Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά.

τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται;

ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν.

τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε. σὺ λέγεις οὔ· ἀλλὰ παρʼ ἄλλου. μή, ἀλλὰ παρὰ σεαυτοῦ.

λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω τίνι ἀπειλεῖ; ἂν λέγῃ δήσω σε, φημὶ ὅτι ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.

ἂν λέγῃ τραχηλοκοπήσω σε, λέγω τῷ τραχήλῳ ἀπειλεῖ. ἂν λέγῃ εἰς φυλακήν σε βαλῶ, ὅλῳ τῷ σαρκιδίῳ· κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό.

— σοὶ οὖν οὐδὲν ἀπειλεῖ; — εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν· εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ.

τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπʼ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπʼ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει;

ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; — μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν;

τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι.

ναί· ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω. καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν;

ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; προσάγων, φησίν, αὐτῷ φόβον νικήσω. ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπʼ ἄλλου ἐνικήθη· προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν.

διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος· τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος.

κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός. πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν.

ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δʼ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;

Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπʼ Ἀθηναίων;— ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε· ἵνʼ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ;

ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ;

τίνι προσσχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ. καὶ πάλιν εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.

ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις· οὐδʼ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ κρεῖσσόν ἐστιν.

σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου.