Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Ἀγγείου ὄντος πλήρους οἴνου καὶ κρουνοὺς ἔχοντος τρεῖς διὰ μὲν τοῦ μέσου ῥέειν τὸν οἶνον· ὅταν δὲ ὕδωρ ἐπιχέωμεν, τὸν μὲν οἶνον μηκέτι ῥέειν, ἀλλὰ τὸ ὕδωρ διὰ τῶν λοιπῶν δύο κρουνῶν· ὅταν δὲ παύσηται τὸ ὕδωρ ῥέον, τὸν οἶνον διὰ τοῦ μέσου ῥέειν· καὶ τοῦτο γίνεται, ὁσάκις ἂν ὕδωρ ἐπιχέωμεν.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ Γ∠ διαφράγματι. πρὸς δὲ τῷ πυθμένι κρουνὸν ἐχέτω τὸν Ε. διὰ δὲ τοῦ διαφράγματος δύο καθείσθωσαν σωλῆνες οἱ ΖΗΘ, ΚΛΜ εἰς κρουνοὺς ἀποδεδομένοι καὶ ὑπερέχοντες ἄνω τοῦ διαφράγματος· [*](ἀσκῷ εἰσελθόντος ἀέρος, τὸ Λ βάρος καταφερόμενον σύν τῷ ἀσκῷ ἐπισπάσεται καὶ κλείσει τὰς θύρας. δεῖ δὲ τὸ ἐν τῷ ἀσκῷ βαρύλλιον βαρύτερον εἶναι τοῦ ἑτέρου βάρους, ὡς ἂν συμπτυσσομένου τοῦ ἀσκοῦ εἰς ἑαυτὸν κατακρατῇ τὸ μεῖζον τοῦ ἐλάττονος.) [*](2 ἢ T: εἰ AG 5 λ AGT1 mg.: om. T, f. ἐπισπάσεται 〈τὰ ἁλυσείδια〉. cf. p. 178, 14 10 ὕδωρ b: τὸ ὕδωρ a) [*](12 ῥέειν AG: ῥέον T 13 γίνεσθαι H Schoene f καὶ . . . ἐπιχέωμεν post ῥέει 186, 11 tr cf. p.118,15. 82,4 106,13. 11011. 126,19 passim 16—17 καθείσθωσαν B: καθίσθωσαν AG (-ίστ-), T e corr.: κείσθωσαν CPT, : dimittantur L) [*](9 τὸν οἶνον ῥεῖν tr. b 10 ῥεῖν P 11—12 διὰ τῶν . . . τὸν οἶνον om. BL 12 πάλιν τὸν CP τοῦ CP T, mg.: om. BT1 ῥέειν: ῥεῖν b 17—18 ἀποδεδομένοι aB: ἀποδιδό-)

184
περὶ δὲ τὰς ὑπεροχὰς ἕτεροι ἐπικείσθωσαν οἱ Ν, Ξ ἐπιπεπωμασμένοι ἄνωθεν καὶ ἀπέχοντες ἀπὸ τοῦ διαφράγματος ὅσον ὕδατι διάρρυσιν. ἕτερος δὲ σωλὴν ὁ [*](194) ΠΟ συντετρή | σθω τῷ ΖΗΘ σωλῆνι ἀπέχων ἀπὸ τοῦ Γ∠ διαφράγματος βραχύ. καταληφθέντος οὖντοῦ Ε κρουνοῦ, πεπληρώσθω διά τινος ὀπῆς τῆς Φ τὸ ΑΒ ἀγγεῖον οἴνου, ὃ μετὰ τὴν ἔγχυσιν ἐστεγνώσθω. συμβήσεται οὖν ἀφεθέντος τοῦ Ε κρουνοῦ ῥέειν τὸν οἶνον· ὁ γὰρ ἀὴρ ἔξωθεν διὰ τοῦ Θ στομίου καὶ τοῦ ΟΠ σωλῆνος εἰς τὸν κενούμενον τόπον χωρεῖ. ἐὰν δὲ ἐγχέωμεν ὕδωρ ἐπὶ τὸ Γ∠ διάφραγμα, ἐνεχθήσεται εἰς τὸ ἐκτὸς μέρος διὰ τῶν ΖΗΘ, ΚΛΜ σωλήνων· τοῦ δὲ ἀέρος μὴ ἔχοντος παρείσδυσιν εἰς τὸ ΑΒ ἀγγεῖον, οὐκέτι ῥεύσει ὁ οἶνος, ἄχρις ἂν ἐκρεύσῃ πᾶν τὸ ὕδωρ. καὶ πάλιν τοῦ ἀέρος ἔχοντος παρείσδυσιν [*](1—3 περὶ . . . διαφράγματος om. T1, add. T2 2 οἱ ἄνω- θεν G 15 δ: ἣ Par. 2512 20 ηξθ T 23 ἔχοντος a: σχόντος Vind. 120) [*](1 οἱ Ν, Ξ om. L 4 διάρρυσιν εἶναι b 7 ξθ C ) [*](16 ῥέειν τὸν οἶνον om. bL 17 τοῦ (ante ΟΠ) om. B) [*](18 δὲ aP: δὴ BC 22 ἐκρεύσῃ aCP: ἐκρεύσει B 23 ἔχον- τος om bL παρείσδυσιν εὑρόντος bL)
186
ὁ οἶνος ῥέει. δύναται δὲ ἀντὶ τοῦ ΟΠ σωλῆνος ἕτερος συντετρημένος τῷ διαφράγματι εἶναι ὁ ΡΣ περὶ ὃν ἕτερος ὁ ΤΥ περικείσθω ὁμοίως τοῖς Ν, Ξ, ὑψηλότερος μέντοι αὐτῶν, ὥστε ὑπὲρ τὸ χεῖλος εἶναι τοῦ ἀγγείου τὸν ΡΣ. καὶ τὰ αὐτὰ συμβήσεται.

Βάσεως οὔσης, ἐφ᾿ ἧς ἐφέστηκε δενδρύφιον, περὶ ὃ δράκων εἱλεῖται, καὶ παρεστὼς Ἡρακλῆς τοξεύων καὶ μήλου ἐπικειμένου τῇ βάσει, ἐπὰν τὸ μῆλον μικρὸν ἀπὸ τῆς βάσεώς τις κουφίσῃ τῇ χειρί, ὁ μὲν Ἡρακλῆς ἀφήσει τὸ βέλος πρὸς τὸν δράκοντα, ὁ δὲ δράκων συρίσει.

Ἔστω ἡ μὲν εἰρημένη βάσις στεγνὴ ἡ ΑΒ διάφραγμα ἔχουσα τὸ Γ∠ τῷ δὲ διαφράγματι συμφυὲς ἔστω κοῖλον κόλουρον κωνάριον τὸ ΕΖ ἔχον ἐλάσσονα τὸν Ζ κύκλον ἀνεῳγότα πρὸς τῷ πυθμένι, ὀλίγον δὲ ἀπέχοντα ὅσον ὕδατι διάρρυσιν· τούτῳ δὲ συνεσμηρισμένον ἔστω ἕτερον τὸ Θ καὶ ἐξ ἁλυσειδίου τινὸς ἀποδεδεμένον διὰ τρήματος εἰς τὸ Κ μῆλον ἐπικείμενον [*](195) τῇ βάσει. κατεχέτω δὲ | ὁ Ἡρακλῆς τοξάριον κεράτινον ἔχον ἐντεταμένην τὴν νευρὰν ἀπέχουσαν ἀπὸ τῆς δεξιᾶς χειρὸς τὸ αὔταρκες· ἐν δὲ τῇ δεξιᾶ χειρὶ κατὰ τὸν δράκοντα ἔστω χεὶρ ὁμοία τῇ ἐκτὸς [*](3 τοῖς Μ: τῆς AG: om. T 7 ἐφ᾿ ἧς om. T1, add. T2 8 εἱλεῖται AB: εἰλεῖται CGPT 18 καὶ A(?)BCG T2: om. PT, 23 ἐκτὸς Leid. Scalig 45: ἐντὸς a (ν ex κ corr. T) bL) [*](2 εἶναι τῷ διαφράγματι tr. b 5 τὸν ΡΣ om. bL 7 ἐφέστηκε a: ἕστηκε b: consistat L 8 καὶ τοξεύων BC 9 μικρὸν om. bL 10 τῇ χειρὶ om. b: manu L 15 κόλουρον BL (conus . . mutilus): om CP 15—16 τὸν ἐλάσσονα κύκλον τὸν)

188
κατὰ πάντα πλὴν ὅτι μικρά, ἔχουσα καὶ τὴν σχαστηρίαν. ἐκ δὲ τοῦ ἄκρου τῆς σχαστηρίας ἁλυσείδιον ἢ σπάρτος ἀποδεδόσθω διὰ τῆς βάσεως εἰς τρόχίλον ὑπὲρ τὸ διάφραγμα κείμενον καὶ ἔτι εἰς τὸ ἁλυσείδιον τὸ ἐνδεδεμένον εἴς τε τὸ κωνάριον καὶ τὸ μῆλον. ἐπισπασώμεθα οὖν τὸ τόξον καὶ ὑποβαλόντες ὑπὸ τὴν χεῖρα κατακλείσωμεν τὴν σχαστηρίαν, ὥστε εἶναι τεταμένην τὴν σπάρτον καὶ βιάξεσθαι τὸ μῆλον εἰς τὸ κάτω μέρος. ἔστω δὲ ἡ σπάρτος διὰ τοῦ σώματος καὶ τῆς χειρὸς ἔσωθεν τοῦ Ἡρακλέους. [*](a 188, 8—190, 5 ἐπισπασώμεθα . . . τοξάριον δὲ τὸ ΝΞ ═ b 188,16—190, 25 ἐπισπασόμεθα οὖν τὸ τόξον καὶ ὑπὸ τὴν χεῖρα τοῦ Ἡρακλέους βαλόντες κατακλείσομεν τὴν σχαστηρίαν, ὥστε εἶναι τεταμένην τὴν σπάρτον καὶ βιάζεσθαι τὸ μῆλον εἰς τὸ κάτω μέρος. ἔστω δὲ ἡ σπάρτος διὰ τοῦ σώματος καὶ τῆς χειρὸς ἔσωθεν τοῦ Ἡρακλέους. ἐκ δὲ τοῦ ) [*](1 καὶ ATb: δὲ G 3 ἀποδεδόσθω Leid. Scal. 45 alii: ἀποδεδέσθα G: ἀποδεδέσθω ATbL διὰ τῆς βάσεως ἀπο- δεδέσθω tr. T 9 f. 〈βέλος〉 ὑποβαλόντες. cf. p. 186, 11. 188, 17 adn. 190, 16 10 κατακλείσομεν T) [*](1 ὅτι om. b: praeterquam quod L ἔχουσα aBC: ἔχοντα P: habens L f. καὶ ἔχουσα tr σχαστηρίαν (χαστηρ. CP) τῆς νευρᾶς bL 5 ἔτι ἐνδεδεμένον bL 17 sub manum sagit- tam Herculis proiciens L f. 〈βέλος〉 βαλόντες 19—204, 22 ἔστω . . . ὁ ἐμβολεὺς om B, in textu signo Λ ab alia manu addito, quae eadem in marginne adscripsit: λείπει πολλὰ ἐν- ταῦθα. manus prior verbo μέρος nullo intervallo nulloque signo verba καὶ ἐκθλίψει (p. 204, 22) adiungit. easdem partes)
190
ἐκ δὲ τοῦ διαφράγματος ἀνατεινέτω σωληνάριον ὑπὲρ τὴν βάσιν τῶν εἰθισμένων συρίξειν· τοῦτο δὲ ἔστω ὑπὸ τὸ δενδρύφιον ἢ παῤ αὐτὸ τὸ δενδρύφιον. πεπληρώσθω δὲ τὸ Α∠ ἀγγεῖον ὕδατος. καὶ ἔστω τὸ μὲν δενδρύφιον τὸ ΛΜ, τοξάριον δὲ τὸ ΝΞ, νευρὰ δὲ ἡ ΟΠ, ἡ δὲ ἐπιλαμβανομένη χεὶρ ἡ ΡΣ, σχαστηρία δὲ ἡ ΤΥ, σπάρτος δὲ ἡ ΦΧ, τρόχιλος δὲ ὁ Χ, περὶ ὃν ἡ σπάρτος, συρίγγιον δὲ τὸ ΨΩ. ἐὰν οὖν ἐπάρῃ τις τὸ Κ μῆλον, συνεπαρεῖ καὶ τὸ Θ κωνάριον καὶ ἐπισπάσεται. τὴν ΥΦΧ σπάρτον καὶ σχάσει τὴν χεῖρα, ὥστε ἀφεθῆναι τὸ βέλος. καὶ τὸ ἐν τῷ Α∠ ἀγγείῳ ὕδωρ φερόμενον εἰς τὸ ΒΓ ἐκκρούσει τὸν ἐν αὐτῷ ἀέρα διὰ τοῦ συριγγίου καὶ τὸν ἦχον ἀποτελέσει. τεθέντος δὲ τοῦ μήλου πάλιν τὸ κωνάριον ἐναρμόσαν τῷ ἑτέρῳ στεγνώσει τὴν ῥύσιν, ὥστε μηκέτι φθέγγεσθαι. πάλιν οὖν καταρτισώμεθα τὰ κατὰ τὸ βέλος καὶ ἐάσωμεν. πληρωθέντος δὲ τοῦ ΓΒ ἀγγείου, πάλιν κενωθήσεται διά τινος κρουνοῦ κλειδίον ἔχοντος· τὸ δὲ Α∠ πληρώσομεν [*](195 35) ὡς καὶ τὸ πρότερον.

