστι τὸ πλινθίον ἢ τὸ ζῴδιον κατὰ κύκλου τοῦ δοθέντος φέρεσθαι, οὐ μὴν ἀλλὰ καὶ ἐν παραλληλογράμμῳ ὀρθογωνίῳ τῷ δοθέντι φέρεσθαι.
Καὶ πρότερον, ὡς ἐπὶ εὐθείας, ἐροῦμεν.
Ἔστω γάρ τι πλινθίον τὸ ΑΒΓ∠, ἐν ᾧ ἄξων διακείσθω ὁ ΕΖ ἐν κνώδαξι στρεφόμενος, ἐμβεβηκὼς εἰς πυελίδας οὔσας ἐν τοῖς τοῦ πλινθίου τοίχοις. τῷ δὲ ἄξονι συμφυεῖς ἔστωσαν δύο τροχοὶ ἴσοι οἱ ΗΘ, ΚΛ [*](2 ἀναχωρήσει M: ἀναχωρίσει a 7 φιλάσσεσθαι a: ex M correxi 11 ἀποπορείας T: εὐποπορείας A: εὐπορείας G 14 ἔστι: ἐπι T1, corr. T2 πεπειρασμένοις T 15 ευθείας A1: αληθείας A2GT 16 ἀποπορείαν ed. Paris.: εὐπορείαν ex εὐποπορείαν corr. A: εὐπορείαν GT 17 ἔστι inserui ὡς del. Hildebrandt τὸ: f. τι. cf. lin. 21 f. ἢ τὸ ζῴδιον del. 18 οὐ AG: καὶ T) [*](20 ἐπὶ a: ἐπʼ M 23 an ἐμπυελίδας? cf. p. 344, 3. 370, 1 ἐν τοῖς G: ἐντοι AT (ἔν- T) 24 συμφυεῖς M: συμφυὴς a ἔστωσαν T: ἔστοσαν AG οἱ M: ἡ a)
VI μὲν οὖν πορεία γίνεται τὸν εἰρημένον τρόπον, ἡ δὲ ἀποπορεία οὕτως.
Ἐπειληθείσης γὰρ τῆς σπάρτου περὶ τὴν ἐξελίκτραν ἐπί τι μέρος, περιτεθεῖσα περὶ τὸν Ξ τύλον τὰ ἐναντία ἐπειλείσθω τῇ πρότερον περὶ τὴν ἐξελίκτραν. εἶτα ἀποδεδόσθω ὁμοίως εἰς τὴν λείαν κρίκου συνεχομένου αὐτῇ. πάλιν οὖν καταφερομένη ἡ λεία ἀπειλήσει τὴν πρώτην ἐπείλησιν, καὶ τὸ πλινθίον πορευθήσεται. εἶτα ἀποστᾶσα ἀπὸ τοῦ τύλου εἰς τὰ ἐναντία ἐπιστρέψει τοὺς τροχούς. καὶ οὕτως ἔσται ἡ ἀποπορεία τοῦ πλινθίου. ἐὰν δὲ βουλώμεθα πορευθὲν τὸ πλινθίον στῆναι ἐπί τινα χρόνον καὶ οὕτως τὴν ἀποπορείαν ποιήσασθαι, ἐπειλήσαντες τὴν σπάρτον καὶ περιβαλόντες περὶ τὸν τύλον οὐκ εὐθέως τὰ ἐναντία ἐπειλησόμεθα, ἀλλὰ μηρυμάτιον ποιήσαντες καὶ προσκολλήσαντες ἐπειλήσομεν ἐπὶ τὴν ἐξελίκτραν καὶ [*](1 f. καταφέρεσθαι. cf. p. 348, 1. 358,12. 368, 10—11. 392, 10. 22. f. τενεῖ 4 ἡ om. T 6 ἡ M: εἰ a 9 τεθείσα T1, corr. T2 〈ἄλλη〉 περὶ Prou 10 f. πρότερον 〈ἐπειλήσει〉 cf. lin. 13. minus placet ἢ pro τῇ 11 〈διὰ〉 κρίκου Brinkmann συνεχομένου; an συγκεκοινωμένου ut infra p. 388, 9? 11—12 ἀποδεδόσθω . . . καταφερομένη om. T1 (pro his, uno versu sine dubio omisso, habet ἀποθεμένη, sed del. T1), add. T2 mg) [*](15—16 ἀποπορεία G: ἀποπειρεία AT 17 τὴν Leid. Vulc. 4 τε a 19 περιβαλόντες A: περιβαλλόντες GT 20 ἐπειλήσομεν Brinkm. an μηρυμάτια a? cf. p. 348, 12. 360, 6 20—21 προσκολλήσαντες Leid. Vulc. 4, Taurin B, I, 18, Riccard. 47 m. 2 Fr. Haase: προσκολύσαντες a: προσκολάσαντες M 21 ἐπειλήσομεν del. Brinkm. ut correcturam ad ἐπειλησόμεθα v. 20 appositam)
VII Ἡ δὲ ἐπὶ κύκλου πορεία γίνεται τόνδε τὸν τρόπον.
