Gnomologium Epicteteum (e Stobaei libris 1-2)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

Ἐπικτήτου. Θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον.

Θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλʼ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.

Παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διη νεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.

Μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλʼ ἀρετῇ χαίρεις.

Μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος.

Ἐπικτήτου. Ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ διʼ ἐπίπληξιν ἀποστραφῇ, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.

Ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρ‹ε›ιοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκον ομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστʼ, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μι μοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.

Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δω ροῦνται, ἀλλʼ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπ ηγγείλαντο καὶ διέθεσαν.

Οὐ τὰ χρήματα φίλοι, ἀλλʼ ὁ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτʼ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῇ θεόν· φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.