[*](διαφράγματος ἀνατεινέτω σωληνάριον ὑπὲρ τὴν βάσιν τῶν εἰθισμένων συρίζειν πνεύματος εἰσπεσόντος· τοῦτο δὲ ἔστω ὑπὸ τὸ δενδρύφιον παῤ αὐτὸν τὸν ὄφιν, ὥστε τὸ ἄνω στόμιον αὐτοῦ δοκεῖν τὸ αὐτὸ εἶναι τῷ τοῦ ὄφεως στόματι. πεπληρώσθω οὖν τὸ Α∠ ἀγγεῖον ὕδατος. καὶ ἔστω τὸ μὲν δενδρύφιον τὸ ΛΜ, τόξον δὲ τὸ ΝΞ.)[*](7 τρόχιλος Vindob. 120: τράχιλος a ἡ (post ὃν) G2b: ὁ AG 1 , T e corr.)[*](6 ρσ a: ρπ b (in his igitur partibus ═ CP) 10 υχφ P 11 αδ aC: αβ P 14 μήλου ἔνθα ἔκειτο b 14—15 στεγνώ-)
192
[*](227 29)

Ὑδραυλικοῦ ὀργάνου κατασκευή.

Ἔστω τις βωμίσκος χάλκεος ὁ ΑΒΓ∠, ἐν ᾧ ὕδωρ [*](228) ἔστω· ἐν δὲ τῷ ὕδατι κοῖ|λον ἡμισφαίριον κατεστραμμένον ἔστω, ὃ καλεῖται πνιγεὺς ὁ ΕΖΗΘ ἔχων ἐν τῷ ὑγρῷ διάρρυσιν εἰς τὰ πρὸς τῷ πυθμένι μέρη. ἀπὸ δὲ τῆς κορυφῆς αὐτοῦ δύο ἀνατεινέτωσαν σωλῆνες συντετρημένοι αὐτῷ ὑπὲρ τὸν βωμίσκον, εἶς μὲν ὁ ΗΚΛΜ κατακεκαμμένος εἰς τὸ ἐκτὸς τοῦ βωμίσκου μέρος καὶ συντετρημένος πυξίδι τῇ ΝΞΟΠ κάτω τὸ στόμα ἐχούσῃ καὶ τὴν ἐντὸς ἐπιφάνειαν ὀρθὴν πρὸς ἐμβολέα ἀπειργασμένην. ταύτῃ δὲ ἐμβολεὺς ἁρμοστὸς ἔστω ὁ ΡΣ ὥστε ἀέρα μὴ παραπνεῖν· τῷ δὲ ἐμβολεῖ συμφυὴς ἔστω κανὼν ὁ ΤΥ ἰσχυρὸς σφόδρα· πρὸς δὲ τὸν ἁρμόξοντα ἕτερος κανὼν ὁ ΥΦ περὶ περόνην κινούμενος τὴν πρὸς τῷ Υ· ὁ αὐτὸς δὲ κηλωνευέσθω πρὸς ὄρθιον κανόνα τὸν ΨΧ βεβηκότα ἀσφαλῶς. τῇ δὲ ΝΞΟΠ πυξίδι ἐπικείσθω κατὰ τὸν πυθμένα ἕτερον πυξίδιον τὸ Ω συντετρημένον αὐτῇ καὶ ἐπιπεπωμασμένον ἐκ τῶν ἄνω μερῶν καὶ ἔχον τρύπημα, δι᾿ οὗ ὁ ἀὴρ εἰσελεύσεται εἰς τὴν πυξίδα. ὑπὸ δὲ τὸ τρύπημα λεπίδιον ἔστω ἐπιφράσσον αὐτὸ καὶ ἀνεχόμενον [*](1 Hoc caput edidit J.G.Schneider Eelog. phys. 2,227—230) [*](5 ἔχων T 7 ἀνατεινέσθωσαν T 15 ἁρμόξοντα a: ad hanc autem accommodata L: f πρὸς δὲ τὸν 〈ΤΥ κανόνα ἔστω〉 ἁρμόζων περὶ A, G b: παρὰ A, T 17—18 τῇ δὲ P T: τῆ A: τὴν G 19 αὐτῇ CG2 P: αὐτῇ δὲ AG1 T 20 ἔχον AGb: ἔχων T 22 ἀνεχόμενον PT: ἀντεχόμενον ACG) [*](3 τις βωμίσκος χάλκεος ὁ a: ἀγγεῖον χάλκεον τὸ b 5 ὁ a: τὸ b ἔχον P 8 ὑπὲρ τὸν βωμίσκον a: ὑπερέχοντες εἰς τὰ)

194
διὰ τρηματίων ὑπό τινων περονίων κεφαλὰς ἐχόντων,
196
ὥστε μὴ ἐκπίπτειν τὸ λεπίδιον, ὃ δὴ καλεῖται πλατυσμάτιον. ἀπὸ δὲ τοῦ Ζ ἕτερος ἀνατεινέτω σωλὴν ὁ Ϛ Ζ συντετρημένος ἑτέρῳ σωλῆνι πλαγίῳ τῷ 𝔮Ϡ, ἐν ᾧ ἐπικείσθωσαν οἱ αὐλοὶ συντετρημένοι αὐτῷ οἱ ,Α καὶ ἔχοντες ἐκ τῶν κάτω μερῶν καθάπερ γλωσσόκομα συντετρημένα αὐτοῖς, ὧν τὰ στόματα ἀνεῳγότα ἔστω τὰ ,Β. διὰ δὲ τῶν στομάτων τὰ πώματα διώσθω τρήματα ἔχοντα, ὥστε εἰσαγομένων τῶν πωμάτων τὰ ἐν αὐτοῖς τρήματα κατάλληλα γίνεσθαι τοῖς τῶν αὐλῶν τρήμασιν, ἐξαγομένων δὲ παραλλάσσειν καὶ ἀποφράσσειν τοὺς αὐλούς. ἐὰν οὖν ὁ πλάγιος κανὼν κηλωνεύηται διὰ τοῦ Φ εἰς τὸ κάτω μέρος, ὁ ΡΣ ἐμβολεὺς ἐκθλίψει μετεωριζόμενος τὸν ἐν τῇ ΝΞΟΠ πυξίδι ἀέρα, ὃς ἀποκλείσει μὲν τὸ ἐν τῷ Ω πυξιδίῳ τρύπημα διὰ τοῦ προειρημένου πλατυσματίου· χωρήσει δὲ διὰ τοῦ ΜΛΚΗ σωλῆνος εἰς τὸν πνιγέα· ἐκ δὲ τοῦ πνιγέως χωρήσει εἰς τὸν πλάγιον σωλῆνα τὸν 𝔮Ϡ διὰ τοῦ Ϛ Ζ σωλῆνος· ἐκ δὲ τοῦ πλαγίου σωλῆνος εἰς τοὺς αὐλοὺς χωρήσει, ὅταν κατάλληλα κείμενα ἐν τοῖς αὐλοῖς τὰ ἐν τοῖς πώμασι τρήματα, τουτέστιν ὅταν εἰσηγμένα [*](a 11—20 ἐὰν οὖν . . . τὰ ἐν τοῖς πώμασι τρήματα ═ b 22—32: ἐὰν οὖν ὁ πλάγιος κανὼν κηλωνεύηται διὰ τοῦ Φ εἰς τὸ κάτω μέρος, ὁ ΡΣ ἐμβολεὺς κατερχόμενος ἐπισπάσεται ἀέρα διὰ τοῦ ἐν τῷ πυξιδίῳ τῷ Ω πλατυσματίου ἀνοιγομένου εἰς τὴν ΝΞΟΠ πυξίδα, αὗθις δὲ ἀνερχόμενος διὰ τοῦ κηλωνευομένου κανόνος ἀποκλείσει μὲν τὸ ῥηθὲν πλατυσμάτιον, τὸν δὲ ἀέρα ὠθήσει διὰ τοῦ ΜΛΚΗ σωλῆνος εἰς τὸν πνιγέα· ἐκ δὲ τοῦ πνιγέως πάλιν διὰ τοῦ Ζ Ϛ σωλῆνος ὁ ἀὴρ χωρήσει εἰς τὸν πλάγιον σωλῆνα τὸν 𝔮Ϡ· ἐκ δὲ τοῦ πλαγίου σωλῆνος χωρήσει εἰς τοὺς αὐλούς, ὅταν κατάλληλα ὦσι κείμενα [ἐν] τοῖς αὐλοῖς τὰ ἐν τοῖς πώμασι τρήματα.)
198
τὰ πώματα ἤτοι πάντα ἢ τινα αὐτῶν. ἵνα οὖν, ὅταν προαιρώμεθα τῶν αὐλῶν τινα φθέγγεσθαι, ἀνοίγηται τὰ κατ᾿ ἐκείνους τρήματα, ὅταν δὲ βουλώμεθα παύεσθαι, ἀποκλείηται, κατασκευάσωμεν τάδε.