Ἔστω γὰρ κύκλος, καθʼ οὗ φέρεσθαι δεῖ τὸ πλινθίον, τὸ ΑΒΓ, οὗ κέντρον τὸ ∠. καὶ διήχθω τις ἡ Α∠, καὶ ταύτῃ ὀρθὴ ἀπὸ τοῦ Α ἡ ΕΑΖ· ἡ δὲ ΕΖ διάμετρος ἔστω ἑνὸς τῶν τριῶν τροχῶν, ἡλίκου ἂν προαιρώμεθα. διχοτομία δὲ αὐτῆς ἔστω τὸ Α. καὶ ἐπεζεύχθωσαν αἱ ∠Ε, ∠Ζ. τῷ δὲ μεγέθει τοῦ ἄξονος τῶν τροχῶν ἴση ἔστω ἡ ΑΗ, καὶ τῇ ΕΖ παράλληλος ἡ ΗΘΚ. τὸ δὲ πλινθίον ἔστω τὸ ΜΛΝΞ παράλληλον ἔχον τὴν ΝΞ τῇ Α∠. καὶ ἤχθω τις ἑτέρα ἡ ∠Ο, καὶ ταύτῃ πρὸς ὀρθὰς ἡ ΠΡ δίχα τεμνομένη ὑπὸ τοῦ Ο· ἔσονται δὴ αἱ τῶν τροχῶν θέσεις κατὰ διαμέτρους τὰς ΕΖ, ΘΚ, ΠΡ ἄξονες δὲ αὐτῶν οἱ
VIII Ἐὰν γὰρ κῶνος κυλίηται κατὰ ἐπιπέδου, ἡ μὲν βάσις αὐτοῦ γράψει κύκλον, οὗ ἡ ἐκ τοῦ κέντρου ἴση ἐστὶ τῇ τοῦ κώνου πλευρᾷ, ἡ δὲ κορυφὴ αὐτοῦ μένει ἀκίνητος κέντρον οὖσα τοῦ εἰρημένου κύκλου.
Οἱ δὲ ΕΖ, ΘΚ, ΠΡ τροχοὶ ἐν κώνοις εἰσὶ δυσίν, ὧν βάσεις μὲν οἱ ΕΖ, ΠΡ κύκλοι, κορυφὴ δὲ τὸ ∠ σημεῖον. ὅτι δὲ οἱ κῶνοι οἱ ἰσοσκελεῖς κυλιόμενοι κύκλους τε γράφουσι καὶ τὴν κορυφὴν ἔχουσιν ἀκίνητον, φανερόν· κείμενος γὰρ ἐν τῷ ἐπιπέδῳ καὶ βεβηκὼς κατὰ τὴν ἑαυτοῦ πλευρὰν ἰσόρροπός ἐστιν ἑαυτῷ· τέμνεται γὰρ ὑπὸ τοῦ διὰ τῆς πλευρᾶς ἐκβαλλομένου ἐπιπέδου ὀρθοῦ πρὸς τὸν ὁρίζοντα δίχα. ὅταν δὲ ἑτέρᾳ δυνάμει κατακρατηθεὶς κυλίηται, ἕκαστον τῶν ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ ἡμικυκλίων τῶν ἐπὶ τὰ αὐτὰ τῇ ἴσῃ δυνάμει κατακρατεῖ τοῦ λοιποῦ τοῦ αὐτοῦ κύκλου ἡμικυκλίου, καὶ οὕτως τοῦτο κινεῖται. ἐπινοουμένων δὲ τῶν ἡμικυκλίων τῶν ἄχρι τῆς κορυφῆς, οὐ λείπεται πρὸς τῇ κορυφῇ οὔτε ἡμικύκλιον οὔτε ἄλλο τι διαστατόν. διὸ ἡ κινοῦσα δύναμις μηκέτι ἔχουσα, τίνι κατακρατήσει τοῦ ἐπὶ τὰ ἕτερα κειμένου μέρη, ἀδυνατεῖ κινῆσαι τὴν κορυφὴν ἐν τῇ κατὰ τὴν ἐπιστροφὴν κινήσει, εἰ μὴ ἄρα κατὰ τὸν προωσμὸν ἡ ἐπικράτησις αὐτῆς γίνεται.
[*](2 ἑστὸς AT: ἐστὼς G. vid. p. 48, 28 αὐτὸν T 5 ἐπειλεῖται, priore ει ex ι (?) et altero ex η corr., A 7 κυκλίου T)IX Ἡ δὲ ἐν τῷ ὀρθογωνίῳ παραλληλογράμμῳ πορεία τοῦ πλινθίου ἔσται τόνδε τὸν τρόπον.
[*](251)Ἔστω γὰρ πλινθίον τὸ ΑΒΓ∠, ἐν ᾧ ἄξων ἔστω ὁ ΕΖ συμφυεῖς ἔχων τροχοὺς τοὺς ΗΘ, ΚΛ, ὁ δὲ τρίτος τροχὸς ἔστω ὁ ΜΝ, διʼ ὧν | ἥ τε πορεία καὶ ἡ ἀποπορεία γίνεται, ὡς προγέγραπται. ἔστω δὲ καὶ ἕτερος ἄξων ὁ ΞΟ συμφυεῖς ἔχων τροχοὺς τοὺς ΠΡ, ΣΤ καὶ ὁμοίως τὸν ΥΦ. ἐπάνω δὲ ἔστω ὁ ΞΟ ἄξων τοῦ ΕΖ ἄξονος ἀπέχων ἀπὸ τοῦ ΚΖ ἄξονος ἱκανόν. δυνάσθωσαν δὲ οἱ ΠΡ, ΣΤ τροχοὶ σὺν τῷ ΞΟ ἄξονι μετεωρίζεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἑξῆς ἐροῦμεν· ὁμοίως δὲ καὶ ὁ ΥΦ τροχός. ἐὰν οὖν καταβιβάσωμεν τοὺς ΠΡ, ΣΤ, ΥΦ τροχούς, ὥστε ἐπικαθίσαι τῷ ἐδάψει, μετεωρισθήσονται οἱ ΗΘ, ΚΛ, ΜΝ τροχοὶ ἀπὸ τοῦ ἐδάφους, καὶ ποιήσεται τὴν πορείαν τὸ πλινθίον διὰ τῶν ΠΡ, ΣΤ, ΥΦ· καὶ ἀνασπασθέντος τοῦ ΞΟ ἄξονος, ὥστε πάλιν τοὺς ΗΘ, ΚΛ, ΜΝ ἐπικαθῖσαι
Ἵνα οὖν μὴ τὸ βάρος τῆς λείας σφοδρότερον καταφερόμενον ἐν τῇ σύριγγι ταχεῖαν ποιῆται τὴν τοῦ πλινθίου κίνησιν, ἐμβαλοῦμεν ἐν τῇ σύριγγι κοῦφόν τι καὶ λεπτὸν καὶ γλίσχρον, οἷον κέγχρον ἢ νᾶπυ, εἰς ὅ ἐπικείσεται ἡ λεία. τρυπήσομεν δὲ τὸν πυθμένα τῆς σύριγγος συμμέτρῳ τρυπήματι, ὃ κλειθρίῳ ἀνοιχθήσεταί τε καὶ κλεισθήσεται ἐκδεθὲν σπάρτῳ, ἧς τὸ ἄκρον ἐκτὸς διὰ τρυπήματος φανερὸν ἡμῖν ἔσται, ὅπως ὅταν βουλώμεθα κινεῖσθαι τὸ πλινθίον, ἐπιλαμβανόμενοι τῆς σπάρτου λεληθότως ἀνοίξωμεν τὸ κλειθρίον. καὶ οὕτως τῆς κέγχρου ῥεούσης ἡρέμα εἰς τὴν ὑποκειμένην βάσιν, κινεῖ τὸ πλινθίον. ἵνα δὲ μὴ ἅμα τῷ ἀνοιχθῆναι τὸ κλειθρίον ὁρμὴν τὸ πλινθίον λάβῃ, ἕξει μικρὸν χαλασμάτιον ἡ σπάρτος, ὅπως ὀλίγης κέγχρου ἐκρυείσης τότε ταθεῖσα κινήσει τὸ πλινθίον.