Stromateis

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως

297 S
828 P
εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους ἀποκαλοῦντας τοὺς τὸν τῷ ὄντι θεὸν ἐγνωκότας. ἐναργεστέροις δ᾿. οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λό
829 P
γοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ᾿ αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως παρεσχήκασι. τῶν δὲ λέξεων τῶν προφητικῶν ἐπὶ τοῦ παρόντος οὐκ ἐπιμνησθησόμεθα. κατὰ τοὺς ἐπικαίρους τόπους ὕστερον ταῖς γραφαῖς συγχρησόμενοι· τὰ δ᾿ ἐξ αὐτῶν δηλούμενα σημανοῦμεν κεφαλαιωδῶς τὸν χριστιανισμὸν ὑπογράφοντες, ἵνα μὴ διακόπτωμεν τὸ συνεχὲς τοῦ λόγου συμπαραλαμβάνοντες τὰς γραφάς, καὶ ταῦτα τοῖς μηδέπω συνιεῖσιν τὰς λέξεις αὐτῶν. ἐπὰν δὲ τὰ σημαινόμενα ἐνδειξώμεθα, τότε αὐτοῖς ἐκ περιουσίας πιστεύσασι καὶ τὰ μαρτύρια φανερωθήσεται. (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ᾿ ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ᾿ αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν. παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία. μὴ κατὰ καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ᾿ ὅλως ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές. »μακάριοι« δὲ ὡς ἀληθῶς »οἱ ἐξερευνῶντες τὰ μαρτύρια κυρίου. ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν·« μαρτυροῦσιν δὲ περὶ κυρίου ὁ νόμος καὶ οἱ προφῆται.

Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα· τῷ θεοπρεπεῖ

4
δὲ τὸ θεοφιλὲς ἕπεται καὶ φιλόθεον. τίμιον μὲν οὖν ἅπαν τὸ ὑπερέχον ἡγεῖται κατὰ τὴν ἀξίαν· καὶ τιμητέον ἐν μὲν τοῖς αἰσθητοῖς τοὺς ἄρχοντας καὶ τοὺς γονεῖς καὶ πάντα τὸν πρεσβύτερον, ἐν δὲ τοῖς διδακτοῖς τὴν ἀρχαιοτάτην φιλοσοφίαν καὶ τὴν πρεσβίστην προφητείαν. ἐν δὲ τοῖς νοητοῖς τὸ πρεσβύτατον ἐν γενέσει, τὴν ἄχρονον ἄναρχον ἀρχήν τε καὶ ἀπαρχὴν τῶν ὄντων, τὸν υἱόν· παρ᾿ οὗ ἐκμανθάνειν ἔστιν τὸ ἐπέκεινα αἴτιον, τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγίας σεβαστὸν καὶ σεπτὸν κυριώτατα. λεγόμενον μὲν πρὸς τοῦ κυρίου ὡς οἷόν τε ἦν ἐπαΐειν τοῖς μανθάνουσι. νοούμενον δὲ πρός γε τῶν ἐξειλεγμένων εἰς γνῶσιν παρὰ κυρίου. »τῶν τὰ αἰσθητήρια« φησὶν ὁ ἀπόστολος »συγγεγυμνασμένων«.

Θεραπεία τοίνυν τοῦ θεοῦ ἡ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῷ καὶ ἡ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην ἀσχολία. τῆς γὰρ περὶ

830 P
τοὺς ἀνθρώπους θεραπείας ἣ μὲν βελτιωτική, ἣ δὲ ὑπηρετική. ἰατρικὴ μὲν σώματος, φιλοσοφία δὲ ψυχῆς βελτιωτική. γονεῦσι μὲν ἐκ παίδων καὶ ἡγεμόσιν ἐκ τῶν ὑποτεταγμένων ὑπηρετικὴ ὠφέλεια προσγίνεται· ὁμοίως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν τὴν μὲν βελτιωτικὴν οἱ πρεσβύτεροι σῴζουσιν εἰκόνα, τὴν ὑπηρετικὴν δὲ οἱ διάκονοι. ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς ὁ γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν. θεοσεβὴς γὰρ μόνος ὁ καλῶς καὶ ἀνεπιλήπτως περὶ τὰ ἀνθρώπεια ἐξυπηρετῶν τῷ θεῷ. ὥσπερ γὰρ θεραπεία φυτῶν ἀρίστη καθ᾿ ἣν γίγνονται οἱ καρποὶ καὶ συγκομίζονται ἐπιστήμῃ καὶ ἐμπειρίᾳ γεωργικῇ, τὴν ὠφέλειαν τὴν ἐξ αὐτῶν παρεχομένη τοῖς ἀνθρώποις, οὕτως ἡ θεοσέβεια τοῦ γνωστικοῦ, τοὺς καρποὺς τῶν δι᾿ αὐτοῦ πιστευσάντων ἀνθρώπων εἰς ἑαυτὴν ἀναδεχομένη. ἐν ἐπιγνώσει πλειόνων γιγνομένων καὶ ταύτῃ σῳζομένων. συγκομιδὴν ἀρίστην δι᾿ ἐμπειρίας ἐργάζεται. εἰ δ᾿ ἡ θεοπρέπεια ἕξις ἐστὶ τὸ πρέπον τῷ θεῷ σῴζουσα. θεοφιλὴς ὁ θεοπρεπὴς μόνος· οὗτος
5
δ᾿ ἂν εἴη ὁ εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον τῷ ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.

Ταύτῃ ἄρα φιλόθεος [τε τὸ πρῶτον]. ὡς γὰρ ὸ τιμῶν τὸν πατέρα φιλοπάτωρ, οὕτως ὁ τιμῶν τὸν θεὸν φιλόθεος. ᾗ καί μοι καταφαίνεται τρία εἶναι τῆς γνωστικῆς δυνάμεως ἀποτελέσματα, πρῶτον τὸ γινώσκειν τὰ πράγματα, δεύτερον τὸ ἐπιτελεῖν ὅ τι ἂν ὁ λόγος ὑπαγορεύῃ, καὶ τρίτον τὸ παραδιδόναι δύνασθαι θεοπρεπῶς

831 P
τὰ παρὰ τῇ ἀληθείᾳ ἐπικεκρυμμένα. ὁ τοίνυν θεὸν πεπεισμένος εἶναι παντοκράτορα καὶ τὰ θεῖα μυστήρια παρὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ ἐκμαθών, πῶς οὗτος ἄθεος; ἄθεος μὲν γὰρ ὁ μὴ νομίζων εἶναι θεόν, δεισιδαίμων δὲ ὁ δεδιὼς τὰ δαιμόνια.
298 S
ὁ πάντα θειάζων καὶ ξύλον καὶ λίθον καὶ πνεῦμα ἄνθρωπον τὸν μὴ λογικῶς βιοῦντα καταδεδουλωμένον.

Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ᾿ εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐπιγνώσει τοῦ θεοῦ. ταύτῃ κράτιστον μὲν ἐν γῇ ἄνθρωπος ὁ θεοσεβέστατος, κράτιστον δὲ ἐν οὐρανῷ ἄγγελος, τὸ πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεταλαγχάνον. τελειοτάτη δὲ καὶ ἁγιωτάτη καὶ κυριωτάτη καὶ ἡγεμονικωτάτη καὶ βασιλικωτάτη καὶ εὐεργετικωτάτη ἡ υἱοῦ φύσις ἡ τῷ μόνῳ παντοκράτορι προσεχεστάτη. αὕτη ἡ μεγίστη ὑπεροχή, ἣ τὰ πάντα διατάσσεται κατὰ τὸ θέλημα τοῦ πατρὸς καὶ τὸ πᾶν ἄριστα οἰακίζει, ἀκαμάτῳ καὶ ἀτρύτῳ δυνάμει πάντα ἐργαζομένη, δι᾿ ὧν ἐνεργεῖ τὰς ἀποκρύφους ἐννοίας ἐπιβλέπουσα. οὐ γὰρ ἐξίσταταί ποτε τῆς αὑτοῦ περιωπῆς ὁ υἱὸς τοῦ θεοῦ, οὐ μεριζόμενος, οὐκ ἀποτεμνόμενος, οὐ μεταβαίνων ἐκ τόπου εἰς τόπον,

6
πάντῃ δὲ ὢν πάντοτε καὶ μηδαμῇ περιεχόμενος, ὅλος νοῦς, ὅλος φῶς πατρῷον, ὅλος ὀφθαλμός. πάντα ὁρῶν, πάντα ἀκούων, εἰδὼς πάντα. δυνάμει τὰς δυνάμεις ἐρευνῶν. τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ »διὰ τὸν ὑποτάξαντα«, δι᾿ ὅν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι. ἀλλ᾿ οἳ μὲν »κατ᾿ ἐπίγνωσιν«, οἳ δὲ οὐδέπω. καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται.

Ὁ διδάσκαλος οὗτος ὁ παιδεύων μυστηρίοις μὲν τὸν γνωστικόν. ἐλπίσι δὲ ἀγαθαῖς τὸν πιστόν, καὶ παιδείᾳ τῇ ἐπανορθωτικῇ δι᾿ αἰσθητικῆς ἐνεργείας τὸν σκληροκάρδιον. ἐντεῦθεν

832 P
ἡ πρόνοια ἰδίᾳ καὶ δημοσίᾳ καὶ πανταχοῦ. υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ὃν ἡμεῖς φαμεν, ἄντικρυς αἱ θεῖαι παριστᾶσι προφητεῖαι. ταύτῃ ὁ πάντων κύριος Ἑλλήνων τε καὶ βαρβάρων τοὺς ἐθέλοντας πείθει· οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ᾿ αὑτοῦ πρὸς τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον. οὗτός ἐστιν ὁ διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων· εἰσὶ γὰρ συνδιανενεμημένοι προστάξει θείᾳ τε καὶ ἀρχαίᾳ ἄγγελοι κατὰ ἔθνη. ἀλλ᾿ ἡ »μερὶς κυρίου« ἡ δόξα τῶν πιστευόντων. ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων ὁ κύριος (καὶ τοῦτο ἢ τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν. ἀσθενείας γὰρ σημεῖον, ἢ τῷ μὴ βούλεσθαι δυνάμενος, οὐκ ἀγαθοῦ δὲ τὸ πάθος· οὔκουν ὑπὸ τρυφῆς ῥᾴθυμος ὁ δι᾿ ἡμᾶς τὴν παθητὴν ἀναλαβὼν σάρκα) ἢ κήδεται τῶν συμπάντων. ὅπερ καὶ καθήκει τῷ κυρίῳ πάντων γενομένῳ. σωτὴρ γάρ ἐστιν, οὐχὶ τῶν μέν, τῶν δ᾿ οὔ· πρὸς δὲ ὅσον ἐπιτηδειότητος ἕκαστος εἶχεν, τὴν ἑαυτοῦ διένειμεν εὐεργεσίαν, Ἕλλησί τε καὶ βαρβάροις καὶ τοῖς ἐκ τούτων προωρισμένοις μέν, κατὰ δὲ τὸν οἰκεῖον καιρὸν κεκλημένοις πιστοῖς τε καὶ ἐκλεκτοῖς.

Οὔτ᾿ οὖν φθονοίη ποτ᾿ ἄν τισιν ὁ πάντας μὲν ἐπ᾿ ἴσης κεκληκώς,

7
κώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς. οὔθ᾿ ὑφ᾿ ἑτέρου κωλυθείη ποτ᾿ ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός. ἀλλ᾿ οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος. οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ κυρίου· ἄλλος δὲ ὁ φθονῶν, οὗ καὶ πάθος ἥψατο. καὶ μὴν οὐδ᾿ ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀνθρωπότητα τὸν κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἑκάστου ἐπιμελητέον. ἄγνοια γὰρ οὐχ ἅπτεται τοῦ υἱοῦ τοῦ πρὸ καταβολῆς κόσμου συμβούλου γενομένου τοῦ πατρός. αὕτη γὰρ ἦν ἡ σοφία »ᾗ προσέχαιρεν« ὁ παντοκράτωρ θεός· »δύναμις« γὰρ τοῦ »θεοῦ« ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ »σοφία« αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι᾿ αὐτοῦ πλασθέντων. οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ᾿ ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν
833 P
ἀπαθείας ἐπαίδευσεν. πῶς δ᾿ ἂν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος; ἀλλὰ τῶν μὲν πεπιστευκότων σωτὴρ διὰ τὸ γνῶναι βεβουλῆσθαι, τῶν δὲ ἀπειθησάντων κύριος, ἔστ᾿ ἂν ἐξομολογήσασθαι δυνηθέντες οἰκείας καὶ καταλλήλου τῆς δι᾿ αὐτοῦ τύχωσιν εὐεργεσίας. πᾶσα δὲ ἡ τοῦ κυρίου ἐνέργεια ἐπὶ τὸν παντοκράτορα τὴν ἀναφορὰν ἔχει, καὶ ἔστιν ὡς εἰπεῖν πατρική τις ἐνέργεια ὁ υἱός. οὐκ ἂν οὖν ποτε ὁ σωτὴρ μισάνθρωπος, ὅς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ᾿ ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἐλήλυθεν σωτηρίαν· κοινὴ γὰρ ἡ πίστις τῶν ἑλομένων. ἀλλ᾿ οὐδὲ τοῦ ἰδίου ποτ᾿ ἂν ἀμελοίη ἔργου τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ. οὐδ᾿ ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης. προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν. ἔστιν δὲ τὸ ὡς ἀληθῶς ἄρχον
8
τε καὶ ἡγεμονοῦν ὁ θεῖος λόγος καὶ ἡ τούτου πρόνοια, πάντα μὲν ἐφορῶσα. μηδενὸς δὲ τῶν οἰκείων ἑαυτῆς παρορῶσα τὴν ἐπιμέ
299 S
λειαν. οὗτοι δ᾿ ἂν εἶεν οἱ ἑλόμενοι οἰκεῖοι εἶναι αὐτῷ. οἱ διὰ πίστεως τελειούμενοι. οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως δύναμις. ἄληπτος αἰσθήσει. οὐ γὰρ ὃ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο.