Νοείσθω ἓν τῶν γλωσσοκόμων ἐγκείμενον χωρὶς τὸ Γ∠, οὗ τὸ στόμα ἔστω τὸ ,∠, ὁ δὲ συντετρημένος τούτῳ αὐλὸς ὁ Ε, πῶμα δὲ ἔστω ἁρμοστὸν αὐτῷ τὸ ,Ϛ ,Ζ τρῆμα ἔχον τὸ παρηλλαγμένον ἀπὸ τοῦ ,Ε αὐλοῦ. ἔστω δέ τις καὶ ἀγκωνίσκος τρίκωλος ὁ [*](229) ,Ζ ,ΘΜΜ, οὗ τὸ ,Ζ ,Θ κῶλον |συμφυὲς μὲν ἔστω τῷ ,ϛ ,Ζ πώματι· πρὸς δὲ τῷ ,ΘΜ περὶ περόνην κινείσθω μέσην τὴν Μ. ἐὰν οὖν κατάξωμεν τῇ χειρὶ τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου ἐπὶ τὸ ∠ στόμιον τοῦ γλωσσοκόμου, παρώσομεν τὸ πῶμα εἰς τὸ ἔσω μέρος, ὥστε ὅταν ἐμπέσῃ εἰς τὸ ἐντὸς μέρος, τότε τὸ ἐν αὐτῷ τρῆμα κατάλληλον τῷ αὐλῷ γίνεται. ἵνα οὖν, ὅταν ἀφέλωμεν τὴν χεῖρα, αὐτόματον τὸ πῶμα ἐξελκυσθῇ [*](a 198, 11—200, 3 πρὸς δὲ τῷ ,ΘΜ . . . ὁ ΜΜ ═ b 198, 19—2ΟΟ, 22 πρὸς δὲ τῷ ,ΘΜ κατὰ τὸ μέσον περόνη ἔστω ἡ Μ, περὶ ἣν κινηθήσεται. ἐὰν οὖν καταγάγωμεν τῇ χειρὶ τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου ὡς ἐπὶ τὸ ,∠ στόμιον τοῦ γλωσσοκόμου, παρώσομεν τὸ ,Ϛ πῶμα εἰς τὸ ἔσω μέρος, ὥστε ὅταν ἐμπέσῃ εἰς τὸ ἐντὸς μέρος, τότε τὸ ἐν αὐτῷ τρῆμα κατάλληλον γενήσεται τῷ αὐλῷ. ἵνα δὲ πάλιν, ὅταν ἀφέλωμεν τὴν χεῖρα, αὐτόματον τὸ πῶμα ἐξελκυσθῇ καὶ) [*](1 ἵν᾿ οὖν T 2 f. τινας. cf. p. 200, 15 4 κατασκευά- σωμεν AG: κατασκευάσομεν Tb 5 distinguit T ἐγκεί- μενον AG T,: ἐγγύμενον T1, f. ἐκκείμενον 11 f. πώματι 〈πρὸς)

200
καὶ παραλλάξῃ τὸν αὐλόν, ἔσται τάδε· ὑποκείσθω ὑπὸ τὰ γλωσσόκομα κανὼν ἴσος τῷ 𝔮Ϡ σωλῆνι καὶ παράλληλος αὐτῷ κείμενος ὁ ΜΜ. ἐν δὲ τούτῳ ἐμπεπηγέτω σπαθία κεράτινα εὔτονα καὶ ἐπικεκαμμένα, ὧν ἕν ἔστω τὸ Μ κείμενον κατὰ τὸ ,∠ ,Γ γλωσσόκομον. ἐκ δὲ τοῦ ἄκρου αὐτοῦ νευρὰ ἀποδεθεῖσα ἀποδεδόσθω περὶ τὸ ,Θ ἄκρον, ὥστε ἔξω παρωσθέντος τοῦ πώματος τετάσθαι τὴν νευράν. ἐὰν οὖν κατάξαντες τὸ Μ ἄκρον τοῦ ἀγκωνίσκου παρώσωμεν τὸ πῶμα εἰς τὸ ἔσω μέρος, ἡ νευρὰ ἐπισπάσεται τὸ σπαθίον, ὥστε ἀνορθῶσαι τὴν καμπὴν αὐτοῦ βίᾳ· ὅταν δὲ ἀφῶμεν, πάλιν τὸ σπαθίον εἰς τὴν ἐξ ἀρχῆς τάξιν καμπτόμενον ἐξελκύσει τὸ πῶμα τοῦ στόματος, ὥστε παραλλάξαι τὸ τρῆμα. τούτων οὖν καθ᾿ ἕκαστον γλωσσόκομον γενηθέντων, ὅταν βουλώμεθά τινας τῶν αὐλῶν φθέγγεσθαι, κατάξομεν τοῖς δακτύλοις τὰ κατ᾿ ἐκείνους ἀγκωνίσκια· ὅταν δὲ μηκέτι φθέγγεσθαι βουλώμεθα, ἐπαροῦμεν τοὺς δακτύλους, καὶ τότε παύσονται τῶν πωμάτων ἐξελκυσθέντων. τὸ δὲ ἐν τῷ βωμίσκῳ ὕδωρ ἐμβάλλεται [*](παραλλάξῃ τὸν αὐλόν, ἔστω τάδε· ὑποκείσθω ὑπὸ τὸ γλωσσόκομον κανὼν ἴσος τῷ 𝔮Ϡ σωλῆνι καὶ παραλλήλως αὐτῷ κείμενος ὁ ΜΜ.) [*](1 ἔσται AG: ἔστω T 3 ἐμπεπηγέτω AG: ἐμπεπηγέσθω T 5 τὸ (prius) Tb: ὁ AG 16 κατάξομεν Tb: κατάξωμεν AG 19 ἐξελκυσθέντων AG T2 b: ἑλκυσθέντων T1) [*](3 ἐμπεπηγέτω: ἐμπεπήχθω b 4 ἓν om. b 6 ἀπο- δεδόσθω AG (ἀποδεδώσθω T): ἀποδεδέσθω b 8 κατάξαντες a: καταγαγόντες b 14—15 τούτων . . . γενηθέντων a: τοιού-)
202
ἕνεκα τοῦ τὸν περισσεύοντα ἀέρα ἐν τῷ πνιγεῖ, λέγω δὴ τὸν ἐκ τῆς πυξίδος ὠθούμενον, ἐπαίροντα τὸ ὕδωρ συνέχεσθαι πρὸς τὸ ἀεὶ ἔχειν τοὺς αὐλοὺς δυναμένους φθέγγεσθαι. ὁ δὲ ΡΣ ἐμβολεὺς ἐπαιρόμενος μὲν ἐπὶ τὸ ἄνω, ὡς εἴρηται, ἐξωθεῖ τὸν ἐν τῇ πυξίδι ἀέρα εἰς τὸν πνιγέα, καταγόμενος δὲ ἀνοίγει τὸ ἐν τῷ Ω πυξιδίῳ πλατυσμάτιον, δι᾿ οὗ ἡ πυξὶς ἀέρος ἔξωθεν πληροῦται, ὥστε πάλιν τὸν ἐμβολέα ἀνωθούμενον ἐκθλίβειν αὐτὸν εἰς τὸν πνιγέα. βέλτιον δέ ἐστι καὶ τὸν ΤΥ κανόνα περὶ περόνην κινεῖσθαι πρὸς τῷ Τ διτορμίας οὔσης ἐν τῷ πυθμένι τοῦ ἐμβολέως ἁρμοσθήσεται, δι᾿ ἧς δεήσει περόνην διωθεῖσθαι πρὸς τὸ τὸν ἐμβολέα μὴ διαστρέφεσθαι, ἀλλὰ ὀρθὸν ἀνωθεῖσθαί τε καὶ κατάγεσθαι.

Ὀργάνου κατασκευή, ὥστε ἀνέμου συρίζοντος ἦχον ἀποτελεῖσθαι αὐλοῦ.

[*](a 9—14 βέλτιον . . . κατάγεσθαι ═ b 1923 βέλτιον δέ ἐστι καὶ τὸν ΤΥ κανόνα περὶ περόνην κινεῖσθαι πρὸς τῷ Τ, ὥστε δεήσει πρὸς τῷ πυθμένι τοῦ ἐμβολέως πηγμάτιον εἶναι, ᾧ ἁρμοσθήσεται διὰ περόνης ὁ ΤΥ κανὼν πρὸς τὸ τὸν ἐμβολέα μὴ διαστρέφεσθαι, ἀλλ᾿ ὀρθὸν ἀνωθεῖσθαί τε καὶ κατάγεσθαι.)[*](5 ἐξωθεῖ AGb: ἐξωθεῖν T 7 ω AC: om GPT 10 τὸν AG1: τὸ τὸν G2 T, sed τὸ del. T 11 διτορμίας A1 (quam lectio- nuem optimam coniectura invenerat Meister): διὰ τὸ ρ μιᾶς A2 G T)[*](ἐμβολέος T 12 ἁρμοσθήσεται a: 〈ῷ〉 ἁρμοσθήσεται Butt- mannn l. l. p. 143: 〈διὸ〉 ἁρμοσθήσεται Meister l. l. p. 185 adnot.: f. 〈ῇ〉 ἁρμοσθήσεται (sc. ὁ ΤΥ κανὼν) 〈καὶ〉)[*](2 ἐκ aC: ἐπὶ P 7—8 ἔξωθεν ἀέρος tr. b 8—9 ἀνω- θούμενον a: εἰσωθούμενον b 16—17 Ὀργάνου . . . αὐλοῦ a:)
204

Ἔστωσαν αὐλοὶ μὲν οἱ Α, ὁ δὲ συντετρημένος αὐτοῖς πλάγιος σωλὴν ὁ ΒΓ, ὁ δὲ ὄρθιος ὁ ∠Ε, ἐκ δὲ τούτου πλάγιος ἕτερος ὁ ΕΖ φέρων εἰς πυξίδα τὴν ΗΘ ἔχουσαν τὴν ἐντὸς ἐπιφάνειαν πρὸς ἐμβολέα ἀπωρθωμένην. ταύτῃ δὲ ἁρμοξέτω ἐμβολεὺς ὁ ΚΛ εὐλύτως δυνάμενος εἰς αὐτὴν κατέρχεσθαι· τούτῳ δὲ συμφυὲς ἔστω κανόνιον τὸ ΜΝ προσκείμενον ἑτέρῳ κανονίῳ τῷ ΝΞ κηλωνευομένῳ περὶ ἄξονα τὸν ΡΠ [*](230) καὶ πρὸς μὲν τῷ Ν περόνιον ἔστω εὔλυτον· πρὸς δὲ τῷ πλατυσμάτιον προσκείσθω συμφυὲς τὸ ΞΟ, τῷ δὲ ΞΟ παρακείσθω ἄξων ὁ Σ καὶ ἔστω κινούμενος περὶ κνώδακας σιδηροῦς ἐν πήγματι δυναμένῳ μετάγεσθαι. τῷ δὲ Σ ἄξονι συμφυῆ ἔστω τυμπάνια δύο τὰ Υ, Φ, ὧν τὸ μὲν Υ σκυτάλια ἐχέτω ἐπικείμενα τῷ ΞΟ πλατυσματίῳ· τὸ δὲ Φ πλάτας ἐχέτω καθάπερ τὰ καλούμενα ἀνεμούρια. ὅταν οὖν ὑπὸ τοῦ ἀνέμου τυπτόμεναι ἐπείγωνται πᾶσαι καὶ ἐπιστρέφωσι τὸ Φ τυμπάνιον, ἐπιστραφήσεται καὶ ὁ ἄξων, ὥστε καὶ τὸ τυμπάνιον καὶ τὰ ἐν αὐτῷ σκυτάλια ἐκ διαλείμματος τύπτοντα τὸ ΞΟ πλατυσμάτιον ἐπαίρει τὸν Κ Λ ἐμβολέα· καὶ ἀποστάντος τοῦ σκυταλίου κατενεχθήσεται ὁ ἐμβολεὺς καὶ ἐκθλίψει τὸν ἐν τῇ ΗΘ πυξίδι ἀέρα εἰς [*](1 μὲν om T 2 ὀρθὸς A 2 Τ1 5 ἀπωρθωμένην A1 G2 b: ἀπωρθουμένην A2G1 T ταύτην T 6 τούτῳ AG b: τοῦτο T) [*](9 τῷ Tb: τὸ AG 10 προκείσθω T 11 AG b: Ϛ T ut etiam lin 13 15 πλάτας Paris. 2512, Lipsiens. 17: πλάτος ab) [*](17 ἐπείγωνται C T: ἐπείγονται AGP f. πᾶσαι 〈αἱ πλάται〉) [*](18 καὶ (ante ὁ) AG2 Tb: δὲ G1 20 ἐπαρεῖ Paris. 2512) [*](22 εἰς om T) [*](2 αὐτοῖς C: om. P 3 ἕτερος πλάγιος tr. b 18 ὁ ῡ ἄξων b 22 a verbis καὶ ἐκθλίψει B (fol. 142r, 11) et L rursus incipiunt (hinc igitur b ═ BCP τῇ aB: τῷ CP)

206
τὰς σύριγγας καὶ τοὺς αὐλοὺς καὶ τὸν ἦχον ἀποτελέσει. ἔξεστι δὲ τὸ πῆγμα τὸ ἔχον τὸν ἄξονα ἐπιστρέφειν ἀεὶ πρὸς τὸν πνέοντα ἄνεμον, ὡς ἂν βιαιοτέρα καὶ [*](230 19) συνεχεστέρα ἡ ἐπιστροφὴ γίνηται.

[*](4 γίνηται AG: γένηται T in fine libri Ἥρωνος ἀλεξαν- δρέως πνευματικῶν πρῶτον add. AG2: Ἥρωνος ἀλεξανδρέως πνευματικῶν πρώτου τέλος add. T: om. G1)[*](4 γίνηται B: γίγνηται CP subscriptionem om. b)
208
[*](195 36)

Ἀγγείου κατασκευὴ τοῦ λεγομένου δικαιομέτρου· τούτου δὲ πληρωθέντος ὑγροῦ, ὁσάκις ἐὰν καταστραφῇ, τὸ ἴσον ἐκρεῖ.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν τράχηλον τῷ ΑΒ διαφράγματι· πρὸς δὲ τῷ πυθμένι τοῦ ἀγγείου σφαιρίον ἔστω τὸ Γ χωροῦν τὸ μέτρον ὅσον βουλόμεθα ἀπορρέειν. διὰ δὲ τοῦ διαφράγματος καθείσθω σωληνάριον λεπτότατον τὸ ∠Κ συντετρημένον τῷ σφαιρίῳ· εἰς δὲ τὸ σφαιρίον τρημάτιον ἔστω τὸ ἐν τῷ κατωτάτω μέρει, ἀφ᾿ οὗ ἀνατείνεται σωληνάριον τὸ Ζ φέρον ὑπὸ τὸ ὡτίον τοῦ ἀγγείου [*](a 208, 11—212, 2 διὰ δὲ τοῦ διαφράγματος . . . τὸ σωληνάριον ═ b 208, 17 —212, 22 διὰ δὲ τοῦ διαφράγματος καθείσθω σωληνάριον λεπτὸν τὸ ∠Κ συντετρημένον τῷ σφαιρίῳ· εἰς δὲ τὸ σφαιρίον τρημάτιον ἔστω πρὸς τὸ κάτω μέρος, τὸ Ζ, ἀφ᾿ οὗ ἀνατεινέτω σωληνάριον τὸ ΖΗ συνημ- ) [*](6 ὁσάκι A ἐὰν ab: ἂν Paris 2512 7 ἐκρεῖ A1 b: ἐκρεῖσθαι A,G, T: ἐκρεῖ G2: effundit L 9 τῷ (ante ΑΒ) Tb:)

210
συντετρημένον αὐτῷ κοίλῳ ὑπάρχοντι. παρὰ δὲ τὸ εἰρημένον τρῆμα ἕτερον ἔστω τρῆμα φέρον εἰς τὸ κύτος τοῦ ἀγγείου τὸ Λ. ἐχέτω δὲ τὸ ὠτίον καὶ διαύγιον τὸ Θ. καταλαβόμενοι οὖν τὸ Θ διαύγιον πληρώσομεν τὸ ἀγγεῖον ὑγροῦ διά τινος ὀπῆς, ἥτις [*](196) μετὰ | τὴν ἔγχυσιν στεγνωθήσεται, ἢ καὶ δι᾿ αὐτοῦ τοῦ ∠Ε σωλῆνος πληρούσθω τὸ ἀγγεῖον, ὄντος μέντοι ἐν τῷ κύτει τοῦ ἀγγείου λεπτοῦ τρήματος, δι᾿ οὗ ὁ ἀὴρ ἐκκρουσθήσεται· συμπληρωθήσεται δὲ καὶ τὸ Γ σφαιρίον ὑγροῦ διὰ τοῦ ∠Κ σωληναρίου. ἐὰν οὖν καταστρέψαντες τὸ ἀγγεῖον ἀνῶμεν τὸ Θ διαύγιον, ἐκρεύσει τὸ ἐν τῷ Γ σφαιρίῳ ὑγρὸν καὶ τὸ ἐν τῷ ∠Κ σωληναρίῳ. πάλιν οὖν ἐὰν καταλαβόμενοι τὸ [*](μένον τῷ ὠτίῳ τοῦ ἀγγείου σωληνοειδεῖ καὶ τούτῳ ὑπάρχοντι. παρὰ δὲ τὸ εἰρημένον τρῆμα τὸ Ζ ἔστω τρῆμα ἕτερον φέρον εἰς τὸ κύτος τοῦ ἀγγείου τὸ Λ. ἐχέτω δὲ τὸ ὠτίον καὶ διαύγιον τὸ Θ. καταλαβόμενοι οὖν τὸ Θ διαύγιον πληρώσομεν τὸ ἀγγεῖον ὑγροῦ διά τινος ὀπῆς, ἥτις μετὰ τὴν ἔγχυσιν στεγνωθήσεται, ἢ καὶ δι᾿ αὐτοῦ τοῦ ∠Κ σωλῆνος πληρούσθω τὸ ἀγγεῖον, τοῦ ἀέρος ἐκχωροῦντος διὰ τοῦ Θ διαυγίου. φανερὸν οὖν ὅτι καὶ τὸ Γ σφαιρίον πληρωθήσεται ὑγροῦ ἢ διά τε τοῦ ∠E σωληναρίου ἢ διὰ τοῦ Λ τρηματίου. ἐὰν οὖν καταστρέψαντες τὸ ἀγγεῖον ἀνῶμεν τὸ Θ διαύγιον, ἐκρεύσει τὸ ἐν τῷ Γ σφαιρίῳ ὑγρὸν καὶ τὸ ἐν τῷ ∠Ε σωληναρίῳ. δεῖ δὲ τό τε Λ τρημάτιον καὶ τὸ Ζ στόμιον τοῦ ΗΘΖ σωλῆνος ἐγγὺς εἶναι ἀλλήλων πρὸς αὐτῷ τῷ πυθμένι τοῦ σφαιρίου. πάλιν οὖν ἐὰν) [*](1 αὐτῷ AG: αὐτῷ T 2 ἔστω τρῆμα ἕτερον tr. T 4 οὖν AG1: δὲ A2 G2 T 5 πληρώσομεν, ο ex ω corr., A 8 τρήμα- τος AG: τρυπήματος T 9 καὶ AG Τ2: om. T1 9—10 τὸ σφαιρίον ὑγροῦ τὸ Γ tr. T, 10 f σωληναρίου 〈ἢ διὰ τοῦ Λ τρηματίου〉 12 ἐν τῷ (ante ∠E) G, T: om. AG,) [*](17 καὶ CP: τὸ B 18 πληρώσομεν HCL: πληρώσωμεν P 22 τε b: ipse seclusi, om. L 26 f. ΘΗZ)
212
διαύγιον ἀναστρέψωμεν, πληρωθήσεται τὸ σφαιρίον καὶ τὸ σωληνάριον· ὁ γὰρ ἐν αὐτοῖς ἀὴρ ἐκκρουσθήσεται ὑπὸ τοῦ ἐμπίπτοντος ὑγροῦ. εἶτα πάλιν ὅταν καταστρέψωμεν τὸ ἀγγεῖον, πάλιν τὸ ἴσον ὑγρὸν ῥυήσεται, εἰ μὴ ἄρα παρὰ τὴν διαφορὰν τοῦ ∠Κ σωλῆνος· οὐ γὰρ ἀεὶ πληρωθήσεται, ἀλλὰ κατὰ τὴν τοῦ ἀγγείου κένωσιν καὶ αὐτὸς κενωθήσεται· αὕτη δὲ ἡ διαφορὰ παντάπασιν ἐλαχίστη ἐστίν.

Εἰς ἔνια ἀγγεῖα διαφυσηθέντα ὕδωρ ἀναπιέζει οὕτως.

Διὰ τοῦ στόματος αὐτοῦ διωθεῖται σωλὴν ἀπέχων μὲν ἀπὸ τοῦ πυθμένος βραχύ, συνεστεγνωμένος δὲ τῷ στόματι καὶ εἰς λεπτὸν συνηγμένος στόμιον. ἐὰν οὖν καταλαβόμενοι τὸ εἰρημένον στόμιον τῷ δακτύλῳ ἐγχέωμεν διά τινος ὀπῆς ὑγρὸν καὶ μετὰ τὴν ἔγχυσιν διὰ τῆς αὐτῆς ὀπῆς ἐμφυσήσαντες κλειδίῳ ἀποκλείσωμεν τὴν ὀπὴν καὶ ἀνῶμεν τὸ τοῦ σωλῆνος στόμιον, ἀναπυτισθήσεται δι᾿ αὐτοῦ τὸ ὑγρὸν ὑπὸ τοῦ ἐμφυσηθέντος [*](196 extr.) θέντος καὶ πεπιλημένου ἀέρος.

[*](καταλαβόμενοι τὸ διαύγιον ἀναστρέψωμεν τὸ ἀγγεῖον, πληρωθήσεται τὸ σφαιρίον διὰ τοῦ Λ τρήματος καὶ τὸ ∠Ε σωληνάριον.)[*](5 παρὰ AT2b: περὶ A2GT1: iuata L 8 ἐστιν ἐλαχίστη tr. Tb)[*](10 ἀγγεῖα AGb: ἀγγεῖον T διαφυσηθέντα (-σιθ- AG) ab: f. 〈ἀέρος〉 ἐμφυσηθέντος. cf. lin. 18—19, sed v. etiam ll 15 (p. 242, 9) ἀναπιέζει ab: ἀναπιέζεται Μ2: comprinitur L 11 δὲ τοῦ T αὐτοῦ codd., per orificiun ipsum L: f. ἀγγείου, nisi forte sic legendun est: 〈 Ἔστω τι ἀγγεῖον〉 διὰ δὲ τοῦ στόματος αὐτοῦ κτέ 12 τῷ Tb: om. AG 14 οὖν bL: om. a)[*](5 σωλῆνος a: σωληναρίου bL 12 μὲν CP: om. BL)[*](18 ἀναποτισθήσσεται C: ἀναπτυτισθήσεται B 19 πεπιλη- μένου a: πιληθέντος b 20 τὸ ἀγγεῖον HCL: om. P)
214
[*](221 17)

Ἐπί τινος βωμοῦ πυρὸς ἀνακαυθέντος ζῴδια καταφανήσεται χορεύοντα· οἱ γὰρ βωμοὶ διαφανεῖς, ἤτοι ὑάλινοι ἢ κεράτινοι, ἔσονται.