Δύναμις οὖν πατρικὴ ὑπάρχων ῥᾳδίως περιγίνεται ὧν ἂν ἐθέλῃ. οὐδὲ τὸ μικρότατον ἀπολείπων τῆς ἑαυτοῦ διοικήσεως ἀφρόντιστον· οὐδὲ γὰρ ἂν ἔτι ἦν αὐτῷ τὸ ὅλον εὖ εἰργασμένον. δυνάμεως δ᾿, οἶμαι. τῆς μεγίστης ἡ πάντων τῶν μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δι᾿ ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἑτέρων ὑφ᾿ ἑτέρους ἡγουμένους τεταγμένων. ἔστ᾿ ἄν τις ἐπὶ τὸν μέγαν ἀφίκηται ἀρχιερέα. ἀπὸ μιᾶς γὰρ ἄνωθεν ἀρχῆς τῆς κατὰ τὸ θέλημα ἐνεργούσης ἤρτηται τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα· εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ᾿ ἄλλοις

834 P
ἐξ ἑνὸς καὶ δι᾿ ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται. ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ᾿ ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι᾿ ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί. νόμος γὰρ ἄνωθεν οὗτος, αἱρεῖσθαι τὸν βουλόμενον ἀρετήν. διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ αἱ πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (»δικαίῳ γὰρ νόμος οὐ κεῖται«) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ᾿ αὖ κακίᾳ ἡσθέντα
9
συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην »ἐπεκτεινομένην« εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν »καταντήσῃ εἰς ἄνδρα τέλειον«, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν. αὗται αἱ σωτήριοι περιτροπαὶ κατὰ τὴν τῆς μεταβολῆς τάξιν ἀπομερίζονται καὶ χρόνοις καὶ τόποις καὶ τιμαῖς καὶ γνώσεσι καὶ κληρονομίαις καὶ λειτουργίαις, καθ᾿ ἑκάστην ἑκάστη ἕως τῆς ἐπαναβεβηκυίας καὶ προσεχοῦς τοῦ κυρίου ἐν ἀιδιότητι θεωρίας. ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ ἐπιβεβληκότος τῇ θεωρίᾳ. διὸ καὶ τὰς ἐντολὰς [ἃς] ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ᾿ αὖ τοὺς μὴ ἐπαΐοντας τῆς βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας. τοῖς μὲν γὰρ ἐντολάς, τοῖς δὲ φιλοσοφίαν παρασχὼν »συνέκλεισεν« τὴν ἀπιστίαν εἰς τὴν παρουσίαν, ὅθεν ἀναπολόγητός ἐστι πᾶς ὁ μὴ πιστεύσας. ἄγει γὰρ ἐξ ἑκατέρας προκοπῆς Ἑλληνικῆς τε καὶ βαρβάρου ἐπὶ τὴν διὰ πίστεως τελείωσιν. εἰ δέ τις Ἑλλήνων ὑπερβὰς τὸ προηγούμενον τῆς φιλοσοφίας τῆς Ἑλληνικῆς εὐθέως ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης ᾖ, τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν
835 P
ἑλόμενος.

Πάντ᾿ οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν. ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ υἱοῦ, κακίας δ᾿ αὖ πάντῃ πάντως ἀναίτιος. πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστὶ διατεταγμένα καὶ καθόλου καὶ ἐπὶ μέρους. ἔργον οὖν τῆς δικαιοσύνης τῆς σωτηρίου ἐπὶ τὸ ἄμεινον αἰεὶ κατὰ τὸ ἐνδεχόμενον ἕκαστον προάγειν. πρὸς γὰρ τὴν σωτηρίαν τοῦ κρείττονος καὶ διαμονὴν ἀναλόγως τοῖς ἑαυτῶν ἤθεσι διοικεῖται καὶ τὰ μικρότερα. αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον

10
εἰς ἀμείνους οἰκήσεις. τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως ἔχον. ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή. παιδεύσεις δὲ αἱ ἀναγκαῖαι ἀγαθότητι τοῦ ἐφορῶντος μεγάλου κριτοῦ διά τε τῶν προσεχῶν ἀγγέλων διά τε προκρίσεων ποικίλων καὶ διὰ τῆς κρίσεως τῆς παντελοῦς τοὺς ἐπὶ πλέον »ἀπηλγηκότας« ἐκβιάζονται μετανοεῖν.

»Τὰ δ᾿ ἄλλα σιγῶ«, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς. τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν. καθ᾿ ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν. ἀιδίως ἀίδιον εὐφροσύνην [ἀκόρεστον] καρπουμένας εἰς τοὺς ἀτελευτήτους αἰῶνας, ταυτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν. αὕτη τῶν »καθαρῶν τῇ καρ

300 S
δίᾳ« ἡ καταληπτικὴ θεωρία. αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά
836 P
τε τὴν διδασκαλίαν κατά τε τὴν δι᾿ ἔργων εὐποιίαν. ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα »ἀπερισπάστως« προσομιλῶν τε καὶ συνὼν τῷ κυρίῳ. ἡμερότης δ᾿. οἶμαι, καὶ φιλανθρωπία καὶ μεγαλοπρεπὴς θεοσέβεια γνωστικῆς ἐξομοιώσεως κανόνες. ταύτας φημὶ τὰς ἀρετὰς »θυσίαν δεκτὴν« εἶναι παρὰ θεῷ. τὴν ἄτυφον καρδίαν μετ᾿ ἐπιστήμης ὀρθῆς »ὁλοκάρπωμα τοῦ θεοῦ« λεγούσης τῆς γραφῆς. ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου· σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ
11
ἑαυτοὺς ἀναιρεῖν »τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον« ἀποκτιννύντας καὶ »τὸν καινὸν« ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τό τε εὐαγγέλιον ὅ τε ἀπόστολος κελεύουσι, τὰ μὲν πάθη ἀποτιθεμένους, ἀναμαρτήτους δὲ γινομένους. τοῦτ᾿ ἦν ἄρα ὃ ᾐνίσσετο καὶ ὁ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων. τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωήν, τὴν ἐκ πίστεως ἀπάθειαν. ὃ μὴ συνιέντες οἱ νομοδιδάσκαλοι, φιλόνικον ἐκδεξάμενοι τὸν νόμον, ἀφορμὰς τοῖς μάτην διαβάλλειν ἐπιχειροῦσι παρεσχήκασι. δι᾿ ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ᾿ ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς. μόνῃ γὰρ τῇ ἡμετέρᾳ σωτηρίᾳ ὁ θεὸς ἥδεται. εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν. κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων. μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ φθάνει. οὔτ᾿ οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον. πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ᾿ αὖ δόξῃ καὶ τιμῇ κηλεῖται [τὸ θεῖον] ἢ παράγεται τοιούτοις τισίν, ἀλλ᾿ ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν
837 P
ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει μειζόνων. ὅσοι δ᾿ οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις πρὸς τῆς ἀπαιδεύτου ἀδικίας. οὐ νομίζουσιν εἶναι θεόν. ἴσοι τούτοις κατὰ τὴν δόξαν οἵ. τῇ τῶν ἡδονῶν ἀκρασίᾳ καὶ ταῖς ἐξαισίοις λύπαις καὶ ταῖς ἀβουλήτοις τύχαις περιπίπτοντες καὶ πρὸς τὰς συμφορὰς ἀπαυδῶντες, οὔ φασιν εἶναι θεόν, ἢ ὄντα μὴ εἶναι πανεπίσκοπον. ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς. συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς
12
ἀκολασίαις. καὶ οὐδ᾿ ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταυτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.

Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος· ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας· ὧν ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν· κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ

ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς
ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ. οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη
838 P
τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν τύπον γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.

Ἄρχων οὖν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη. ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν τί μὲν τὸ πρῶτον αἴτιον. τί δέ. δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·«

13
τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεζευγμένα,
301 S
καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον. ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης. ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς κρατεῖν καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά. ἀλλ᾿ ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων. εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνη, μεγαλοψυχία, ἐλευθεριότης καὶ μεγαλοπρέπεια. [καὶ] δι᾿ ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικὸς οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις· σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων καλῶν ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων,
839 P
γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει πάντα πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν
14
περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ. δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἔν τε γῇ καὶ οὐρανῷ. ταύτῃ καὶ μεταδοτικὸς οὗν (??)ν ᾖ κεκτημένος φιλάνθρωπός τε, μισοπονηρότατος ὢν κατὰ τὴν τελείαν ἀποστροφὴν κακουργίας ἁπάσης. μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῷ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον. οὗτος γάρ ἐστιν »ὁ θεράπων τοῦ θεοῦ« ὁ ἑκὼν ταῖς ἐντολαῖς ὑπαγόμενος. ὁ δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς. δι᾿ αὐτὴν δὲ τὴν γνῶσιν »καθαρὸς τῇ καρδίᾳ«, »φίλος« οὗτος »τοῦ θεοῦ«. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες. οὔτε γενομένοις. ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν. φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ᾿ ἂν ἦν ἔθ᾿ ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ [τῆς] τῶν συμβάντων καὶ τῆς ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται· ἀλλ᾿ οὐδ᾿ ἐκ παιδείας τῆς ἐγκυκλίου· ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο. οἱ νόμοι γὰρ οἱ πολιτικοὶ μοχθηρὰς ἴσως πράξεις ἐπισχεῖν οἷοί τε, ἀλλ᾿ οὐδὲ αὐτοὶ οὐδὲ οἱ λόγοι οἱ πειστικοὶ ἐπιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ ἡ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ᾿ ᾗ τὴν γνῶσιν ἐποικοδομεῖ ἡ ἀλήθεια.

Οὗτός ἐστιν, οὗτος ὁ ἀθλητὴς ἀληθῶς ὁ ἐν τῷ μεγάλῳ σταδίῳ. τῷ καλῷ κόσμῳ, τὴν ἀληθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν. ὅ τε γὰρ ἀγωνοθέτης ὁ παντοκράτωρ θεός, ὅ τε βραβευτὴς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, θεαταὶ δὲ ἄγγελοι καὶ θεοί. καὶ τὸ παγκράτιον τὸ πάμμαχον »οὐ πρὸς αἷμα καὶ σάρκα«, ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας »πνευματικὰς ἐξουσίας« ἐμπαθῶν παθῶν.

15
τούτων περιγινόμενος τῶν μεγάλων ἀνταγωνισμάτων. καὶ οἶον ἄθλους τινὰς τοῦ πειράζοντος ἐπαρτῶντος καταγωνισάμενος, ἐκράτησε τῆς ἀθανασίας· ἀπαραλόγιστος γὰρ
840 P
ἡ τοῦ θεοῦ ψῆφος εἰς τὸ δικαιότατον κρῖμα. κέκληται μὲν οὖν ἐπὶ τὸ ἀγώνισμα τὸ θέατρον, παγκρατιάζουσι δὲ εἰς τὸ στάδιον οἱ ἀθληταί· καὶ δὴ ἐκ τούτων περιγίνεται ὁ πειθήνιος τῷ ἀλείπτῃ γενόμενος. πᾶσι γὰρ πάντα ἴσα κεῖται παρὰ τοῦ θεοῦ καὶ ἔστιν αὐτὸς ἀμεμφής, ἑλεῖται δὲ ὁ δυνάμενος καὶ ὁ βουληθεὶς ἰσχύσει· ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ὃ ποιοῦμεν, καὶ τὸ »γνῶθι σαυτὸν« ἐνταῦθα, εἰδέναι ἐφ᾿ ᾧ γεγόναμεν. γεγόναμεν δὲ ἐπὶ τῷ εἶναι πειθήνιοι ταῖς ἐντολαῖς, εἰ τὸ βούλεσθαι σῴζεσθαι ἑλοίμεθα. αὕτη που ἡ Ἀδράστεια, καθ᾿ ἣν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.

Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι ποικίλην δι᾿ ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία. ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ καὶ εἰς δύναμιν ἀμειβόμενος δι᾿ ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος. μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ· καὶ καθάπερ ἂν ἰδίου γεννήματος καὶ κατά τι συγγενοῦς ἀποτελέσματος ὁ διδάσκαλος καὶ σωτὴρ ἀναδέχεται τὰς ὠφελείας τε καὶ ἐπανορθώσεις τῶν ἀνθρώπων εἰς ἰδίαν χάριν τε καὶ τιμήν, [καθάπερ καὶ τὰς εἰς τοὺς πεπιστευκότας αὐτῷ βλάβας ἰδίας ἀχαριστίας τε καὶ ἀτιμίας ἡγούμενος. (τίς γὰρ ἄλλη ἅπτοιτ᾿ ἂν ἀτιμία θεοῦ;) διόπερ ἄλλην

302 S
τοσοῦδε οὐδὲ ἔστιν ἀμοιβὴν κατ᾿ ἀξίαν σωτηρίας ἀποδιδόναι πρὸς τὴν παρὰ τοῦ κυρίου ὠφέλειαν. ὡς δὲ οἱ τὰ κτήματα κακοῦντες τοὺς δεσπότας ὑβρίζουσι, καὶ ὡς οἱ τοὺς στρατιώτας τὸν τούτων ἡγούμενον, οὕτως τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία ἡ περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις. ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους
16
οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.
841 P

Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται. καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν. ὥς φησιν ὁ Ξενοφάνης, »Αἰθίοπές τε μέλανας σιμούς τε Θρᾷκές τε πυρροὺς καὶ γλαυκούς«. οὕτως καὶ τὰς ψυχὰς ὁμοίους ἑαυτοῖς αὐτοὺς ἀναπλάττουσιν, αὐτίκα βάρβαροι [οἱ] μὲν θηριώδεις καὶ ἀγρίους τὰ ἤθη, ἡμερωτέρους δὲ Ἕλληνες, πλὴν ἐμπαθεῖς. διὸ (??)εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας. καὶ διὰ τοῦτο ὁ τῷ ὄντι »βασιλικὸς τὴν ψυχὴν« καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων [ὤν]. τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος. καὶ περὶ μὲν τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἱκανῶς, οἶμαι. ἐν τῷ Προτρεπτικῷ ἐπιγραφομένῳ ἡμῖν λόγῳ παρεστήσαμεν κατακόρως τῇ κατεπειγούσῃ συγκαταχρώμενοι ἱστορίᾳ. οὔκουν χρὴ »αὖθις τὰ ἀριδήλως εἰρημένα μυθολογεῖν«. ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν. ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας. ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ καὶ χείρους τῶν ἀνθρώπων ὑφ᾿ ἡμῶν βλαπτόμενοι δείκνυνται, ἢ εἰ μὴ τοῦτο, πῶς ἐφ᾿ οἷς οὐ βλάπτονται. καθάπερ ὀξύχολον γραΐδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, ᾗ φασι τὴν Ἄρτεμιν δι᾿ Οἰνέα Αἰτωλοῖς ὀργισθῆναι. πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ᾿ ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν; εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει·

17
σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,
842 P
καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον, δεινὸν τόδ᾿ ἡγῇ·
καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.

Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια·

ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.

Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ·

ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι.

Χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην, »χαῖρε«, εἶπεν, »ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.«

»Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς«, φησὶν ὁ Βίων, »τὸν θύλακον

18
διέτραγεν. οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ. ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει. τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.«

Εὖ γοῦν

843 P
καὶ Διογένης πρὸς τὸν θαυμάζοντα. ὅτι εὗρεν τὸν ὄφιν ἐν τῷ ὑπέρῳ περιειλημένον. »μὴ θαύμαζε« ἔφη· »ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.«

Δεῖ γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἃ δή. ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν·

ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο φοιτῶσιν.

Ὁ κωμικὸς δὲ Φιλήμων καὶ τὰ τοιαῦτα κωμῳδεῖ·

ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών. σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται.

Εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται. ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται.

Πολλοὶ δὲ καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας. ἀστείως πάνυ ὁ Διογένης, ἐπὶ οἰκίᾳ μοχθηροῦ τινος εὑρὼν ἐπιγεγραμμένον·

19
ὁ καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν,
»καὶ πῶς« ἔφη »ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;«

Οἱ αὐτοὶ δ᾿ οὗτοι πᾶν ξύλον καὶ πάντα λίθον, τὸ δὴ λεγόμενον. λιπαρὸν προσκυνοῦντες, ἔρια πυρρὰ καὶ ἁλῶν χόνδρους καὶ δᾷδας σκίλλαν τε καὶ θεῖον δεδίασι, πρὸς τῶν γοήτων καταγοητευθέντες κατά τινας ἀκαθάρτους καθαρμούς. θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον

844 P
μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον
303 S
καὶ μοχθηρόν. ὁρᾶν γοῦν ἔστι τὰ ὠὰ τὰ ἀπὸ τῶν περικαθαρθέντων, εἰ θαλφθείη, ζωογονούμενα. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ ἀνελάμβανεν τὰ τοῦ περικαθαρθέντος κακά.

Χαριέντως γοῦν καὶ ὁ κωμικὸς Δίφιλος κωμῳδεῖ τοὺς γόητας διὰ τῶνδε·

Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρα αὐτῶν Προῖτον Ἀβαντιάδην καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν, θείῳ τε ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.

Εὖ γὰρ καὶ ὁ Μένανδρος·

εἰ μέν τι κακὸν ἀληθὲς εἶχες. Φειδία. ζητεῖν ἀληθὲς φάρμακον τούτου σ᾿ ἔδει. νῦν δ᾿ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον πρὸς τὸ κενόν· οἰήθητι δὲ ὠφελεῖν τί σε.
20
περιμαξάτωσάν σε αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραναι ἐμβαλὼν ἅλας, φακούς.
πᾶς ἁγνός ἐστιν ὁ μηδὲν ἑαυτῷ κακὸν συνειδώς.

Αὐτίκα ἡ τραγῳδία λέγει·

Ὀρέστα. τίς σε ἀπόλλυσιν νόσος; Ἡ σύνεσις. ὅτι σύνοιδα δεινὰ εἰργασμένος.
τῷ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἄλλη τίς ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή.

Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι·

καθαρὸν ἂν τὸν νοῦν ἔχῃς, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων

845 P
κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.

Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ᾿ ἐν ἱεροῖς καθείργνυμεν »χειροποιήτοις« τὸ πάντων περιεκτικόν; τί δ᾿ ἂν καὶ οἰκοδόμων καὶ λιθοξόων καὶ βαναύσου τέχνης ἅγιον εἴη ἔργον; οὐχὶ ἀμείνους τούτων οἱ τὸν ἀέρα καὶ τὸ περιέχον, μᾶλλον δὲ τὸν ὅλον κόσμον καὶ τὸ σύμπαν ἄξιον ἡγησάμενοι τῆς τοῦ θεοῦ ὑπεροχῆς; γελοῖον μεντἂν εἴη, ὡς αὐτοί φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα »παίγνιον θεοῦ«, θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιὰν τέχνης τὸν θεόν. ἐπεὶ τὸ γινόμενον

21
ταὐτὸν καὶ ὅμοιον τῷ ἐξ οὗ γίνεται, ὡς τὸ ἐξ ἐλέφαντος ἐλεφάντινον καὶ τὸ ἐκ χρυσοῦ χρυσοῦν· τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καὶ αὐτὰ ἂν εἴη ἀργὰ καὶ ὑλικὰ καὶ βέβηλα. κἂν τὴν τέχνην ἐκτελέσῃς, τῆς βαναυσίας μετείληφεν· οὐκέτ᾿ οὖν ἱερὰ καὶ θεῖα τῆς τέχνης τὰ ἔργα. τί δ᾿ ἂν καὶ ἱδρύοιτο μηδενὸς ἀνιδρύτου τυγχάνοντος. ἐπεὶ πάντα ἐν τόπῳ; ναὶ μὴν τὸ ἱδρυμένον ὑπό τινος ἱδρύεται πρότερον ἀνίδρυτον ὄν. εἴπερ οὖν ὁ θεὸς ἱδρύεται πρὸς ἀνθρώπων, ἀνίδρυτός ποτε ἦν καὶ οὐδ᾿ ὅλως ἦν. τοῦτο γὰρ ἂν εἴη ἀνίδρυτον, τὸ οὐκ ὄν· ἐπειδήπερ πᾶν τὸ μὴ ὂν ἱδρύεται. τὸ δὲ ὂν ὑπὸ τοῦ μὴ ὄντος οὐκ ἂν ἱδρυνθείη, ἀλλ᾿ οὐδ᾿ ὑπ᾿ ἄλλου ὄντος· ὂν γάρ ἐστι καὶ αὐτό. λείπεται δὴ ὑφ᾿ ἑαυτοῦ. καὶ πῶς αὐτὸ ἑαυτό τι γεννήσει; ἢ πῶς αὐτὸ τὸ ὂν ἑαυτὸ τῷ εἶναι ἐνιδρύσει; πότερον ἀνίδρυτον ὂν πρότερον ἵδρυσεν ἑαυτό; ἀλλ᾿ οὐκ ἂν οὐδ᾿ ἦν, ἐπεὶ τὸ μὴ ὂν ἀνίδρυτον· καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὃ φθάσαν εἶχεν ὄν, τοῦθ᾿ ἑαυτὸ ὕστερον ἂν ποιοίη; οὗ δὲ πάντα τὰ ὄντα, πῶς [οὖν] τοῦτ᾿ ἂν δέοιτό τινος; ἀλλ᾿ εἰ καὶ ἀνθρωποειδὲς τὸ θεῖον, τῶν ἴσων δεήσεται τῷ ἀνθρώπῳ, τροφῆς τε καὶ σκέπης οἰκίας τε
846 P
καὶ τῶν ἀκολούθων πάντων. οἱ ὁμοιοσχήμονες γὰρ καὶ ὁμοιοπαθεῖς τῆς ἴσης δεήσονται διαίτης. εἰ δὲ τὸ ἱερὸν διχῶς ἐκλαμβάνεται, ὅ τε θεὸς αὐτὸς καὶ τὸ εἰς τιμὴν αὐτοῦ κατασκεύασμα, πῶς οὐ κυρίως τὴν εἰς τιμὴν τοῦ θεοῦ κατ᾿ ἐπίγνωσιν ἁγίαν γενομένην ἐκκλησίαν ἱερὸν ἂν εἴποιμεν θεοῦ τὸ πολλοῦ ἄξιον καὶ οὐ βαναύσῳ κατεσκευασμένον τέχνῃ. ἀλλ᾿ οὐδὲ ἀγύρτου χειρὶ δεδαιδαλμένον, βουλήσει δὲ τοῦ θεοῦ εἰς νεὼν πεποιημένον; οὐ γὰρ νῦν τὸν τόπον, ἀλλὰ τὸ ἄθροισμα τῶν ἐκλεκτῶν ἐκκλησίαν καλῶ. ἀμείνων ὁ νεὼς οὗτος εἰς παραδοχὴν μεγέθους ἀξίας τοῦ θεοῦ. τὸ γὰρ [περὶ] πολλοῦ ἄξιον ζῷον τῷ τοῦ παντὸς ἀξίῳ. μᾶλλον δὲ οὐδενὸς ἀνταξίῳ. δι᾿ ὑπερβολὴν ἁγιότητος καθιέρωται. εἴη δ᾿ ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται. τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις καθιέρωται. ἐνταῦθα καὶ τὸ ἀπεικόνισμα εὕροιμεν ἄν, τὸ θεῖον καὶ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχῇ, ὅταν μακαρία μὲν αὐτὴ τυγχάνῃ.
22
ἅτε προκεκαθαρμένη. μακάρια δὲ διαπραττομένη ἔργα. ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι ἐπιστήμην θεοῦ. πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμένον εἰς τιμὴν ἂγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.

Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι. οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά. ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν. ὧν ἅπτεται πάθος. φθαρτὰ πάντα ἐστί, καὶ τῷ μὴ τρεφομένῳ προσάγειν βορὰν μάταιον. καὶ ὅ γε κωμικὸς ἐκεῖνος Φερεκράτης ἐν Αὐτομόλοις χαριέντως αὐτοὺς πεποίηκεν τοὺς θεοὺς καταμεμφομένους τοῖς ἀνθρώποις τῶν ἱερῶν·

ὅτε τοῖσι
847 P
θεοῖσ[ι] θύετε, πρώτιστα
304 S
ἀποκρίνετε τοῖς ἱερεῦσιν τὸ νομιζόμενον, κἄπειθ᾿ ὑμῖν, εἶτ᾿ (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες [κομιδῇ] μέχρι βουβώνων κρέα πάντα καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ ῥίνῃ ῥινήσαντες νέμεθ᾿ ὥσπερ [καὶ] τοῖς κυσὶν ἡμῖν, εἶτ᾿ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.
Εὔβουλος δὲ ὁ καὶ αὐτὸς κωμικὸς ὧδέ πως περὶ τῶν θυσιῶν γράφει·
αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε. καὶ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλῃ διαστελλόμενον πεποίηκεν· πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες, θύουσιν αἷμα, κύστιν, ἧπαρ, καρδίαν,
23
ὑμέν᾿ ἐπιπόλαιον· οὐδ᾿ ἐγὼ γὰρ ἐσθίω γλυκεῖαν οὐδὲ μηρίαν.
Μένανδρός τε
τὴν ὀσφὺν ἄκραν
πεποίηκεν
καὶ τὴν χολὴν ὀστέα τὰ ἄβρωτα (φησί) τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τὰ ἄλλα ἀναλίσκουσιν.

Ἢ γὰρ οὐχ ἡ τῶν ὁλοκαυτωμάτων κνῖσα καὶ τοῖς θηρίοις φευκτέα; εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ᾿ Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον τῇ κνίσῃ τῇ πολυτιμήτῳ. καί που Ἡσίοδος

848 P
κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν Δία λαβεῖν »ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ« κεκαλυμμένα »ἀργέτι δημῷ«·
ἐκ τοῦ δ᾿ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων καίουσ᾿ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
ἀλλ᾿ οὐκ ἂν οὐδαμῶς φασι κατὰ τὴν ἐκ τῆς ἐνδείας ἐπιθυμίαν κακούμενον τρέφεσθαι τὸν θεόν. ὅμοιον οὖν αὐτὸν φυτῷ ποιήσουσιν ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις. φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ᾿ αὖ καὶ ἐξ αὐτῆς τῆς τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν. καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ ἀνενδεεῖ; εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι᾿ εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι᾿ οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ τούτου δοξάζοντες ὃν μεμαθήκαμεν. ἔστι γοῦν τὸ παρ᾿ ἡμῖν θυσιαστήριον
24
ἐνταῦθα τὸ ἐπίγειον [τὸ] ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην.

Αἱ δὲ διὰ τῆς ὀσφρήσεως. εἰ καὶ θειότεραι τῶν διὰ στόματος. τροφαί. ἀλλὰ ἀναπνοῆς εἰσι δηλωτικαί. τί οὖν φασι περὶ τοῦ θεοῦ; πότερον διαπνεῖται ὡς τὸ τῶν δαιμόνων γένος; ἢ ἐμπνεῖται μόνον ὡς τὰ ἔνυδρα κατὰ τὴν τῶν βραγχίων διαστολήν; ἢ περιπνεῖται καθάπερ τὰ ἔντομα κατὰ τὴν διὰ τῶν πτερύγων ἐπίθλιψιν τῆς ἐντομῆς; ἀλλ᾿ οὐκ ἄν τινι τούτων ἀπεικάσαιεν. εἴ γε εὖ φρονοῖεν. τὸν θεόν· ὅσα δὲ ἀναπνεῖ, κατὰ τὴν τοῦ πνεύμονος πρὸς τὸν θώρακα ἀντιδιαστολὴν ῥυμουλκεῖ τὸν ἀέρα. εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα εἰσηγήσονται τούτων. ἡ σύμπνοια δὲ ἐπὶ τῆς ἐκκλησίας λέγεται κυρίως. καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς διανοίας ἁπάσης τῷ θεῷ. ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν Δήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν

849 P
καὶ τὸ ἀπ᾿ αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν λέγουσιν ἡμῖν ἀπιστήσουσιν; σαρκοφαγιῶν δ᾿, οἶμαι, προφάσει αἱ θυσίαι τοῖς ἀνθρώποις ἐπινενόηνται. ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης εἰδωλολατρείας μεταλαμβάνειν κρεῶν τὸν βουλόμενον. αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι τῷ θεῷ. εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται. οὐχ ᾧ Πυθαγόρας καὶ οἱ ἀπ᾿ αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς. δοκεῖ δὲ
25
Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, ἣ εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.

Ταύτῃ καὶ μάλιστα Ἰουδαῖοι χοιρείου ἀπέχονται, ὡς ἂν τοῦ θηρίου τούτου μιαροῦ ὄντος, ἐπεὶ μάλιστα τῶν ἄλλων τοὺς καρποὺς ἀνορύσσει καὶ φθείρει. ἐὰν δὲ λέγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμεῖς συνομολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρῶσιν οὐδὲ μὴν πάντα, ἀλλ᾿ ὅσα ἀεργά. διόπερ οὐ κακῶς ὁ κωμικὸς Πλάτων ἐν ταῖς Ἑορταῖς τῷ δράματί φησιν·

τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα ἥδιστα ἔχουσιν, καὶ οὐδὲν ἀφ᾿ ὑὸς γίγνεται πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.
ὅθεν καὶ ὁ Αἴσωπος οὐ κακῶς ἔφη τοὺς ὗς κεκραγέναι μέγιστον, ὅταν ἕλκωνται· συνειδέναι γὰρ αὑτοῖς εἰς οὐδὲν ἄλλο χρησίμοις πλὴν εἰς τὴν θυσίαν. διὸ καὶ Κλεάνθης φησὶν ἀνθ᾿ ἁλῶν αὐτοὺς ἔχειν τὴν ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα. οἳ μὲν οὖν ὡς ἄχρηστον ἐσθίουσιν,
850 P
οἳ δ᾿ ὡς λυμαντικὸν τῶν καρπῶν καὶ ἄλλοι διὰ τὸ
305 S
κατωφερὲς εἰς συνουσίαν εἶναι τὸ ζῷον οὐκ ἐσθίουσιν. ταύτῃ οὐδὲ τὸν τράγον ὁ νόμος θύει πλὴν ἐπὶ μόνῃ τῇ διοπομπήσει τῶν κακῶν, ἐπεὶ μητρόπολις κακίας ἡδονή. αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶν τραγείων κρεῶν βρῶσιν πρὸς ἐπιληψίαν λέγουσι. φασὶ δὲ πλείστην ἀνάδοσιν
26
ἐκ χοιρείων γίνεσθαι κρεῶν, διὸ τοῖς μὲν ἀσκοῦσι τὸ σῶμα χρησιμεύει. τοῖς δὲ αὐτὴν τὴν ψυχὴν αὔξειν ἐπιχειροῦσι διὰ τὴν νωθρίαν τὴν ἀπὸ τῆς κρεοφαγίας ἐγγινομένην οὐκέτι. τάχ᾿ ἄν τις τῶν γνωστικῶν καὶ ἀσκήσεως χάριν σαρκοφαγίας ἀπόσχοιτο καὶ τοῦ μὴ σφριγᾶν περὶ τὰ ἀφροδίσια τὴν σάρκα. »οἶνος« γάρ, φησὶν Ἀνδροκύδης, »καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ῥωμαλέον ἀπεργάζονται, ψυχὴν δὲ νωχαλεστέραν.« ἄθετος οὖν ἡ τοιαύτη τροφὴ πρὸς σύνεσιν ἀκριβῆ. διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ᾿ αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι᾿ ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως. ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα. τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ᾿ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.

Δεῖ τοίνυν »θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς«. καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον »εἰς τὴν ἑνότητα

851 P
τῆς πίστεως« καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας· ἐπεὶ
τίς ὧδε μῶρος,
κατὰ τὴν ποιητικὴν χάριν,
καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
27
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντας καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσι δρῶσιν ἐκτίνειν,
κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν; φαμὲν δ᾿ ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ »διικνούμενον διὰ ψυχῆς« τῆς διερχομένης τὸ πῦρ.

Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν [αὐτὸν καὶ] λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι᾿ αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέραις, ὥσπερ ἄλλοι τινές, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον. ἀμέλει »τὸ γένος τὸ ἐκλεκτὸν« »ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι« φησί, κατ᾿ ἐντολὴν δικαιούμενον. ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας, ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ᾿ ἑαυτὸν μόνος ὢν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾷ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας. εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ᾿ ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν διάθεσιν; τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισὶν ὡρισμένοις κατακεκλεισμένον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἰηθεὶς εἶναι καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἀκολασταίνῃ. πάντα τοίνυν τὸν βίον ἑορτὴν ἄγοντες, πάντῃ πάντοθεν παρεῖναι τὸν θεὸν πεπεισμένοι, γεωργοῦμεν αἰνοῦντες, πλέομεν ὑμνοῦντες.

28
κατὰ τὴν ἄλλην
852 P
πολιτείαν ἐντέχνως ἀναστρεφόμεθα. προσεχέστερον δὲ ὁ γνωστικὸς οἰκειοῦται θεῷ σεμνὸς ὢν ἅμα καὶ ἱλαρὸς ἐν πᾶσι. σεμνὸς μὲν διὰ τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφήν. ἱλαρὸς δὲ διὰ τὸν ἐπιλογισμὸν τῶν ἀνθρωπείων ἀγαθῶν ὧν ἔδωκεν ἡμῖν ὁ θεός.

Φαίνεται δὲ τὸ ἔξοχον τῆς γνώσεως ὁ προφήτης ὧδε παριστάς· »χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με·« κατ᾿ ἐπανάβασιν αὐξήσας τὸ ἡγεμονικὸν τῆς τελειότητος. οὗτος ἄρα ὄντως ὁ βασιλικὸς ἄνθρωπος, οὗτος ἱερεὺς ὅσιος τοῦ θεοῦ. ὅπερ ἔτι καὶ νῦν παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων σῴζεται τὸ ἱερατικὸν γένος εἰς βασιλείαν προσαγόντων. οὗτος οὖν οὐδαμῇ μὲν ἑαυτὸν εἰς ὀχλοκρασίαν τὴν τῶν θεάτρων δεσπότιν ἐνδίδωσιν. τὰ λεγόμενα δὲ καὶ πραττόμενα καὶ ὁρώμενα ἡδονῆς ἀσώτου χάριν οὐδὲ ὄναρ προσίεται· οὔτ᾿ οὖν ταύτας τὰς ἡδονὰς τῆς θέας οὔτε τὰς διὰ τῶν ἄλλων ἀπολαυσμάτων ποικιλίας, οἷον θυμιαμάτων πολυτέλειαν τὴν ὄσφρησιν γοητεύουσαν ἢ βρωμάτων συγκαττύσεις καὶ τὰς ἐξ οἴνων διαφόρων ἀπολαύσεις δελεαζούσας τὴν γεῦσιν, οὐδὲ τὰς πολυανθεῖς καὶ εὐώδεις πλοκὰς ἐκθηλυνούσας δι᾿ αἰσθήσεως τὴν ψυχήν· πάντων δὲ τὴν σεμνὴν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτῆρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογῶν καὶ [διὰ] τῆς δωρεᾶς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ. σπανίως εἰς τὰς ἑστιάσεις τὰς συμποτικὰς ἀπαντῶν. πλὴν εἰ

306 S
μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον ἀφικέσθαι προτρέψαι. πέπεισται γὰρ εἰδέναι πάντα τὸν θεὸν καὶ ἐπαΐειν, οὐχ ὅτι τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἐννοίας, ἐπεὶ καὶ ἡ ἀκοὴ ἐν ἡμῖν, διὰ σωματικῶν πόρων ἐνεργουμένη, οὐ διὰ τῆς σωματικῆς δυνάμεως ἔχει τὴν ἀντίληψιν, ἀλλὰ διά τινος ψυχικῆς αἰσθήσεως καὶ τῆς διακριτικῆς τῶν σημαινουσῶν τι φωνῶν νοήσεως.

Οὔκουν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ᾿ ἕνεκα, [καὶ] ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ἤρεσεν τοῖς Στωικοῖς, μάλιστα ἀκοῆς

29
καὶ ὄψεως, μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι· ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει· κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, ἀλλὰ
853 P
καὶ τὸν ὅλον κόσμον. φθάνει δὲ ἡ θεία δύναμις, καθάπερ φῶς, ὅλην διιδεῖν τὴν ψυχήν. τί δ᾿; οὐχὶ καὶ αἱ προαιρέσεις φθάνουσι πρὸς τὸν θεὸν προϊεῖσαι τὴν φωνὴν τὴν ἑαυτῶν; οὐχὶ δὲ καὶ ὑπὸ τῆς συνειδήσεως πορθμεύονται; τίνα καὶ φωνὴν ἀναμείναι ἂν ὁ κατὰ πρόθεσιν τὸν ἐκλεκτὸν καὶ πρὸ τῆς γενέσεως τό τε ἐσόμενον ὡς ἤδη ὑπάρχον ἐγνωκώς; ἢ οὐχὶ πάντῃ εἰς τὸ βάθος τῆς ψυχῆς ἁπάσης τὸ φῶς τῆς δυνάμεως ἐκλάμπει, »τὰ ταμιεῖα ἐρευνῶντος«, ᾗ φησιν ἡ γραφή. »τοῦ λύχνου« τῆς δυνάμεως; ὅλος γὰρ ἀκοὴ καὶ ὅλος ὀφθαλμός, ἵνα τις τούτοις χρήσηται τοῖς ὀνόμασιν, ὁ θεός.

Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ᾿ οὐδὲ ἐν γραφαῖς ἢ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ᾿ εἰς ταπεινὰς καὶ ἀσχήμονας ἐκτρεπομένη ἐννοίας τε καὶ ὑπονοίας. ὅθεν ἡ τῶν πολλῶν εὐφημία δυσφημίας οὐδὲν διαφέρει διὰ τὴν τῆς ἀληθείας ἄγνοιαν. ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ καὶ ἐπιθυμίαι καὶ ὅλως εἰπεῖν αἱ ὁρμαί, τούτων εἰσὶ καὶ αἱ εὐχαί. διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι, οὑτωσὶ δὲ οὐδὲ γνώσεως. ἀλλὰ τοῦ γνῶναι· οὐδὲ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι. τούτων οὖν αἱ εὐχαὶ ὧν καὶ αἰτήσεις, καὶ τούτων αἱ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι. τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφελήματα τῇ κτήσει. ἀεὶ τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ

30
εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ ἀγαθόν. διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα. ἐσχάτη δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰτεῖσθαι ἢ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φαντασίᾳ ἀγαθῶν κακὰ αἰτουμένους σφίσιν. ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ᾿ αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ ἄγγελοι. ἀλλ᾿ οὐχ ὁμοίως. οὐ γάρ ἐστι ταὐτὸν αἰτεῖσθαι παραμεῖναι τὴν δόσιν ἢ τὴν ἀρχὴν σπουδάζειν λαβεῖν. καὶ ἡ ἀποτροπὴ δὲ τῶν κακῶν εἶδος εὐχῆς. ἀλλ᾿ οὐκ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ τῇ τοιᾷδε συγχρηστέον εὐχῇ ποτε,
854 P
πλὴν εἰ μὴ τὴν ἐπιστροφὴν τῆς δικαιοσύνης τεχναζόμενος τοῖς [δ᾿] »ἀπηλγηκόσιν« ὁ γνωστικὸς οἰκονομοίη τὴν αἴτησιν. ἔστιν οὖν. ὡς εἰπεῖν τολμηρότερον, ὁμιλία πρὸς τὸν θεὸν ἡ εὐχή· κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν· πᾶσαν γὰρ τὴν ἐνδιάθετον ὁμιλίαν ὁ θεὸς ἀδιαλείπτως ἐπαΐει.

Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι »τὴν ψυχὴν ἐπτερωμένην« τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ »τὰ ἅγια« χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ. ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ. εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ᾿ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι᾿ εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφὼς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ὡρῶν διανομὰς

31
τριχῇ διεσταμένας καὶ ταῖς ἴσαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.

Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, παρεισαγομένων δογμάτων. ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκῶν

307 S
λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ᾿ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον
855 P
καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεός, οὕτως »πᾶν ὃ ἂν [ὁ] αἰτήσῃ«, ὁ γνωστικὸς »λαμβάνει«. καθόλου γὰρ ὁ θεὸς οἶδεν τούς τε ἀξίους τῶν ἀγαθῶν καὶ μή· ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίη, δοίη δὲ ἀξίοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά. αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ. ᾗ καὶ ὁ κύριος ηὔχετο, εὐχαριστῶν μὲν ἐφ᾿ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἵν᾿ ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ᾿ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι᾿ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης γνωστικῶς. ἀλλ᾿ εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν. ἀμέλει συμπλακεῖσα τῇ μακαρίᾳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὁσιότης κατὰ τὴν ἑκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἱονεὶ γὰρ ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ
32
ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ. κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος· οὐ γάρ ἐστιν ἄψυχος, ἀλλὰ παντὸς μᾶλλον ἑκουσίως καὶ προαιρετικῶς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν. οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα. οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα. ἡ πρόνοια, κατ᾿ ἔλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἱ προσεχεῖς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι. καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ἀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως
856 P
πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ᾿ ἣν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.

Πᾶς οὖν καὶ τόπος ἱερὸς τῷ ὄντι, ἐν ᾧ τὴν ἐπίνοιαν τοῦ θεοῦ λαμβάνομεν, καὶ χρόνος. ὅταν δὲ ὁ εὐπροαίρετος ὁμοῦ καὶ εὐχάριστος δι᾿ εὐχῆς αἰτῆται, ἁμῇ γέ πῃ συνεργεῖ τι πρὸς τὴν λῆψιν, ἀσμένως δι᾿ ὧν εὔχεται τὸ ποθούμενον λαμβάνων. ἐπὰν γὰρ τὸ παρ᾿ ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήψει αὐτῇ ἕπεται τὰ ἀγαθά. ἀμέλει ἐξετάζεται διὰ τῆς εὐχῆς ὁ τρόπος, πῶς ἔχει πρὸς τὸ προσῆκον. εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει; ὅθεν τὰς πολυφώνους γλώσσας οὐκ ἀναμένει ὁ θεὸς καθάπερ οἱ παρὰ ἀνθρώπων ἑρμηνεῖς, ἀλλ᾿ ἁπαξαπλῶς ἁπάντων γνωρίζει τὰς νοήσεις, καὶ ὅπερ ἡμῖν ἡ φωνὴ σημαίνει, τοῦτο τῷ θεῷ ἡ ἔννοια ἡμῶν λαλεῖ, ἣν καὶ πρὸ τῆς δημιουργίας εἰς νόησιν ἥξουσαν ἠπίστατο. ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν, συντείνοντα μόνον [δ᾿] ἔνδοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφήν.

Ἐπεὶ δὲ γενεθλίου ἡμέρας εἰκὼν ἡ ἀνατολὴ κἀκεῖθεν τὸ φῶς αὔξεται »ἐκ σκότους λάμψαν« τὸ πρῶτον, ἀλλὰ καὶ τοῖς ἐν ἀγνοίᾳ κυλινδουμένοις ἀνέτειλεν γνώσεως ἀληθείας ἡμέρα κατὰ λόγον τοῦ

33
ἡλίου, πρὸς τὴν ἑωθινὴν ἀνατολὴν αἱ εὐχαί. ὅθεν καὶ τὰ παλαίτατα τῶν ἱερῶν πρὸς δύσιν ἔβλεπεν,
857 P
ἵνα οἱ ἀπαντιπρόσωπον τῶν ἀγαλμάτων ἱστάμενοι πρὸς ἀνατολὴν τρέπεσθαι διδάσκωνται. »κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«, οἱ ψαλμοὶ λέγουσιν.

Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη. εἰ γοῦν καὶ ἅ φασιν εὐτυχήματα αἰτησάμενοι λάβοιεν, βλάπτει λαβόντας αὐτούς, ἀνεπιστήμονας τῆς χρήσεως αὐτῶν ὑπάρχοντας. οἳ μὲν γὰρ ἃ οὐκ ἔχουσιν εὔχονται κτήσασθαι, καὶ τὰ δοκοῦντα ἀγαθά. οὐ τὰ ὄντα, αἰτοῦνται. ὁ γνωστικὸς δὲ ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἃ μέλλει ὑπερβαίνειν, καὶ † ἀιδιότητα ὧν οὐ λήψεται, αἰτήσεται. τὰ δὲ ὄντως ἀγαθὰ τὰ περὶ ψυχὴν εὔχεται εἶναί τε αὐτῷ καὶ παραμεῖναι. ταύτῃ οὐδὲ ὀρέγεταί τινος τῶν ἀπόντων, ἀρκούμενος τοῖς παροῦσιν. οὐ γὰρ ἐλλιπὴς τῶν οἰκείων ἀγαθῶν, ἱκανὸς ὢν ἤδη ἑαυτῷ ἐκ τῆς θείας χάριτός τε καὶ γνώσεως· ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ

308 S
δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι. οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν τῆς ἐπιστήμης δριμύτητα.
858 P
ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος »τῶν ἀντιστρατευομένων τῷ νῷ« καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει· πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυναμένων
34
κατὰ τὸν προσήκοντα καιρόν, ἐφ᾿ ὧν μάλιστα χρή. ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.

Ἀξιολόγως [ὁ] γοῦν τὰ περὶ θεοῦ διειληφώς, δεδιδαγμένος πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς. κατ᾿ ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ᾿ αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος. ὅθεν ἥμερος καὶ πρᾶος ἀεί, εὐπρόσιτος, εὐαπάντητος, ἀνεξίκακος, εὐγνώμων, εὐσυνείδητος, αὐστηρός· οὗτος ἡμῖν ὁ αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν). δικαστής, ἐὰν ὁ λόγος καλῇ. ἀκλινὴς γενόμενος μηδ᾿ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ᾿ ἂν ἐπ᾿ αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, »ἐπὶ προθύροις« ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.

Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον. ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαίνουσιν. εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι αν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ. καθάπερ γάρ, οἶμαι, τῷ τεχνικῷ τεχνικῶς καὶ τῷ ἐθνικῷ ἐθνικῶς, οὕτω καὶ τῷ γνωστικῷ γνωστικῶς ἕκαστα ἀποδίδοται. καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων »τῆς ἀγάπης

859 P
τὴν τελειότητα« αἰτήσεται. κορυφαῖος δ᾿ ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ συνεχὲς ὑγιαίνειν. ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσεται,
35
συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι. οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥᾳθυμίας ὀλισθήσαντας αὖθις χαμαὶ μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην ἐπιτηδειότητος ἐκθλίψαντας ἑαυτούς. τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα, ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἑδραιότητα· ὅσοις δὲ βρίθουσά τις ἔτι ὑπολείπεται † γωνία κάτω ῥέπουσα, [καὶ] κατασπᾶται τὸ διὰ τῆς πίστεως ἀναγόμενον. τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἕξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τῷδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ᾿ ἑκουσίως, δυνάμει λογικῇ καὶ γνωστικῇ καὶ προνοητικῇ, καθίσταται.

Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι᾿ εὐλαβείας δι᾿ εὐλογιστίας ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀναπόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκὼς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβὴς ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν. τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ᾿ οὖν ἡ ἐνέργεια

860 P
δι᾿ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις.

36

Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ. ἢ γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα. δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ

309 S
τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον. τοῖς δὲ ἀξίοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ᾿ ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελειοῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι᾿ ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, »εἰ πάντα«, εἶπεν »ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί«.

Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ᾿ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ᾿ οὖν ἀπαιτεῖται παρ᾿ ἡμῶν. τὰ ἐφ᾿ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.

Διὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον. εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ᾿ ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν· σφαλερὸν γὰρ τοῖς ἑτέρων ἁμαρτήμασι συνεπιγράφεσθαι.

37
περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος αὐτοῦ πανήγυρις ἁγία. αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις
861 P
τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν. διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ »θείῳ χορῷ«, ἐκ τῆς συνεχοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ᾿ ; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ. οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς εὔξεται· ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται· κἂν ἐν αὐτῷ »τῷ ταμιείῳ« τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ »ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα«, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν. τριῶν δ᾿ ὄντων πάσης πράξεως τελῶν διὰ μὲν τὸ καλὸν καὶ τὸ συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.

Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ μετὰ προσπαραλήψεως θείας. ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτὸν ἄπιστον παράσχοι, ὡς καὶ ὅρκου δεῖσθαι, οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτῳ τὸν βίον; ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτῳ καὶ ἑδραίῳ δείκνυσι βίῳ τε καὶ λόγῳ. εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου, οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβές ὑπάρχειν εἰδώς· ἀλλ᾿ οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἢ παραβήσεταί τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ· δι᾿ ἑαυτὸν δὲ ἄρ᾿ ἔτι μᾶλλον οὔτε ψεύσεται οὔτε ἐπιορκήσει, εἴ γε

38
ἑκὼν οὐκ ἄν ποτε ἄδικος εἰς ἑαυτὸν εὑρεθείη. ἀλλ᾿ οὐδὲ ὀμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ »ναί«, ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ »οὔ« προελόμενος τάσσειν
862 P
ἐπίρρημα. ὀμνύναι γάρ ἐστι τὸ ὅρκον ἢ * ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικῶς. ἀρκεῖ τοίνυν αὐτῷ ἤτοι τῇ συγκαταθέσει ἢ τῇ ἀρνήσει προσθεῖναι τὸ »ἀληθῶς λέγω« εἰς παράστασιν τῶν μὴ διορώντων αὐτοῦ τὸ βέβαιον τῆς ἀποκρίσεως. ἔχειν γάρ, οἶμαι, χρὴ πρὸς μὲν τοὺς ἔξω τὸν βίον ἀξιόπιστον, ὡς μηδὲ ὅρκον αἰτεῖσθαι, πρὸς ἑαυτὸν δὲ καὶ τοὺς συνιέντας εὐγνωμοσύνην, ἥτις ἐστὶν ἑκούσιος δικαιοσύνη. αὐτίκα εὔορκος μέν, οὐ μὴν εὐεπίφορος ἐπὶ τὸ ὀμνύναι ὁ γνωστικός, ὅ γε σπανίως ἐπὶ τὸ ὀμνύναι ἀφικνούμενος, οὕτως μέντοι ὡς ἔφαμεν. καίτοι τὸ ἀληθεύειν κατὰ τὸν ὅρκον μετὰ συμφωνίας τῆς κατὰ τὸ ἀληθὲς γίνεται· τὸ εὐορκεῖν οὖν συμβαίνει κατὰ τὴν κατόρθωσιν τὴν ἐν τοῖς καθήκουσιν. ποῦ τοίνυν ἔτι τοῦ ὅρκου χρεία τῷ κατὰ ἄκρον ἀληθείας βιοῦντι; ὁ μὲν οὖν μηδὲ ὀμνὺς πολλοῦ γε δεῖ ἐπιορκήσει, ὁ δὲ μηδὲν παραβαίνων τῶν κατὰ τὰς συνθήκας οὐδ᾿ ἂν ὀμόσαι πώποτε, ὅπου γε τῆς τε παραβάσεως καὶ τῆς ἐπιτελέσεως ἐν τοῖς ἔργοις ἡ κύρωσις, ὥσπερ ἀμέλει τὸ ψεύδεσθαι καὶ τὸ ψευδορκεῖν ἐν τῷ λέγειν καὶ τῷ ὀμνύναι παρὰ τὸ καθῆκον. ὁ δὲ δικαίως βιοῦς μηδὲν παραβαίνων τῶν καθηκόντων, ἔνθα ἡ κρίσις ἡ τῆς ἀληθείας ἐξετάζεται, τοῖς ἔργοις εὐορκεῖ· παρέλκει τοίνυν αὐτῷ τὸ κατὰ τὴν
310 S
γλῶτταν μαρτύριον. πεπεισμένος οὖν πάντῃ τὸν θεὸν εἶναι πάντοτε καὶ αἰδούμενος μὴ ἀληθεύειν ἀνάξιόν τε αὑτοῦ τὸ ψεύδεσθαι γινώσκων, τῇ συνειδήσει τῇ θείᾳ καὶ τῇ ἑαυτοῦ ἀρκεῖται μόναις· καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ ὄμνυσιν ὅρκον ἀπαιτηθεὶς οὐδὲ ἔξαρνός ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.

Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι᾿ ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει. ὡς δὲ οἱ τὰ ἐπίγεια θρῃσκεύοντες τοῖς ἀγάλμασι καθάπερ ἐπαΐουσι προσεύχονται,

39
τὰς βεβαίας ἐπὶ τούτων τιθέμενοι συνθήκας, οὕτως ἐπὶ τῶν ἐμψύχων ἀγαλμάτων, τῶν ἀνθρώπων, ἡ μεγαλοπρέπεια τοῦ λόγου ἡ ἀληθὴς πρὸς τοῦ ἀξιοπίστου παραλαμβάνεται διδασκάλου, καὶ ἡ εἰς τούτους εὐεργεσία εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον, οὗ κατ᾿ εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ
863 P
καὶ μεταρρυθμίζει καινίζων εἰς σωτηρίαν τὸν κατηχούμενον ἄνθρωπον. ὡς γὰρ τὸν σίδηρον Ἄρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον Διόνυσον κατά τινα ἀναφοράν, οὕτως ὁ γνωστικός, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἔμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφῆς ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.

Πᾶν ἄρα ὅτιπερ ἂν ἐν νῷ, τοῦτο καὶ ἐπὶ γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξίους ἐκ τῆς συγκαταθέσεως, [καὶ] ἀπὸ γνώμης λέγων ἅμα καὶ βιούς. ἀληθῆ τε γὰρ φρονεῖ ἅμα καὶ ἀληθεύει, πλὴν εἰ μή ποτε ἐν θεραπείας μέρει, καθάπερ ἰατρὸς πρὸς νοσοῦντας ἐπὶ σωτηρίᾳ τῶν καμνόντων, ψεύσεται ἢ ψεῦδος ἐρεῖ κατὰ τοὺς σοφιστάς. αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομὴν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν· ἀλλ᾿ ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀπορρῆξαι τῆς συναγωγῆς ἀναγκάσῃ, συμπεριφερόμενος Ἰουδαίοις »Ἰουδαῖος ἐγένετο. ἵνα πάντας κερδήσῃ«. ὁ τοίνυν μέχρι τῆς συμπεριφορᾶς [διὰ τὴν τῶν πέλας σωτηρίαν] συγκαταβαίνων ψιλῆς διὰ τὴν τῶν δι᾿ οὓς συμπεριφέρεται σωτηρίαν, οὐδεμιᾶς ὑποκρίσεως διὰ τὸν ἐπηρτημένον τοῖς δικαίοις ἀπὸ τῶν ζηλούντων κίνδυνον μετέχων, οὗτος οὐδαμῶς ἀναγκάζεται· ἐπὶ δὲ τῶν πλησίον ὠφελείᾳ μόνῃ ποιήσει τινά, ἃ οὐκ ἂν προηγουμένως αὐτῷ πραχθείη, εἰ μὴ δι᾿ ἐκείνους ποιοίη. οὗτος ἑαυτὸν ἐπιδίδωσιν ὑπὲρ τῆς ἐκκλησίας, ὑπὲρ τῶν γνωρίμων

864 P
οὓς
40
αὐτὸς »εγέννησεν« ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰκονομίαν τοῦ φιλανθρώπου καὶ φιλοθέου παιδευτοῦ δυναμένοις. εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων. εἰς ἐνέργειαν τῆς ἀγάπης τῆς πρὸς τὸν κύριον. ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ ψεύσασθαι θέλων ποτὲ κἀν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθῶν. ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετά τινος δόλου εἰρημένον, οὐκ ἀργός ἐστι λόγος, ἀλλ᾿ εἰς κακίαν ἐνεργεῖ. πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ· ἀεὶ γὰρ κατορθοῖ ἐν πᾶσι πάντως, καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ.

Αὕτη μὲν οὖν, ὡς ἐν ἐπιδρομῇ φάναι, ἡ τοῦ Χριστιανοῦ θεοσέβεια. εἰ δὴ καθηκόντως ταῦτα ποιεῖ καὶ κατὰ λόγον τὸν ὀρθόν, εὐσεβῶς ποιεῖ καὶ δικαίως. εἰ δὲ ταῦτα οὕτως ἔχει. μόνος ἂν εἴη τῷ ὄντι εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβὴς ὁ γνωστικός. οὐκ ἄρα ἄθεος ὁ Χριστιανός (τουτὶ γὰρ ἦν τὸ προκείμενον ἐπιδεῖξαι τοῖς φιλοσόφοις), ὥστε οὐδὲν κακὸν ἢ αἰσχρόν, ὅ ἐστιν ἄδικον, κατὰ μηδένα τρόπον ἐνεργήσει ποτέ. ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ᾿ ἢ μόνος τῷ ὄντι θεοσεβεῖ ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανηγεμόνα καὶ παμ βασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.

Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ. διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις, ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου. πίστις μὲν οὖν ἐνδιάθετόν τί ἐστιν ἀγαθόν, καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν ὁμολογοῦσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα. ὅθεν χρή, ἀπὸ ταύτης ἀναγόμενον τῆς πίστεως καὶ αὐξηθέντα ἐν αὐτῇ χάριτι τοῦ θεοῦ, τὴν περὶ αὐτοῦ κομίσασθαι ὡς οἷόν τέ ἐστιν γνῶσιν. γνῶσιν δὲ σοφίας τῆς κατὰ διδασκαλίαν ἐγγινομένης διαφέρειν φαμέν. ᾗ μὲν γάρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ δέ τι σοφία. οὐ πάντως γνῶσις. ἐν μόνῃ γὰρ τῇ τοῦ προφορικοῦ λόγου * τὸ τῆς σοφίας ὄνομα φαντάζεται. πλὴν ἀλλὰ τὸ μὴ διστάσαι περὶ θεοῦ,

41
πιστεῦσαι δὲ θεμέλιος γνώσεως, ἄμφω δὲ ὁ Χριστός, ὅ τε θεμέλιος ἥ τε ἐποικοδομή, δι᾿ οὗ καὶ ἡ ἀρχὴ καὶ τὰ τέλη. καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται, ἥ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως
865 P
διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακα ταθήκη
311 S
ἐγχειρίζεται, ἀφ᾿ ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς φῶς. εἴρηται γὰρ »τῷ ἔχοντι προστεθήσεται«, τῇ μὲν πίστει ἡ γνῶσις, τῇ δὲ γνώσει ἡ ἀγάπη, τῇ ἀγάπῃ δὲ ἡ κληρονομία. γίνεται δὲ τοῦτο, ὁπόταν τις κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός· ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον δικαιοσύνης κατ᾿ ἐπίτασιν προεληλυθέναι. αὕτη πρὸς τέλος ἄγει τὸ ἀτελεύτητον καὶ τέλειον, προδιδάσκουσα τὴν ἐσομένην ἡμῖν κατὰ τὸν θεὸν μετὰ θεῶν δίαιταν, ἀπολυθέντων ἡμῶν κολάσεως καὶ τιμωρίας ἁπάσης. ἃς ἐκ τῶν ἁμαρτημάτων εἰς παιδείαν ὑπομένομεν σωτήριον· μεθ᾿ ἣν ἀπολύτρωσιν τὸ γέρας καὶ αἱ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται, πεπαυμένοις μὲν τῆς καθάρσεως, πεπαυμένοις δὲ καὶ λειτουργίας τῆς ἄλλης, κἂν ἁγία ᾖ καὶ ἐν ἁγίοις· ἔπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις. καὶ θεοὶ τὴν προσηγορίαν κέκληνται, [οἱ] σύνθρονοι τῶν ἄλλων θεῶν, τῶν ὑπὸ τῷ σωτῆρι πρώτων τεταγμένων, γενησόμενοι. ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν. ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενὲς τῆς ψυχῆς θεῖόν τε καὶ ἅγιον μετοικίζει καὶ διά τινος οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικὰς τὸν ἄνθρωπον, ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον, τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημονικῶς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα.
42
ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου ἐστὶν προσεχῶς ὑποτεταγμένη. ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ
866 P
καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ᾿ ἐπιστήμης [καὶ] καταληπτὸν παραπέμπουσα. καί μοι δοκεῖ πρώτη τις εἶναι μεταβολὴ σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν, ὡς προεῖπον, δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν· ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ »ἰσάγγελος« εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχὴν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων, εἰς τὴν πατρῴαν αὐλὴν ἐπὶ τὴν κυριακὴν ὄντως διὰ τῆς ἁγίας ἑβδομάδος ἐπείγεται μονήν, ἐσόμενος, ὡς εἰπεῖν, φῶς ἑστὸς καὶ μένον ἀιδίως, πάντῃ πάντως ἄτρεπτον.

Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβῆς δεῖγμα. πολλῶν ὅσων μαρτυρίων ὄντων παραστήσομαι ἓν κεφαλαιωδῶς πρὸς τοῦ προφήτου Δαβὶδ ὧδέ πως εἰρημένον· »τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ· οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.« συντόμως, οἶμαι, τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης· κατὰ παραδρομὴν δ᾿, ὡς ἔοικεν, ἡμῖν θεὸν εἶναι τὸν σωτῆρα ἀπέδειξεν ὁ Δαβὶδ »πρόσωπον« αὐτὸν εἰπὼν »τοῦ θεοῦ Ἰακώβ«, τὸν εὐαγγελισάμενον καὶ διδάξαντα περὶ τοῦ πατρός. διὸ καὶ ὁ ἀπόστολος

43
»χαρακτῆρα τῆς δόξης τοῦ πατρὸς« τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι »θεὸς καὶ πατὴρ εἷς« καὶ μόνος ὁ παντοκράτωρ, »ὃν οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ«. ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ »ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακὼβ« μεμήνυται, ὃν »μόνον« ὄντα θεὸν πατέρα »ἀγαθὸν« χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεός. ἡ γενεὰ δὲ τῶν ζητούντων αὐτὸν »τὸ γένος« ἐστὶ »τὸ ἐκλεκτόν«, τὸ ζητητικὸν εἰς γνῶσιν.

Διὰ τοῦτο καὶ ὁ ἀπόστολός φησιν· »οὐδὲν ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν

867 P
γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ.« καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, ἀλλ᾿ οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας. ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ᾿ οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ᾿ »ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν«· »ἀγάπην γὰρ οὐκ ἔχουσι« κατὰ τὸν ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην. πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ. ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν πρᾶξιν κατευθύνει. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, ὥστε καὶ ἐπὶ θεοσεβείας ἀνὰ λόγον. οὐ μόνον τοίνυν τοιοῦτος
312 S
ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα. τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.

Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασθαι λαβεῖν τὴν γνῶσιν κομίζων

44
οἴκοθεν. πρόθυμος μαθητὴς τοῦ κυρίου γίνεται. εὐθέως δὲ ἀκούσας θεόν τε καὶ πρόνοιαν ἐπίστευσεν ἐξ ὧν ἐθαύμασεν. ἐνθένδε οὖν ὁρμώμενος ἐκ παντὸς τρόπου συνεργεῖ πρὸς τὴν μάθησιν. πάντ᾿ ἐκεῖνα ποιῶν δι᾿ ὧν λαβεῖν δυνήσεται τὴν γνῶσιν ὧν ποθεῖ (πόθος δὲ κατὰ προκοπὴν πίστεως ἅμα ζητήσει κραθεὶς συνίσταται), τὸ δ᾿ ἐστὶν ἄξιον γενέσθαι τῆς τοσαύτης καὶ τηλικαύτης θεωρίας. οὕτως γεύσεται τοῦ θελήματος τοῦ θεοῦ ὁ γνωστικός· οὐ γὰρ τὰς ἀκοάς. ἀλλὰ τὴν ψυχὴν παρίστησι τοῖς ὑπὸ τῶν λεγομένων δηλουμένοις πράγμασιν. οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως
868 P
καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει. τὸ »μὴ μοιχεύσῃς. μὴ φονεύσῃς« ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ. οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.

Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπιστημονικῇ θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις. εἰδὼς εὖ μάλα ὅτι »ὁ διδάσκων ἄνθρωπον γνῶσιν« κατὰ τὸν προφήτην »κύριός« ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργῶν· ταύτῃ καὶ σάρκα ἀνείληφεν. εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται. οὐδ᾿ ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή. ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα. γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος. τὸ κόσμιον δὲ τοῦ ἤθους περιβαλλόμενος. εἰ γὰρ καὶ οἱ τοῦ δεσπότου ὀφθαλμοὶ οὐχ ἑώρων, τοῦ Αἰγυπτίου λέγω. τὸν Ἰωσήφ, ἀλλ᾿ οἵ γε τοῦ παντοκράτορος ἐπεσκόπουν. ἡμεῖς μὲν γὰρ τῆς φωνῆς ἀκούομεν καὶ τὰ σώματα θεωροῦμεν, ὁ θεὸς δὲ τὸ πρᾶγμα, ἀφ᾿ οὗ φέρεται τὸ φωνεῖν καὶ βλέπειν, ἐξετάζει. ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ »φάρμακον« γίνεσθαι »σωτηρίας«, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ᾿ ἀξίαν μεριζόμενα προνοίας.

Χρώμενος τοίνυν τοῖς κτιστοῖς. ὁπόταν αἱρῇ λόγος, εἰς ὅσον αἱρεῖ. κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως

45
κύριος καθίσταται. οὐ μνησικακεῖ ποτε, οὐ χαλεπαίνει οὐδενί, κἂν μίσους ἄξιος τυγχάνῃ, ἐφ᾿ οἷς διαπράττεται· σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου. οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ᾿ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος. κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτὸν ἀπὸ τῶν πόνων ἐπὶ τὰ οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀβλαβὴς τηρεῖται ἡ ψυχή. οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ᾿ οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ. ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ [καὶ] ἐνεργῷ. οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ »ἀγαθοῦ καὶ πιστοῦ δούλου« μεταβαίνων δι᾿ ἀγάπης εἰς »φίλον« διὰ
869 P
τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.

Ὡς ἂν οὖν ἐπ᾿ ἄκρον γνώσεως ἥκειν βιαζόμενος. τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ᾿ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ᾿ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα. μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη. εἰς κατάληψιν δὲ ἐλπιζόμενα. ταύτῃ ἄρα τοὺς πόνους καὶ τὰς βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι. ἐλπίδι τοῦ παύσασθαι μὲν τὰ ἐνεστῶτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομένει, ἀλλ᾿ ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων [ἐλπίδων] ἀπολήψεως. διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεῖ.

46
φασὶ γοῦν τὸν μακάριον Πέτρον θεασάμενον τὴν αὑτοῦ γυναῖκα ἀγομένην τὴν ἐπὶ θάνατον, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν καὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ μάλα προτρεπτικῶς τε καὶ παρακλητικῶς, ἐξ ὀνόματος προσειπόντα »μέμνησο, ὦ αὕτη, τοῦ κυρίου«. τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία διάθεσις. ταύτῃ καὶ ὁ ἀπόστολος
313 S
»ὁ γαμῶν »ὡς μὴ γαμῶν«. ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ »ἀπερίσπαστον« τῆς πρὸς τὸν κύριον ἀγάπης. ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν. ἆρ᾿ οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ; βεβαίαν γάρ, οἶμαι, τὴν πίστιν ἐκέκτηντο. ᾗ κατηκολούθουν πισταὶ καὶ αἱ ἐνέργειαι. ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐρρωμένη τοῦ γνωστικοῦ ἡ ψυχή, οἷον ἀθλητοῦ τὸ σῶμα ἐν ἄκρᾳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα. εὔβουλος μὲν γὰρ ὑπάρχει περὶ τὰ ἀνθρώπων, τῷ δικαίῳ τὸ πρακτέον γνωματεύουσα, τὰς ἀρχὰς θεόθεν ἄνωθεν * καὶ πρὸς τὴν θείαν ἐξομοίωσιν πραότητα ἡδονῶν καὶ λυπῶν σωματικῶν περιπεποιημένη· κατεξανίσταται δὲ
870 P
τῶν φόβων εὐθαρσῶς καὶ πεποιθότως τῷ θεῷ. ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή. τελείᾳ ἀρετῇ κεκοσμημένη. ἐκ πάντων ἅμα τούτων, φύσεως. ἀσκήσεως, λόγου, συνηυξημένῃ. τοῦτο τὸ κάλλος τῆς ψυχῆς »νεὼς« γίνεται »τοῦ ἁγίου πνεύματος«, ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται τὸν βίον. ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων ἐπιθυμιῶν κύριος. εὖ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκὼς κατὰ κράτος τά τε τῷ ὄντι δεινὰ καὶ τὰ μή. ὅθεν ἐπιστημόνως ὑφίσταται ἃ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαρραλέα (τουτέστι τὰ ἀγαθὰ) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερὰ ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ πενίας. ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται. οὗτος ὁ τῷ ὄντι
47
ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον. τούτῳ »πάντα εἰς ἑαυτὸν ἀνήρτηται« πρὸς τὴν τοῦ τέλους κτῆσιν. τὰ μὲν γὰρ λεγόμενα τυχηρὰ δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινὰ ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδὴ κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ τὰ ἐναντία κατὰ ταὐτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον. ἀμεμφῶς τοίνυν »ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου«, ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τά τε πρακτέα τά τε ὑπομενετέα γνωρίζει.

Μή τι οὖν, εἰ δι᾿ ἄγνοιαν τῶν δεινῶν καὶ μὴ δεινῶν συνίσταται ἡ δειλία, μόνος θαρραλέος ὁ γνωστικός, τά τε ὄντα ἀγαθὰ καὶ τὰ ἐσόμενα γνωρίζων, συνεπιστάμενος δὲ τούτοις, ὥσπερ ἔφην, καὶ τὰ μὴ τῷ ὄντι δεινά, ἐπεὶ μόνην κακίαν ἐχθρὰν οὖσαν εἰδὼς καὶ καθαιρετικὴν τῶν ἐπὶ τὴν γνῶσιν προκοπτόντων, τοῖς ὅπλοις τοῦ κυρίου πεφραγμένος

871 P
καταπολεμεῖ ταύτης. οὐ γὰρ εἰ δι᾿ ἀφροσύνην τι συνίσταται καὶ διαβόλου ἐνέργειαν, μᾶλλον δὲ συνέργειαν. τοῦτ᾿ εὐθέως διάβολος ἢ ἀφροσύνη (ὅτι μηδεμία ἐνέργεια φρόνησις· ἕξις γὰρ ἡ φρόνησις, οὐδεμία δὲ ἐνέργεια ἕξις)· οὐ τοίνυν οὐδὲ ἡ δι᾿ ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι᾿ ἄγνοιαν, οὐ μὴν ἄγνοια· οὐδὲ γὰρ τὰ πάθη, οὐδὲ τὰ ἁμαρτήματα κακίαι, καίτοι ἀπὸ κακίας φερόμενα. οὐδεὶς οὖν ἀλόγως ἀνδρεῖος γνωστικός· ἐπεὶ καὶ τοὺς παῖδας λεγέτω τις ἀνδρείους ἀγνοίᾳ τῶν δεινῶν ὑφισταμένους τά φοβερά (ἅπτονται γοῦν οὗτοι καὶ πυρός), καὶ τὰ θηρία τὰ ὁμόσε ταῖς λόγχαις πορευόμενα ἀλόγως ὄντα ἀνδρεῖα ἐνάρετα λεγόντων. τάχα δ᾿ οὕτως καὶ τοὺς θαυματοποιοὺς ἀνδρείους φήσουσιν εἰς τὰς μαχαίρας κυβιστῶντας ἐξ ἐμπειρίας τινὸς κακοτεχνοῦντας ἐπὶ λυπρῷ τῳ μισθῷ. ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται. ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορμὰς
48
παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ᾿ ὅπως (εὐστομεῖν γὰρ δίκαιον). οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν. ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες. καὶ »τὴν κλῆσιν« ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι »βεβαιοῦσιν« καὶ τὸ ἀνδρεῖον ἐν τῇ κατὰ ἀλήθειαν λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται. οὔτ᾿ οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ᾿ αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ. ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει. μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ ἆθλα τῶν πόνων. οἳ μὲν γὰρ φιλοδοξίᾳ, οἳ δὲ εὐλαβείᾳ κολάσεως ἄλλης δριμυτέρας, οἳ δὲ διά τινας ἡδονὰς καὶ εὐφροσύνας τὰς μετὰ θάνατον ὑπομένοντες παῖδες ἐν πίστει. μακάριοι μέν, οὐδέπω δὲ ἄνδρες ἐν ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καθάπερ ὁ γνωστικὸς γεγονότες (εἰσὶ γάρ, εἰσὶ καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς. οὕτως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν στέφανοι ἀνδρῶν τε καὶ παίδων)· ἡ δὲ ἀγάπη
872 P
αὐτὴ δι᾿ αὑτὴν αἱρετή, οὐ δι᾿ ἄλλο τι. σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται. μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.

Ἄφοβον οὖν καὶ ἀδεᾶ καὶ πεποιθότα ἐπὶ κύριον ἡ ἀγάπη ἀλείφουσα καὶ γυμνάσασα κατασκευάζει τὸν ἴδιον

314 S
ἀθλητήν, ὥσπερ δικαιοσύνη τὸ διὰ παντὸς ἀληθεύειν αὐτῷ τοῦ βίου περιποιεῖ. δικαιοσύνης γὰρ ἦν ἐπιτομὴ φάναι· »ἔσται ὑμῶν τὸ ναὶ καὶ τὸ οὒ οὔ.« ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς σωφροσύνης. οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ᾿ οὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ᾿ οὐδὲ δι᾿ ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ᾿ ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς). τοιοῦτοι δὲ καὶ οἱ νόμῳ καὶ φόβῳ κωλυόμενον καιρὸν γὰρ λαβόντες παρακλέπτουσι
49
κλέπτουσι τὸν νόμον, ἀποδιδράσκοντες τὰ καλά. ἡ δὲ δι᾿ αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.

Τούτων οὖν αἰτία ἡ ἁγιωτάτη καὶ κυριωτάτη πάσης ἐπιστήμης ἀγάπη· διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν. ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, »τέλειον« ὡς ἀληθῶς »ἄνδρα εἰς μέτρον ἡλικίας« αὐξήσαντα. ἀλλὰ καὶ [ἡ] ὁμόνοια ἡ περὶ ταὐτὸ πρᾶγμα συγκατάθεσίς ἐστι, τὸ δὲ ταὐτὸν ἕν ἐστιν, ἥ τε φιλία δι᾿ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἑνὶ κειμένης. ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλεγεὶς τάξει. ταυτὶ γὰρ ὀνόματα εὐγενείας

873 P
καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπὴν ἡ γνωστικὴ ψυχὴ λαμβάνει, καθαρὰ τέλεον γενομένη, »πρόσωπον«, φησί, »πρὸς πρόσωπον« ὁρᾶν ἀιδίως καταξιουμένη τὸν παντοκράτορα θεόν. πνευματικὴ γὰρ ὅλη γενομένη πρὸς τὸ συγγενὲς χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.

Ταῦτα μὲν οὖν ταύτῃ. οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς [τε] τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται. οὐ γὰρ ὑπερορᾷ τὸν ἀδελφὸν κατὰ τὸν θεῖον νόμον ὁμοπάτριον ὄντα καὶ ὁμομήτριον· ἀμέλει θλιβόμενον ἐπικουφίζει παραμυθίαις, παρορμήσεσι, ταῖς βιωτικαῖς χρείαις ἐπικουρῶν, διδοὺς τοῖς δεομένοις πᾶσιν, ἀλλ᾿ οὐχ ὁμοίως, δικαίως δὲ καὶ κατὰ τὴν ἀξίαν, πρὸς δὲ καὶ τῷ καταδιώκοντι καὶ μισοῦντι, εἰ τούτου δέοιτο. ὀλίγα φροντίζων τῶν λεγόντων διὰ φόβον αὐτῷ δεδωκέναι, εἰ μὴ διὰ φόβον. δι᾿ ἐπικουρίαν δὲ τοῦτο ποιοίη. οἱ γὰρ πρὸς ἐχθροὺς ἀφιλάργυροι καὶ ἀμνησιπόνηροι πόσῳ μᾶλλον πρὸς τοὺς οἰκείους ἀγαπητικοί; ὁ τοιοῦτος ἐκ τούτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἄν τις μάλιστα καὶ ὁπόσον καὶ

50
ὁπότε καὶ ὅπως ἐπιδῴη. τίς δ᾿ ἂν καὶ ἐχθρὸς εὐλόγως γένοιτο ἀνδρὸς οὐδεμίαν οὐδαμῶς παρέχοντος αἰτίαν ἔχθρας: καὶ μή τι. καθάπερ ἐπὶ τοῦ θεοῦ οὐδενὶ μὲν ἀντικεῖσθαι λέγομεν τὸν θεὸν οὐδὲ ἐχθρὸν εἶναί τινος (πάντων γὰρ κτίστης. καὶ οὐδέν ἐστι τῶν ὑποστάντων ὃ μὴ θέλει). φαμὲν δ᾿ αὐτῷ ἐχθροὺς εἶναι τοὺς ἀπειθεῖς καὶ μὴ κατὰ τὰς ἐντολὰς αὐτοῦ πορευομένους. οἷον τοὺς διεχθρεύοντας αὐτοῦ τῇ διαθήκῃ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γνωστικοῦ εὕροιμεν ἄν. αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ᾿ οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο. ἐχθροὶ δὲ εῖναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ μεταδοτικὴ παρ᾿ ἡμῖν δικαιοσύνη λέγηται· ἀλλὰ καὶ ἡ κατ᾿ ἀξίαν διακριτικὴ πρὸς τὸ μᾶλλον καὶ ἧττον. ἐφ᾿ ὧν καθήκει κατ᾿ ἐπιστήμην γενέσθαι. ἀκροτάτης δικαιοσύνης εἶδος τυγχάνει. ἔστι μὲν οὖν ἃ καὶ κατὰ ἰδιωτισμὸν πρός τινων κατορθοῦται. οἷον ἡδονῶν ἐγκράτεια. ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἔκ τε τοῦ μὴ δύνασθαι »τυχεῖν ὧν ἐρᾷ τις« καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ᾿ οἳ διὰ τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσὶν ἡδέων. οὕτως κἀν τῇ πίστει ἢ δι᾿ ἐπαγγελίαν ἢ διὰ φόβον
871 P
θεοῦ ἐγκρατεύονταί τινες. ἀλλ᾿ ἔστι μὲν θεμέλιος γνώσεως ἡ τοιαύτη ἐγκράτεια καὶ προσαγωγή τις ἐπὶ τὸ βέλτιον καὶ ἐπὶ τὸ τέλειον ὁρμή. ἀρχὴ γὰρ σοφίας«. φησί. »φόβος κυρίου.« ὁ τέλειος δὲ δι᾿ ἀγάπην »πάντα στέγει. πάντα ὑπομένει. οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων. ἀλλὰ θεῷ«. καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ᾿ ἐπακολούθημα. οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ χρῆσιν. λέγεται καὶ κατ᾿ ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν. ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα. ἀφ᾿ ὧν καρποφορεῖ τὰς κατ᾿ ἀρετὴν ἐνεργείας. ταύτῃ οὐδέποτε περιστάσεως γενομένης τῆς ἰδίας ἕξεως ὁ γνωστικὸς ἐξίσταται. ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις. ἐπιστήμη θείων καὶ
51
ἀνθρωπείων πραγμάτων ὑπάρχουσα. οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν· διὸ καὶ ἐσθίει καὶ πίνει καὶ γαμεῖ οὐ προηγουμένως. ἀλλὰ ἀναγκαίως. τὸ γαμεῖν δὲ ἐὰν ὁ λόγος αἱρῇ λέγω καὶ ὡς καθήκει· γενόμενος γὰρ τέλειος εἰκόνας ἔχει τοὺς ἀποστόλους. καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ᾿ ἐκεῖνος »ἄνδρας νικᾷ« ὁ γάμῳ καὶ
315 S
παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος. μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης. τῷ δὲ ἀοίκῳ τὰ πολλὰ εἶναι συμβέβηκεν ἀπειράστῳ. μόνου γοῦν ἑαυτοῦ κηδόμενος ἡττᾶται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν. περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ. εἰκόνα ἀτεχνῶς σῴζοντος ὀλίγην τῆς τῇ ἀληθείᾳ προνοίας.