Διὰ τοῦ ἐπιπύρου καθίεται σωλὴν πρὸς μὲν τὴν βάσιν τοῦ βωμοῦ ἐν κνώδακι στρεφόμενος, πρὸς δὲ τὸ ἄνω μέρος συριγγίῳ συμφυεῖ ὄντι τῷ ἐπιπύρῳ. ἐχέτω δὲ καὶ ἐπικεκαμμένα σωληνάρια ὁ σωλὴν συντετρημένα καὶ συμφυῆ ἑαυτῷ κατὰ διάμετρον κείμενα ἀλλήλοις καὶ τὰς καμπὰς καὶ ἐναλλὰξ ἔχοντα. ἐχέτω δὲ ὁ σωλὴν καὶ τύμπανον συμφυές, ᾧ ἐπίκειται τὰ χορεύοντα ζῴδια. ἐξαφθείσης οὖν τῆς θυσίας θερμαινόμενος [*](Caput lII secundum b: Ἐπί τινος βωμοῦ πυρὸς ἀναφθέντος ζῴδιά τινα κυκλικῶς ἱστάμενα δοκεῖν χορεύειν.) [*](Ἔστω βωμὸς ὁ ΑΒΓ∠ καὶ ἐν αὐτῷ ἐπίπυρον τὸ ΕΖ· ἀπὸ δὲ τῆς κορυφῆς τοῦ ἐπιπύρου σωλὴν καθείσθω πρὸς τὴν βάσιν τοῦ βωμοῦ ὁ ΗΘ, οὗ τὸ πρὸς τῷ Θ μέρος ἐν κνώδακι στρεφέσθω. ἐχέτω δὲ ὁ σωλὴν οὗτος καὶ ἑτέρους σωλῆνας τέσσαρας ἐγκαρσίως κειμένους καὶ διαμετροῦντας ἀλλήλους, ἐν τῷ αὐτῷ μέρει δὲ συναπτομένους τῷ ἀπὸ τῆς κορυφῆς σωλῆνι τούτῳ· οἵτινες δὴ πλάγιοι σωλῆνες ἐχέτωσαν ἐπὶ τῶν ἄκρων ἐπικαμπάς, ὥστε τὸν ἕνα πρὸς τὸν ἕτερον στρέφεσθαι· ἐπὶ τούτων δὲ τῶν σωλήνων πρὸς τοῖς ἄκροις ἐπικείσθω κύκλος συμφυὴς αὐτοῖς ὁ ΚΛΜΝ, ἐφ᾿ οὖ) [*](1 De huius capitis in singulis codicibus loco v. prolegom.) [*](2—3 καταφανήσεται AG: καταφανίζεται T 5 non disting. codd. 7 f. 〈ἐν〉 συριγγίῳ συμφυεῖ M: συμφυῆ a (ῆ ex εἴ corr A) 10 καμπὰς M: om. a spatiis litterarum quinarum vel senarum vacuis relictis) [*](17 ηθ BL: κθ CP τῷ B: τὸ CP 18 δὲ om L) [*](19 τέσσαρας B: δ΄ CP 21 τούτῳ b: om L δὴ BC δὲ P: om. L)

216
ὁ ἀὴρ διὰ τοῦ συριγγίου χωρήσει εἰς τὸν σωλῆνα, ἐκ δὲ τούτου διὰ τῶν ἀνακεκαμμένων σωληναρίων ἐξωθούμενος καὶ ἀντερείδων τῷ τεύχει τοῦ [*](221 extr.) βωμοῦ ἐπιστρέψει τὸν σωλῆνα καὶ τὰ χορεύοντα ζῴδια.

[*](197)

Ἐκ διαλειμμάτων φωναὶ γίνονται ὀρνιθαρίων οὕτως.

Ἀγγεῖον ἔσται στεγνόν, δι᾿ οὗ χώνη διεῖται, ἧς ὁ καυλὸς ἀπέχει ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ὑπέρκειται δὲ τῆς χώνης ἀγγεῖον κοῖλον ἐν κνώδαξι στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὅ [*](στήσονται τὰ ζῴδια. ἔστω δὲ καὶ ἡ τοῦ βωμοῦ ὕλη διαφανής, ἢ ἐξ ὑέλου δηλαδὴ ἢ κεράτινος, πρὸς τὸ δι᾿ αὐτῆς φαίνεσθαι τὰ χορεύοντα ζῴδια. τούτων οὕτως κατεσκευασμένων ἐὰν ἀνάψωμεν ἐπὶ τοῦ ἐπιπύρου πῦρ, θερμαινόμενος ὁ ἐν τῷ σωλῆνι ἀὴρ χωρήσει καὶ διὰ τῶν ἀνακεκαλυμμένων σωλήων καὶ στρέψει αὐτόν, ἅμα δὲ καὶ τὸν κύκλον, ἐφ᾿ οὗ τὰ ζῴδια βέβηκε, καὶ δόξει ταῦτα χορεύειν.) [*](a 216, 6 — 218, 1 Ἐκ διαλειμμάτων . . . ἐπίρρυτον ὕδωρ ═ b 216, 19—218, 19 Ἐκ διαλειμμάτων φωναὶ ὀρνιθαρίων γίνονται οὕτως.) [*](Ἀγγεῖον ἔστω στεγνόν, δι᾿ οὗ χώνη καθεῖται, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος, ὅσον ὕδατι διάρρυσιν εἶναι. ὑπερκείσθω δὲ τῆς χώνης ἀγγεῖον κοῖλον ἐν κνώδαξι) [*](2—3 〈σωληναρίων〉 inserui. cf. lin. 16, v. etiam II 11 p. 232, 1 7 ἔσται a: f. ἔστω χώνη G2 T: χῶνος AG1) [*](ὁ G2 T: om. AG1 8 ἀπέχει AG: ἀπέχων T 10 τὰ βάρη T: τὰ βάρυ AG: f. τὸ βαρὺ ἄνω a: κάτω Burneianus 81 in margine, quod Woodcroftio et Rochasio iniuria probatur) [*](12 aut ex yitro aut utique ex coniu L 13 f. τούτων 〈οὖν〉 οὕτως om. L 15 ἀνακεκαλυμμένων (-υμεν- P) b: coopertos L (═ συγκεκαλυμμένων): f. ἀνακεκαμμένων 21 δι᾿ οὖ . . . καθεῖται b: cui effusorium insideat L)

218
φέρεται ἀεὶ ἐπίρρυτον ὕδωρ. συμβαίνει οὖν κενοῦ ὄντος τοῦ ἐκνωδακισμένου ἀγγείου ὀρθὸν αὐτὸ διαμένειν· [*](198) βαρύλλιον γὰρ ἔχει | προσκείμενον τῷ πυθμένι. πληρωθέντος δὲ καταστρέφεται τὸ ὕδωρ εἰς τὸ στεγνὸν ἀγγεῖον. ὁ δὲ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διά τινος συριγγίου τὸν ἦχον ἀποτελεῖ. κενοῦται δὲ τὸ ἀγγεῖον διά τινος καμπύλου σίφωνος. ἐν ὅσῳ δὲ ἡ κένωσις γίνεται, πάλιν τὸ ἐκνωδακισμένον ἀγγεῖον πληρωθὲν καταστρέφεται. δεήσει δὲ τὴν ἐπίρρυσιν μὴ κατὰ μέσον φέρεσθαι τοῦ ἐκνωδακισμένου, ὥστε πληρωθὲν ταχέως καταστρέφεσθαι.

Καὶ ἄλλως δὲ ἐκ διαλειμμάτων ἦχοι γίνονται τόνδε τὸν τρόπον.

Ἀγγεῖόν ἐστι πλείονα ἔχον διαφράγματα πλάγια· ἐν δὲ ταῖς χώραις διαβῆταί εἰσι φέροντες εἰς τὰς ὑποκειμένας χώρας ἄνισοι ταῖς ἐπιρρύσεσιν· ἐν δὲ τῷ [*](στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὃ φέρεται ἀεὶ ὕδωρ ἐπίρρυτον.) [*](a 218, 15 —220, 21 Ἀγγεῖον . . . ἀποτελεῖ ═ b 218, 21— 220, 28: Ἀγγεῖον ἔστω πλείονα ἔχον διαφράγματα πλάγια, ἐν δὲ ταῖς χώραις διαβῆται φέροντες εἰς τὰς ὑποκειμένας χώρας, ἤγουν ἀπὸ μὲν τῆς πρώτης εἰς τὴν δευτέραν, ἀπὸ δὲ τῆς δευτέρας εἰς τὴν τρίτην καὶ ἀπὸ τῆς τρίτης εἰς τὴν τετάρτην) [*](3 βαρύλλιον AG 2  b: βαρύδιον T 1: βαρίδιον Amg. G 1 T2) [*](προσκείμενον AG b L: προκείμενον T 8 ἑκνωδάκιον A1, corr. A 2 11 καταστρέφεσθαι bL: καταφέρεσθαι a 15 f. ἔστω) [*](πλέονα T 17 sqq. de recensione a v. prolegom. adnot. ad fig. 49) [*](2 κεκνωδακισμένου B 3 γὰρ BCL: δὲ, sed γὰρ Supra scr. P 6 ἀποτελεῖν B 13 δὲ om. B)

220
ὑποκάτωἀγγείῳ πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν· εἰς δὲ τὸ ἄνω ἀγγεῖον φέρεται ἡ ῥύσις. καὶ συμβαίνει πληρωθέντος τοῦ ἄνω ἀγγείου μεταχωρεῖν διὰ τοῦ ἐν αὐτῷ διαβήτου εἰς τὸ ὑποκείμενον, ἄχρις ἂν ἐπὶ τὸ τελευταῖον παραγένηται τὸ ὑγρὸν στεγνοῦ αὐτοῦ ὄντος· ὁ δʼ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διὰ τοῦ συριγγίου τὸν ἦχον ἀποτελεῖ.

[*](καὶ καθεξῆς, ἄνισοι δὲ ταῖς ἐπιρρύσεσιν. ἐν ἑκάστῳ δὲ διαφράγματι πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν. φερομένη οὖν ἡ ῥύσις πρῶτον ἐν τῷ ἄνω ἀγγείῳ καὶ τοῦτο πληροῦσα χωρεῖν ποιεῖ τὸν ἀέρα διὰ τοῦ ἐν αὐτῇ συριγγίου καὶ οὕτως ἠχεῖν. εἶτα πάλιν διὰ τοῦ ἐν αὐτῇ διαβήτου χωροῦν τὸ ὑγρὸν εἰς τὴν κατωτέρω χώραν ποιεῖ τὸ ἐν αὐτῇ συρίγγιον ἠχεῖν καὶ ἐπὶ τῶν λοιπῶν χωρῶν ὁμοίως.)[*](19 στεγνοῦ AG: στενοῦ T αὐτοῦ codd.: f. τοῦ ὅλου ἀγ et f. στεγνοῦ τοῦ ὅλου ἀγγείου ὄντος post ἀποτελεῖ (20) transpon. τούτῳ: f. ἑκάστῳ 〈ἀγγείῳ〉, nisi forte στεγνοῦ . . . ἀποτελεῖ interpolata sunt. cf. p. 218, 4—6)[*](24. 25 αὐτῇ b: f. αὐτῷ 26 κατωτέρω BC: κατωτέραν P)
222

Καὶ σφαῖραι δὲ ὀχοῦνται ἐπʼ ἀέρος οὕτως.

Lέβης ὕδωρ ἔχων ὑποκαίεται ἐπιπεφραγμένος τὸ στόμα· ἀπὸ δὲ τοῦ ἐπιφράγματος ἀνατείνεται σωλήν, οὗ ἐκ τοῦ ἄκρου ἡμισφαίριον κοῖλον συντέτρηται. ἐὰν οὖν κοῦφον σφαιρίον ἐμβάλωμεν εἰς τὸ ἡμισφαίριον, συμβήσεται τὴν ἐκ τοῦ λέβητος ἀτμίδα διὰ τοῦ σωλῆνος φερομένην ἀνακουφίζειν τὸ σφαιρίον εἰς τὸν ἀέρα, ὥστε ἐποχεῖσθαι.

[*](199)

Γίνεται δὲ καὶ σφαῖρα διαφανὴς ἔχουσα ἐντὸς ἑαυτῆς ἀέρα καὶ ὑγρὸν καὶ ἐντὸς αὑτῆς ἐν μέσῳ σφαιρίον εἰς ὑπόδειγμα τοῦ κόσμου.

Γίνεται γὰρ δύο ἡμισφαίρια ὑάλινα· τὸ δὲ ἓν αὐτῶν ἐπιφράσσεται λεπίδι χαλκῇ τρύπημα ἐχούσῃ ἐν μέσῳ στρογγύλον· τούτῳ δὲ σφαιρίον γίνεται ἔλαττον κοῦφον, καὶ ἐμβάλλεται τὸ σφαιρίον εἰς ὕδωρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. εἶτα προστίθεται τούτῳ τὸ διαπεφραγμένον ἡμισφαίριον, καὶ ποσοῦ ὑγροῦ ἐξαιρεθέντος ἐκ τοῦ ὕδατος καθέξει τὸ σφαιρίον ὁ ἐν μέσῳ τόπος. προστεθέντος οὖν τοῦ ἑτέρου ἡμισφαιρίου ἀποτελεῖται τὸ προκείμενον.

[*](4 στόμα AG: στόμιον T 8 εἰς τὸν ἀέρα om. Τ 1, add. Τ 2 9 ὑποχεῖσθαι T 10 caput distinguunt G T: non dist A(?)bL: interpolatum existimat Rochas p. 156 adnot. 12 αὐτῆς scripsi: αὐτῆς a 16 δὲ 〈ἁρμοστὸν〉 18 προτίθεται G 20 ὕδα- τος: f. ἡμισφαιρίου τῷ μέσῳ A 2 Τ 22 ἀποτελεῖται b L: ἀποτελεῖ a)[*](2 καὶ . . . οὕτως a: καὶ σφαῖραι δὲ ὀρχοῦνται διὰ κατα- σκευῆς τοιαύτης b 8 εἰς τὸν ἀέρα om. bL 9 ἐποχεῖσθαι:)
224
[*](200)

Ἡ καλουμένη λιβὰς στάξει, ἡλίου ἐπιβαλόντος αὐτῇ.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, διʼ ἧς χώνη διώσθω, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχὺ λίαν. ἔστω δὲ καὶ σφαιρίον τὸ ΕΖ, ἀφʼ οὖ σωλὴν φερέτω εἰς τὴν βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τοῦ τεύχους τοῦ σφαιρίου βραχύ. καμπύλος δὲ σίφων ἐναρμοσθεὶς εἰς τὸ σφαιρίον φερέτω εἰς τὴν χώνην, καὶ ἐμβεβλήσθω εἰς τὸ σφαιρίον ὕδωρ. ὅταν οὖν ὁ ἥλιος ἐπιβάλῃ τῷ σφαιρίῳ, θερμανθεὶς ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλίψει τὸ ὑγρόν, ὃ δὴ διὰ τοῦ Η σίφωνος ἔξω ἐνεχθήσεται καὶ διὰ τῆς χώνης εἰς τὴν βάσιν χωρήσει. ὅταν δὲ ἐπισκιασθῇ, ἐκχωρήσαντος τοῦ ἀέρος διὰ τοῦ σφαιρίου ὁ σωλὴν ἀναλήψεται τὸ ὑγρὸν καὶ ἀναπληρώσει τὸν κενωθέντα τόπον· καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ὁ ἥλιος ἐπιβάλῃ.

Θύρσον εἰς ὕδωρ χαλάσαντα ἦχον ἀποτελέσαι ἤτοι σύριγγος ἢ ὀρνέου τινός.

Ἔστω θύρσος ὁ ΑΒΓ∠ τρῆμα ἔχων κατὰ τὴν τοῦ κορύμβου κορυφὴν τὸ ∠· κοῖλος δὲ ἔστω ὁ κόρυμβος [*](2 ἐπιβαλόντος ABCG: ἐπιβάλλοντος PT 7 καὶ Ab: om G T) [*](9 f. ὕδωρ 〈διά τινος τρυπήματος, ὅ μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω〉. cf. p 228, 3—4 12 ἔξω ἐνεχθήσεται AG 1 ἐξενεχθήσεται G 2 TbL 18 Θύρσον κατασκευάσαι, ὥστε χαλα σθέντα εἰς ὕδωρ ἦχον ἀποτελέσαι κτε Vindob. 120 21 ὁ om. T) [*](3 αβγ b 5 φερέσθω b 6 ἀπὸ om. b 10 ἐπιβάλῃ BC: ἐπιβάλλῃ P, ut lin. 16 13 τοῦ ἀέρος om. bL 14 ὁ σωλὴν: spherula L 18 χαλάσαντα: descendentem L)

226
καθάπερ στρόβιλος καὶ τὸν καυλὸν ἐχέτω διαπεφραγμένον μικρὸν ὑπὸ τὸ στόμα τῷ ΑΕ διαφράγματι· τούτῳ δὲ προσκείσθω συρίγγιον τὸ Ζ ὑπὸ τὸ στόμα κείμενον τοῦ σωλῆνος καὶ συντετρημένον τῷ διαφράγματι. ὅταν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς ὕδωρ θλίβωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ἐκ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ ἔχῃ καὶ ποσὸν ὑδάτιον ὑπὲρ τὸ διάφραγμα, καχλάζων ἔσται ἦχος.

[*](201)

Ζῳδίου ἐπὶ βάσεως ὄντος καὶ ἔχοντος ἐν τῷ στόματι σάλπιγγα, ἐὰν ἐμφυσήσωμεν, σαλπίσει.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐφεστάτω ζῴδιον· ἐντὸς δὲ τῆς βάσεως ἡμισφαίριον ἔστω κοῖλον ἐπιπεφραγμένον τὸ ΕΖΗ ἔχον παρὰ τὸν πυθμένα τρυπημάτια· ἐκ δὲ τοῦ ἡμισφαιρίου ἀνατεινέτω σωλὴν [*](a 5—9 ὅταν οὖν . . . ἦχος ═ b 17—22: ἐὰν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς τὸ ὕδωρ θλίψωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ὑπὸ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ καὶ ὑδάτιόν τι ἐπάνω τοῦ διαφράγματος, καχλάζων ἔσται ὁ ἦχος.) [*](2 τὸ om. T 1 2—3 τῷ ΑΕ . . . στόμα om. Α 1, add. A 2 mg. (iterato κείμενον) 9 ὑπὲρ A 2: ὑπὸ A 2 G T ὁ ἠχος Vind. 120) [*](15 παρὰ A (═ π quod scripturae compendium saepe a libra- riis falso legitur), T 1: περὶ G T 2 bL) [*](1 καθάπερ στρόβιλος: ad coni simlitudinem L 3—5 τού- τῳ . . . διαφράγματι om. CP 16 ἀνατεινέσθω BL 21 τι om. P)

228
ὁ ΘΖ εἰς τὸ ζῴδιον φέρων ἐπὶ τὴν σάλπιγγα· ἐχέτω δὲ καὶ γλωσσίδα ἡ σάλπιγξ. κεχύσθω δὲ εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω σμηρίσματί τινι. ὅταν οὖν ἐμφυσῶ [*](202) μεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον· ὅταν δὲ ἀποσπάσωμεν, πάλιν εἰσελεύσεται εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.

Λέβητος ὑποκαιομένου σφαιρίον πρὸς κνώδακα κινεῖσθαι.

Ἔστω λέβης ὑποκαιόμενος ἔχων ὕδωρ ὁ ΑΒ καὶ ἐπιπεφράχθω τὸ στόμιον τῷ Γ∠ πώματι· τούτῳ δὲ συντετρήσθω σωλὴν ἐπικαμπὴς ὁ ΕΖΗ, οὗ τὸ ἄκρον [*](a 2—11 κεχύσθω δὲ . . . ἀποτελέσει ═ b 18—26: καὶ κεχύσθω εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, ἣ μετὰ τὴν ἔγχυσιν πάλιν ἐστεγνώσθω σμηρίσματί τινι. ἐὰν οὖν ἐμφυσήσωμεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον. ὅταν δὲ παύσωμεν ἐμφυσῶντες, πάλιν ἐπαναστρέψει εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.) [*](2 γλωσσίδα BM: γλωσσίδια aCP: lingulam L 7 μετά- βασιν G 2 μετεωριζόμενον G 2 Τ 1: μηξωριζόμενον AG 1 Τ 2) [*](13 πρὸς: f. περὶ. cf. 204, 12 15 ἔχων Tb: ἔχον AG) [*](17 ἐπικαμπὴς (-ῆς AG) a: ἐπικαμπτὸς b τὸ ἄκρον τὸ η bL) [*](22 τῶν CP: τινων BL 24 de παύω intrans. usurp. v. lex.)

230
εἰς κοῖλον σφαιρίον ἐνηρμόσθω τὸ ΘΚ τῷ δὲ ἄκρῳ τῷ Η κατὰ διάμετρον ἔστω κνώδαξ ὁ ΛΜ βεβηκὼς ἐπὶ τοῦ Γ∠ πώματος. ἡ δὲ σφαῖρα ἐχέτω δύο σωληνάρια ἐπικαμπῆ κατὰ διάμετρον συντετρημένα αὐτῇ καὶ ἐπικεκαμμένα ἐναλλάξ. αἱ δὲ καμπαὶ ἔστωσαν πρὸς ὀρθὰς ἐπινοούμεναι καὶ διὰ τῶν Η, Λ εὐθειῶν. συμβήσεται οὖν θερμαινομένου τοῦ λέβητος τὴν ἀτμίδα διὰ τοῦ ΕΖΗ εἰς τὴν σφαῖραν ἐμπίπτουσαν ἐκπίπτειν διὰ τῶν [*](1—2 ἄκρῳ τῷ BCG 2 Τ 1: ἄκρον τὸ AG 1 P 19 καὶ G 2 T: om. AG 1 20 an ΗΖ, ΜΛ? 23—24 τοῦ εζη σωλῆνος Par. 2512, Voss. 19) [*](1 σφαιρίον om. P 2 τῷ Η: τὸ θ P 18—21 ἐπινοούμεναι . . . εὐθειῶν om. b L)
232
ἀνακεκαμμένων σωληναρίων εἰς τὸ πῶμα καὶ στρέφειν τὴν σφαῖραν, καθάπερ ἐπὶ τῶν χορευόντων ζῳδίων.

Κρατῆρος ὄντος ἐπί τινος βάσεως καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα μεταξὺ τοῦ ῥέειν παύσασθαι μὴ ὄντος ἁρμοστοῦ πώματος τοῦ κλείοντος τὸν κρουνόν.

Ἔστω κρατὴρ ὁ ΑΒ ἐπὶ βάσεως τῆς Γ. διὰ δὲ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τῆς βάσεως σωλὴν διώσθω ὁ ∠ΕΖ εἰς κρουνὸν ἀποδεδομένος. ἐπὶ δὲ τοῦ ὠτίου τοῦ κρατῆρος κανόνιον ἐφεστάτω τὸ ΗΘ πεπηγός, πρὸς ὅ κηλωνευέσθω ἕτερον τὸ Κ Λ περὶ περόνην τὴν Θ· ἐκ δὲ τοῦ Κ ἄκρου κανόνιον καθείσθω [*](203) ἕτερον τὸ Κ Μ περὶ μὲν τὸ Κ περόνῃ | κινούμενον· πρὸς δὲ τῷ Μ πυξίδα ἐχέτω τὴν ΝΞ βάρος ἔχουσαν καὶ δυναμένην περιβαίνειν περὶ τὸν ∠Ε Ζ σωλῆνα. ὅταν οὖν πλήρους ὄντος τοῦ κρατῆρος πιέσωμεν τὸ ἄκρον τοῦ κανόνος εἰς τὸ κάτω μέρος, ἀνενεχθήσεται ἡ ΝΞ πυξίς· ταύτης δὲ ἐπαρθείσης τὸ ἐν τῷ κρατῆρι ὕδωρ διὰ τοῦ ∠ΕΖ σωλῆνος ἔξω ἐνεχθήσεται· [*](1 σωληναρίων inserui ex bL στρέφειν σωληναρίων Μ 2) [*](2 τὴν Vindob 120, b: εἰς τὴν a σφαῖραν AG T 2, b: χώ- ραν T, ἐπὶ AG: καὶ ἐπὶ T ζωδίων AG 1 (ζοδ- G 1) T 2 ζωδαρίων G 2 T 1 12 καθείσθω Tb: καθίσθω AG 13 μὲν om T 1, add. T2 περόνη Tb: περόνην AG 14 τῶ BCT: τ AGP πυξίδα Tb. πυξίδια AG 18 νξ G 2 Tb: μξ AG 1 (μ ex ν corr. A)) [*](1 εἰς τὸ πῶμα om bL 2 καθάπερ . . . ζῳδίων om bL) [*](10 τοῦ κρατῆρος om bL 10—11 ἐφεστάτω πεπηγὸς τὸ ηθ tr. BC 11 πεπηγός om. P 14 ἐχέτω a: habeat L: ἔχον b) [*](19 διὰ . . . σωλῆνος om. L ἔξω ἐνεχθήσεται APL: ἐξ- ενεχθήσεται BC)

234
ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ περικείσεται τῷ ∠ΕΖ σωλῆνι, καὶ ὁ ἐν αὐτῇ ἀὴρ μὴ ἔχων διέξοδον διαστέλλει τὸ περὶ τὸν ∠ΕΖ σωλῆνα ὑγρόν, ὥστε μηκέτι φέρεσθαι διὰ τοῦ ∠ στομίου. ὅταν δὲ πάλιν πιέσωμεν εἰς τὸ κάτω μέρος τὸ Λ ἄκρον, ῥεύσει ὁ κρουνός.

Ῥυτοῦ κατασκευή, ὥστε ἐπικειμένου ὑελίνου ἐπιθέματος καὶ ἐκρέοντος τοῦ ῥυτοῦ προσαναβαίνειν τῷ [*](204) ὑαλίνῳ καὶ ἀναβάλλεσθαι τὸ ὑγρόν.

Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἐπιπεφραγμένον τῷ ∠Ε ἐπιφράγματι· ἐκ δὲ τοῦ ∠Ε δύο σωλῆνες φερέτωσαν οἱ ΖΗ, ΘΚ, ὧν ὁ μὲν ΖΗ εἰς τὸ ἐκτός, ὁ δὲ ΘΚ εἰς τὸ ἐντός. τούτους δὲ περιλαμβανέτω ὑέλινον ἐπίθεμα [*](a 1—6 ἐὰν δὲ ἀφῶμεν . . . ὁ κρουνός ═ b 16—19: 15 ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ περικείσεται τῷ ∠ΕΖ σωλῆνι καὶ ἐμφράξει αὐτόν, ὥστε μηκέτι ῥεῖν. ὅταν δὲ πάλιν πιέσωμεν τὸ Λ ἄκρον εἰς τὸ κάτω μέρος, ῥεύσει ὁ κρουνός.) [*](a 234, 11—236, 14 Ἔστω ῥυτὸν . . . τὸ ═ b 234, 21—236, 32: Ἔστω ῥυτὸν τὸ ΑΒΓ ἐπιπεφραγμένον τῷ ∠Ε ἐπίφράγματι· ἐκ δὲ τοῦ ∠Ε δύο σωλῆνες φερέτωσαν οἱ ΖΗ, ΘΚ, ὧν ὁ μὲν ΖΗ εἰς τὸ ἐκτὸς τοῦ πυθμένος τοῦ ῥυτοῦ, ὁ δὲ ΘΚ εἰς τὸ ἐντός. τούτους δὲ περιλαμβανέτω) [*](1 καταχθήσεται AG Τ2: κατενεχθήσεται Τ1 3 διαστέλλει AG Τ2: διασταίη Τ1: f. διαστελεῖ 9 ῥυτοῦ ab: ὑγροῦ Vind. 120) [*](10 f. ὑαλίνῳ 〈ἐπιθέματι〉 ὑγρὸν AG b: ὕδωρ T 11 ἐκ- πεφραγμένον T 12 δε ἐπιφράγματος Voss. 19 δύο om. 1 add. Τ2 φερέσθωσαν T1, corr. Τ2 13 οἱ T: ἡ AG 14 τὸ om. T f ἐντὸς 〈φερέτω〉 τούτους AG Τ2: τούτω T 1) [*](10 ὑελίνῳ b, Vind. 120 18 ῥεῖν BC: ῥεύσει P, υσει e corr. 24 f. ἐντὸς 〈φερέτω〉, deferatur L)

236
τὸ ΜΝ. ἔστω δὲ τῷ ἐπιφράγματι ἐκ τοῦ ὑελίνου διαύγιον τὸ Ξ, διʼ οὗ ὕδωρ ἐγχυθήσεται. πληρωθέντος οὖν τοῦ ῥυτοῦ διὰ τοῦ εἰρημένου διαυγίου, συμπληρωθήσεται καὶ ὁ ΘΚ σωλήν· καὶ ἐγχυνομένου τοῦ ὑγροῦ, προσαναβήσεται εἰς τὸ ὑέλινον,  ὥστε διὰ  ΖΗ σωλῆνος εἰς τὸ ἐχτὸς ἐνεχθήσεται· καὶ ἔσται σίφωνος καμπύλου τάξις, οὗ τὸ μὲν ἔλασσον σκέλος τὸ ΘΚ, τὸ δὲ μεῖζον τὸ ΖΗ. διὸ δὴ ἐπισπάσεται τὸ ἐν τῷ ῥυτῷ ὑγρὸν προσαναβαῖνον εἰς τὸ ὑέλινον ἐπίθεμα. πρότερον δὲ τὸν ἐν αὐτῷ ἀέρα ἐπισπάσεται διὰ τὸ κουφότερον εἶναι τοῦ ὑγροῦ. εἰς δὲ τὸν κενούμενον τοῦ ἀέρος τόπον τὸ ὑγρὸν ἀναβαλλόμενον φανήσεται καὶ τῷ ἰδίῳ βάρει καταφερόμενον· παρὰ φύσιν γὰρ αὐτῷ ἡ φορὰ εἰς τὸ ἄνω μέρος γίνεται.

[*](ὑέλινον ἐπίθεμα τὸ ΜΝ ἀκριβῶς ἡρμοσμένον καὶ ἐστεγνωμένον τῷ ῥυτῷ. διὰ δὲ τοῦ ὑελίνου ἐπιθέματος καὶ τοῦ ἐπιφράγματος καθείσθω σωλὴν ὁ ΞΟ, διʼ οὗ τὸ ὕδωρ ἐγχυθήσεται. πληρωθέντος οὖν τοῦ ῥυτοῦ διὰ τοῦ τοιούτου σωλῆνος, συμπληρωθήσεται καὶ ὁ ΘΚ σωλήν, καὶ προσαναβήσεται διʼ αὐτοῦ εἰς τὸ ὑέλινον ἐπίθεμα, ὥστε καὶ διὰ τοῦ Ζ Η σωλῆνος εἰς τὸ ἐκτὸς ἐκχυθήσεται καὶ ἔσται σίφωνος καμπύλου τάξις, οὗ τὸ μὲν ἔλασσον σκέλος ἔσται τὸ ΘΚ, τὸ δὲ μεῖζον τὸ ΖΗ.)
238

Ἔστι δὲ καὶ ἄλλο κατασκεύασμα, ἐν ᾧ ὑγρὸν ἀναφέρεται ἡρέμα καὶ μένει, ὥστε ἀεὶ προσαναβαῖνον ὁρᾶσθαι.

Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα ἔχουσα τὸ Γ∠, ὑέλινον δὲ ἐπίθεμα κυλινδρικὸν τὸ ΕΖ καὶ αὐτὸ στεγνὸν πάντοθεν· ἐν δὲ τῷ ΕΖ ἐπιθέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης αὐτοῦ βραχύ, συντετρημένος δὲ τῷ Γ∠ διαφράγματι. ἕτερος δὲ σωλὴν ὁ Κ Λ συντετρήσθω μὲν τῷ ἐπιφράγματι τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ διαφράγματος βραχύ. ἔστω δὲ καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου ἐπιθέματος ὀπὴ ἡ Μ, διʼ ἧς πληρωθήτω τὸ Α ∠ ἀγγεῖον. ἐχέτω δὲ καὶ ἡ ΑΒ βάσις κρουνὸν παῤ αὐτὸν τὸν πυθμένα, [*](a 238, 5—242, 7 Ἔστω τις βάσις . . . διὰ τῆς Μ ὀπῆς ═ b 238, 20—242, 27: Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα ἔχουσα τὸ Γ∠· ὑέλινον δὲ ἐπίθεμα ἔστω κυλινδρικὸν ἐπʼ αὐτῆς συνεστεγνωμένον αὐτῇ ἀσφαλῶς τὸ ΕΖ. ἐν δὲ τῷ EΖ ἐπιθέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης αὐτοῦ βραχύ, συντετρημένος 〈δὲ〉 τῷ Γ∠ διαφράγματι. ἕτερος δὲ σωλὴν ὁ Κ Λ συντετρήσθω μὲν τῇ στέγῃ τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ διαφράγματος βραχύ. ἔστω δὲ καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου ἐπιθέματος ὀπὴ ἡ Μ, διʼ ἧς πληρωθήσεται τὸ Α∠ ἀγγεῖον. ἐχέτω δὲ καὶ ἡ) [*](2 καὶ om. T 1, add T 2 7 τῷ A2G T: τὸ A 1 7—8 ἐπι- θέματι A2 G T1 : ἐπίθεμα A1 T 2 12 ἀπεχέτω T: ἀπέχων AG) [*](16 αδ G2 T: αβ AG 1)

240
[*](205) τὸν Ν. ἔστω δὲ καὶ | ἕτερος σωλὴν ὁ ΞΟ συντετρημένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ ἀπὸ τῆς βάσεως βραχύ, διʼ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. καταληφθέντος οὖν τοῦ Ν κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ καὶ τοῦ Κ Λ καὶ τῆς Μ ὀπῆς εἰς τὸ ἐκτός. ὅταν οὖν πληρωθῇ τὸ Γ Β ἀγγεῖον, πληρώσωμεν καὶ τὸ Α∠ διὰ τῆς Μ ὀπῆς· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ διὰ τῆς ὀπῆς ἐκχωρήσει. ἐὰν οὖν ἀφῶμεν τὸν Ν κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ ΗΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τούτου τόπον ἐκ τοῦ Α∠ ἀγγείου ὕδωρ προσαναβήσεται διὰ τοῦ Κ Λ σωλῆνος. πάλιν δὲ εἰς τὸν κενούμενον τόπον τοῦ Α∠ ἀγγείου ὁ ἀὴρ διὰ τῆς Μ ὀπῆς παρεισελεύσεται· καὶ τοῦτο ἔσται, ἄχρις ἂν πληρωθῇ τὸ ὑέλινον ἐπίθεμα. [*](ΑΒ βάσις κρουνὸν παῤ αὐτὸν τὸν πυθμένα τὸν Ν. ἔστω δὲ καὶ ἕτερος σωλὴν ὁ ΞΟ συντετρημένος τῇ τε στέγῃ καὶ τῷ διαφράγματι τῆς βάσεως, ἀπέχων δὲ τῆς στέγης βραχύ, διʼ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. καταληφθέντος οὖν τοῦ κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχωρήσει διά τε τοῦ ΘΗ καὶ τοῦ Κ Λ καὶ ἔτι τῆς Μ ὀπῆς εἰς τὸ ἐκτός. πληρώσομεν δὲ καὶ τὸ Α ∠ διὰ τῆς Μ ὀπῆς, τοῦ ἐν αὐτῷ ἀέρος ἐκχωρήσαντος διὰ τοῦ Π διαυγίου, ὃ μετὰ τὴν πλήρωσιν ἀποφράξομεν. ἐὰν οὖν ἀφῶμεν τὸν κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ HΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τοῦ ὑελίνου τόπον ἀπὸ τοῦ Α ∠ ἀγγείου τὸ ὑγρὸν προσαναβήσεται διὰ τοῦ ΛΚ σωλῆνος. δεήσει οὖν) [*](1 δὲ AG: δὴ T 2 f. ἀπὸ 〈τοῦ πυθμένος〉 5 τοῦ ΚΛ scripsi: τῆς κλ a 6—7 πληρώσωμεν AG: πληρώσομεν T) [*](9 βγ G 11 τόπον τούτου tr. T 14 τῆς μ ὀπῆς A 1 G 1 :)
242
δεήσει δὲ τὰ Α∠, ΓΒ, ΕΖ χωρήματα ἴσα εἶναι, ὅπως εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ κενω θῇ  τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συνέχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου ὕδωρ εἰς τὸ Α∠ ἀγγεῖον, τοῦ ἀέρος μεταχωροῦντος διὰ τοῦ Ν κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα· ὁ δὲ ἐν τῷ Α∠ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.

Εἰς ἔνια ζῴδια ἐμφυσηθέντα διὰ τοῦ στόματος διʼ ἑτέρου τόπου ὕδωρ ἐκπυτίζει· οἷον ἐὰν Σατυρίσκος ἀσκὸν κατέχῃ, διὰ τοῦ ἀσκοῦ ἐκπυτισθήσεται.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐπικείσθω τὸ ζῴδιον, καὶ διὰ τοῦ στόματος τοῦ ζῳδίου σωλὴν διώσθω ὁ ΕΖ συντετρημένος τῇ βάσει καὶ ἔχων ὑποκείμενον πλατυσμάτιον τὸ ΗΘ ἐπιφράσσον τὸ Ζ τρῆμα τοῦ σωλῆνος καὶ. ἀνεχόμενον ὑπὸ περονίων κωλυμάτια ἐχόντων πρὸς τὸ μηκέτι ἐκπίπτειν τὸ [*](206) πλατυσμάτιον. | ἕτερος δὲ σωλὴν ὁ ΚΛ διὰ τῆς βάσεως διώσθω, οὐ τὸ μὲν Κ ἄκρον προσκείσθω τῷ ---, διʼ οὗ βουλόμεθα τὸ ὕδωρ ἐκπυτίζεσθαι. τὸ δὲ Λ ἀπεχέτω [*](τὰ Α∠, ΓΒ, ΕΖ διαχωρήματα ἴσα εἶναι ἀλλήλοις, ὅπως εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ κενωθῇ τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συνέχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου τὸ ὕδωρ εἰς τὸ Α∠ ἀγγεῖον, τοῦ ἀέρος μεταχωρήσαντος διὰ τοῦ κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα· ὁ δὲ ἐν τῷ Α∠ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.) [*](3 διασταθῇ AG Τ 2 : σταθῇ T ἡ: ἡ διὰ Rochas 9 ἐμ- φυσηθέντα AGT2: διαφυσηθέντα Τ 1 19 προκείσθω G) [*](f. τῷ 〈τόπῳ〉. cf. lin. 10. p. 254, 6: τῷ στόματι τοῦ ἀσκοῦ Paris. 2512, Voss. 19 m. 2 20 βουλώμεθα T)

244
τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ Κ ἄκρον αὐτοῦ ἐχέτω σμηρισμάτιον, διʼ οὗ ἀποκλεισθήσεται τὸ Κ στόμιον αὐτοῦ λεπτὸν ὑπάρχον. ἐγχέοντες οὖν εἰς τὴν βάσιν ποσὸν ὑγρὸν διά τινος ὀπῆς, ἣν μετὰ τὴν ἔγχυσιν ἀποστεγνώσομεν, ἐὰν ἀποκλείσαντες τὸ Κ στόμιον ἐμφυσήσωμεν διὰ τοῦ ΕΖ σωλῆνος ἀέρα, ὁ ἐμφυσηθεὶς ἀὴρ παρώσει τὸ πλατυσμάτιον καὶ κατενεχθήσεται εἰς τὴν βάσιν, καὶ τούτου πλεονάκις γινομένου πιληθήσεται ὁ ἐν τῇ βάσει ἀὴρ καὶ ἀποκλείσει τὸ πλατυσμάτιον. ἀνοιχθέντος οὖν τοῦ σμηρίσματος, μετʼ ὀλίγον χρόνον ὁ πιληθεὶς ἀὴρ ἐκθλίψει τὸ ἐν τῇ βάσει ὑγρὸν διὰ τοῦ Κ στομίου μετὰ πολλῆς βίας,
246
ἄχρις ἂν ἤτοι πᾶν ἐκπυτισθῇ τὸ ὑγρὸν καὶ ὁ ἀὴρ εἰς τὴν κατὰ φύσιν τάξιν κατασταθῇ, τουτέστιν ὅταν πίλησιν ἐν ἑαυτῷ μηκέτι ἔχῃ.

Ἔνια δὲ ἀγγεῖα κατʼ ἀρχὰς ἐγχυθέντος τοῦ ὑγροῦ ῥέει· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει ἐγχυνομένου τοῦ ὑγροῦ, ἄχρι διʼ ἡμίσους γένηται· καὶ τότε ἄρχεται ῥέειν· διαλείμματος δὲ γενομένου οὐκέτι ῥέει, ἄχρις ἄν πληρωθῇ.

Ἔστω γὰρ ἀγγεῖον τὸ ΑΒ ἔχον ἐν ἑαυτὸ τρεῖς καμπύλους σίφωνας τοὺς Γ ∠, Ε κεκρυμμένους ἐν τῇ γάστρᾳ, ὧν τὰ μὲν ἕτερα σκέλη πρὸς τῷ πυθμένι ἔστω τοῦ ἀγγείου, τὰ δὲ ἕτερα ἐκτὸς φερέτω εἰς κρουνοὺς διεσκευασμένα. τοῖς δὲ ἐκτὸς ἄκροις αὐτῶν προσκείσθω ἀγγεῖα τὰ Ζ, Η, Θ, ὧν οἱ πυθμένες ἀπεχέτωσαν ἀπὸ τῶν στομίων ὅσον ὕδατι διάρρυσιν. πάντα δὲ περιειλήφθωσαν ἑτέρῳ ἀγγείῳ καθάπερ βάσει [*](207) τῇ Κ ΛΜΝ κρουνὸν ἐχούσῃ τὸν Ξ. καὶ ὁ | μὲν Γ διαβήτης τὴν κυρτότητα ἐχέτω πρὸς αὐτῷ τῷ πυθμένι, ὁ δὲ ∠ πρὸς τῷ ἡμίσει τοῦ ὕψους τοῦ Α Β ἀγγείου, ὁ δὲ E παῤ αὐτὸν τὸν τράχηλον. ἐὰν οὖν ἐγχέωμεν ὕδωρ εἰς τὸ ΑΒ ἀγγεῖον, κατʼ ἀρχὰς μὲν ῥεύσει διὰ [*](1 ἤτοι AG T 2: om T1 καὶ ab: f ἢ 21 ἐγχέωμεν ἐχέτω μὲν T 1, corr. T 2) [*](1 ἤτοι om. bL 3 αὐτῶ b 6—7 ἐγχυνομένου τοῦ ὑγροῦ om. L 8 πάλιν ἄρχεται b (ἄρχεσθαι P): iterum in- cipiunt L 12 γάστρᾳ a: κοιλίᾳ τοῦ ἀγγείου bL 14 αὐτῶν om. CP 15 ἀγγεῖα a: ἀγγείδια bL 16 στομίων τῶν σωλή- νων b L 19 πυθμένι aL: πυθμένι τοῦ ἀγγείου b 20 ὁ δὲ . . . ἀγγείου om. P)

248
τοῦ Γ διαβήτου, ἐπείπερ ἡ κυρτότης αὐτοῦ πρὸς τῷ πυθμένι ἐστίν· ἐὰν δὲ διαλίπωμεν, κενωθήσεται μὲν τὸ ὑγρὸν τὸ ἐγχυθὲν διὰ τοῦ Ξ κρουνοῦ, τὸ δὲ Ζ ἀγγεῖον καταλειφθήσεται πλῆρες ὕδατος· τὸ δὲ λοιπὸν τοῦ Γ σίφωνος μέρος ἔσται ἀέρος πλῆρες. ὅταν οὖν πάλιν ἐπιχέωμεν τὸ ὑγρόν, οὐ χωρήσει διὰ τοῦ  Γ σίφωνος διὰ τὸ ἀέρα εἶναι ἐν τῷ Γ σίφωνι μεταξὺ τοῦ τε ἐγχυνομένου καὶ τοῦ ἐν τῷ Ζ ἀγγείῳ ὕδατος. προσαναβήσεται οὖν τὸ ὑγρὸν ἄχρι τῆς τοῦ ∠ διαβήτου καμπῆς, ἥτις πρὸς τῷ ἡμίσει μέρει ἐστί. καὶ τότε ἄρχεται ῥέειν. διαλείμματος δὲ γενομένου πάλιν τὸ αὐτὸ συμβήσεται, ὃ καὶ ἐπὶ τοῦ Γ εἴρηται. τὰ δʼ αὐτὰ καὶ ἐπὶ τοῦ Ε διαβήτου νοείσθω. δεήσει δὲ τὸ ἐγχυνόμενον ὑγρὸν ἠρέμα ἐγχύνειν πρὸς τὸ μὴ ὑπὸ τῆς βίας ἐκθλιβῆναι τὸν ἐναπολαμβανόμενον ἐν τοῖς σίφωσιν ἀέρα.

[*](a 5 — 16 ὅταν οὖν . . . ἀέρα ═ b 17—28: ὅταν οὖν πάλιν ἐπεγχέωμεν τὸ ὑγρόν, οὐ χωρήσει διὰ τοῦ Γ σίφωνος διὰ τὸ τὸν ἐν τῷ Γ σίφωνι ἀέρα μὴ δύνασθαι ἐξελθεῖν διὰ τοῦ πρὸς τῷ Ζ ἀγγείῳ στομίου πεφραγμένου ὄντος ὑπὸ τοῦ ἐν τῷ αὐτῷ Ζ ἀγγείῳ ὕδατος. προσαναβήσεται οὖν τὸ ὑγρὸν ἄχρι τῆς τοῦ ∠ διαβήτου καμπῆς, ἥτις πρὸς τῷ ἡμίσει μέρει τοῦ ἀγγείου ἐστί· καὶ τότε ἄρξεται ῥέειν· διαλείμματος δὲ γενομένου πάλιν τὸ αὐτὸ συμβήσεται, ὃ καὶ ἐπὶ τοῦ Γ εἴρηται. τὰ δʼ αὐτὰ καὶ ἐπὶ τοῦ Ε διαβήτου νοείσθω. δεήσει δὲ τὸ ἐγχυνόμενον ὕδωρ ἠρέμα ἐγχύνειν πρὸς τὸ μὴ ὑπὸ τῆς σφοδρότητος καὶ τῆς βίας ἐκθλίβεσθαι τὸν ἐν τοῖς ἄλλοις σίφωσιν ἀέρα.)[*](2 διαλείπωμεν PT 3 ξ Ab: ζ G T 6 ἐπιχέωμεν AG: ἐπεγχέωμεν T ἐπεγχέωμεν πάλιν τὸ ὑγρὸν tr. T 13 ε G 2 T: om AG 1)[*](21 ἀγγείω P: ἀγγείου BC 22 ∠ om. L 26 oportet L)