Ἀλλ᾿ ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν. ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν. οὐχ ὁρᾶτε πῶς μαλάσσεται κηρὸς καὶ καθαίρεται χαλκός, ἵνα τὸν ἐπιόντα χαρακτῆρα παραδέξηται; αὐτίκα ὡς ὁ θάνατος »χωρισμὸς ψυχῆς ἀπὸ σώματος«, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ

875 P
προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν· ὡς θέλεις ζῶ. ὁ μὲν γὰρ »ἀνθρώποις ἀρέσκειν« προαιρούμενος »θεῷ ἀρέσαι οὐ δύναται«, ἐπεὶ μὴ τὰ συμφέροντα, ἀλλὰ τὰ τέρποντα αἱροῦνται οἱ πολλοί· ἀρέσκων δέ τις τῷ θεῷ τοῖς σπουδαίοις τῶν ἀνθρώπων εὐάρεστος κατ᾿ ἐπακολούθημα γίνεται. τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν. ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ ἐνέργημα τερπνὸν ὑφορᾶται; »οὐδεὶς« γὰρ »δύναται δυσὶ κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνᾷ.« οὐ τὸ ἀργύριον λέγων φησὶ ψιλῶς οὕτως. ἀλλὰ τὴν ἐκ τοῦ ἀργυρίου εἰς τὰς ποικίλας ἡδονὰς χορηγίαν· τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.

Εἷς μὲν οὖν μόνος ὁ ἀνεπιθύμητος ἐξ ἀρχῆς ὁ κύριος ὁ φιλάνθρωπος ὁ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος· ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι

52
τῷ ὑπ᾿ αὐτοῦ δεδομένῳ χαρακτῆρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως γενέσθαι βιάζονται. ὁ γὰρ ἐπιθυμήσας καὶ κατασχὼν ἑαυτοῦ *, καθάπερ καὶ ἡ χήρα διὰ σωφροσύνης αὖθις παρθένος. οὗτος μισθὸς γνώσεως τῷ σωτῆρι καὶ διδασκάλῳ. ὃν αὐτὸς ᾔτησεν, τὴν ἀποχὴν τῶν κακῶν καὶ τὴν ἐνέργειαν τῆς εὐποιίας. δι᾿ ὧν ἡ σωτηρία περιγίνεται. ὥσπερ οὖν οἱ τὰς τέχνας μεμαθηκότες δι᾿ ὧν ἐπαιδεύθησαν πορίζουσι τὰς τροφάς. οὕτως ὁ γνωστικὸς δι᾿ ὧν ἐπίσταται πορίζων τὴν ζωὴν σῴζεται. ὁ γὰρ μὴ θελήσας τὸ τῆς ψυχῆς ἐκκόψαι πάθος ἑαυτὸν ἀπέκτεινεν. ἀλλ᾿ ὡς ἔοικεν ἀτροφία μὲν ἡ ἄγνοια τῆς ψυχῆς. τροφὴ δὲ ἡ γνῶσις. αὗται δέ εἰσιν αἱ γνωστικαὶ ψυχαί, ἃς ἀπείκασεν τὸ εὐαγγέλιον ταῖς ἡγιασμέναις παρθένοις ταῖς προσδεχομέναις τὸν κύριον. παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον. καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ ›ποθοῦμέν σε, ὦ κύριε,‹ λέγουσαι. ›ἤδη ποτὲ ἀπολαβεῖν. ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι· διὸ καὶ τὰς ὑποσχέσεις ἀπαιτοῦμεν, εὐχόμεθα δὲ τὰ συμφέροντα, οὐ τὰ ἡδέα ὡς καθήκοντος τοῦ αἰτεῖν τὰ κάλλιστα παρὰ σοῦ· καὶ πάντα ἐπὶ συμφόρῳ δεξόμεθα. κἂν πονηρὰ εἶναι δοκῇ τὰ προσιόντα γυμνάσια, ἅτινα ἡμῖν προσφέρει ἡ σὴ οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.‹

Ὁ μὲν οὖν γνωστικὸς δι᾿ ὑπερβολὴν ὁσιότητος αἰτούμενος μᾶλλον ἀποτυχεῖν ἕτοιμος ἢ μὴ αἰτούμενος τυχεῖν. εὐχὴ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία

876 P
πρὸς θεόν, κἂν καθαρὸς ᾖ ἁμαρτημάτων. πάντως οὗ βούλεται τεύξεται. λέγει γὰρ ὁ θεὸς τῷ δικαίῳ· »αἴτησαι, καὶ δώσω σοί· ἐννοήθητι. καὶ ποιήσω.« ἐὰν μὲν οὖν συμφέροντα ᾖ, παραχρῆμα λήψεται· ἀσύμφορα δὲ οὐδέποτε αἰτήσεται, διὸ οὐδὲ λήψεται. οὕτως ἔσται ὃ βούλεται. κἄν τις ἡμῖν λέγῃ ἐπιτυγχάνειν τινὰς καὶ τῶν ἁμαρτωλῶν κατὰ τὰς αἰτήσεις, σπανίως μὲν τοῦτο διὰ τὴν τοῦ θεοῦ δικαίαν ἀγαθότητα, δίδοται δὲ τοῖς καὶ ἄλλους εὐεργετεῖν δυναμένοις. ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ᾿ ἡ οἰκονομία τὸν σῴζεσθαι δι᾿ αὐτοῦ μέλλοντα προορωμένη δικαίαν πάλιν ποιεῖται τὴν δωρεάν. τοῖς δ᾿ ὅσοι ἄξιοι τὰ ὄντως ἀγαθὰ καὶ μὴ αἰτουμένοις δίδοται. ὅταν οὖν μὴ κατὰ ἀνάγκην ἢ
53
φόβον ἢ ἐλπίδα δίκαιός τις ᾖ, ἀλλ᾿ ἐκ προαιρέσεως, αὕτη ἡ ὁδὸς λέγεται βασιλική, ἣν τὸ βασιλικὸν ὁδεύει γένος, ὀλισθ ηραὶ δὲ αἱ ἄλλαι παρεκτροπαὶ καὶ κρημνώδεις. εἰ γοῦν τις ἀφέλοι τὸν φόβον καὶ τὴν τιμήν, οὐκ οἶδ᾿ εἰ ἔτι ὑποστήσονται τὰς θλίψεις οἱ γεννάδαι τῶν παρρησιαζομένων φιλοσόφων.

Ἐπιθυμίαι δὲ καὶ τὰ ἄλλα ἁμαρτήματα »τρίβολοι καὶ σκόλοπες« εἴρηνται. ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελῶνι φυτεύων, κλαδεύων, ἀρδεύων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν καταπεφυτευμένων γεωργός. οἱ μὲν οὖν τὸ κακὸν μὴ πράξαντες μισθὸν ἀξιοῦσιν ἀργίας λαμβάνειν, ὁ δὲ ἀγαθὰ πράξας ἐκ προαιρέσεως γυμνῆς ἀπαιτεῖ τὸν μισθὸν ὡς ἐργάτης ἀγαθός. ἀμέλει καὶ διπλοῦν λήψεται ὧν τε οὐκ ἐποίησεν καὶ ἀνθ᾿ ὧν εὐηργέτησεν. ὁ γνωστικὸς οὗτος πειράζεται ὑπ᾿ οὐδενός, πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν. ἐπιρρώννυνται γοῦν πρὸς τὴν πίστιν διὰ τῆς ἀνδρικῆς παρακαλούμενοι ὑπομονῆς. ἀμέλει καὶ διὰ τοῦτο οἱ μακάριοι ἀπόστολοι εἰς πῆξιν

316 S
καὶ βεβαίωσιν τῶν ἐκκλησιῶν εἰς πεῖραν καὶ μαρτύριον τελειότητος ἤχθησαν. ἔχων οὖν ὁ γνωστικὸς ἔναυλον τὴν φωνὴν τὴν λέγουσαν. ὃν ἐγὼ πατάξω, σὺ ἐλέησον, καὶ τοὺς μισοῦντας αἰτεῖται μετανοῆσαι· τὴν γὰρ τῶν κακούργων ἐν τοῖς σταδίοις ἐπιτελουμένην τιμωρίαν καὶ παίδων ἐστὶ μὴ θεάσασθαι. οὐ γὰρ ἔστιν ὅπως ὑπὸ τοιούτων παιδευθείη ποτ᾿ ἂν ὁ γνωστικὸς ἢ τερφθείη, ἐκ προαιρέσεως καλὸς καὶ ἀγαθὸς εἶναι συνασκήσας καὶ ταύτῃ ἄτεγκτος ἡδοναῖς γενόμενος· οὔποτε ὑποπίπτων ἁμαρτήμασιν, ἀλλοτρίων κακῶν ὑποδείγμασιν οὐ παιδεύεται· πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαί τοῦτον, ὃς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν κατεμεγαλοφρόνησεν. »οὐ πᾶς ἄρα ὁ λέγων ›κύριε κύριε‹ εἰσελεύσεται
877 P
εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.« οὗτος δ᾿ ἂν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατῶν μὲν »τῶν κοσμικῶν ἐπιθυμιῶν« ἐν αὐτῇ ἔτι τῇ σαρκὶ ὤν, περὶ δὲ ὧν ἔγνω, τῶν μελλόντων καὶ ἔτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσὶ παρεῖναι ταῦτα.

54

Οὗτος ἐργάτης εὔθετος. χαίρων μὲν ἐφ᾿ οἷς ἔγνω, συστελλόμενος δὲ ἐφ᾿ οἷς ἐπεγκυλίεται τῇ τοῦ βίου ἀνάγκῃ. μηδέπω καταξιούμενος τῆς ὧν ἔγνω ἐνεργούσης μεταλήψεως. ταύτῃ τῷ βίῳ τῷδε ὡς ἀλλοτρίῳ ὅσον ἐν ἀνάγκης συγχρῆται μοίρᾳ. οἶδεν αὐτὸς καὶ τῆς νηστείας τὰ αἰνίγματα τῶν ἡμερῶν τούτων, τῆς τετράδος καὶ τῆς παρασκευῆς λέγω. ἐπιφημίζονται γὰρ ἣ μὲν Ἑρμοῦ. ἣ δὲ Ἀφροδίτης. αὐτίκα νηστεύει κατὰ τὸν βίον φιλαργυρίας τε ὁμοῦ καὶ φιληδονίας, ἐξ ὧν αἱ πᾶσαι ἐκφύονται κακίαι· πορνείας γὰρ ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρείαν.

Νηστεύει τοίνυν καὶ κατὰ τὸν νόμον ἀπὸ τῶν πράξεων τῶν φαύλων καὶ κατὰ τὴν τοῦ εὐαγγελίου τελειότητα ἀπὸ τῶν ἐννοιῶν τῶν πονηρῶν. τούτῳ καὶ οἱ πειρασμοὶ προσάγονται οὐκ εἰς τὴν ἀποκάθαρσιν, ἀλλ᾿ εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφέλειαν, εἰ πεῖραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο. ὁ δ᾿ αὐτὸς καὶ περὶ ἡδονῆς λόγος. μέγιστον γὰρ ἐν πείρᾳ γενόμενον εἶτα ἀποσχέσθαι. τί γὰρ μέγα εἰ ἃ μὴ οἶδέν τις ἐγκρατεύοιτο; οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων. ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὁρᾶν νομίζει. τὰς ὄψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγῶν, κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ. κολάζων τὸ ὁρατικόν. ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολὴν

878 P
τῆς ὄψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον ὁρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ. αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.

Ἀδελφοὶ δ᾿ εἰσὶ τῷ ὄντι κατὰ τὴν κτίσιν τὴν ἐξειλεγμένην καὶ κατὰ τὴν ὁμοήθειαν καὶ κατὰ τὴν τῶν ἔργων ὑπόστασιν, τὰ αὐτὰ ποιοῦντες καὶ νοοῦντες καὶ λαλοῦντες ἐνεργήματα ἅγια καὶ καλά, ἃ ὁ κύριος αὐτοὺς ἠθέλησεν ἐκλεκτοὺς ὄντας φρονεῖν. πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ

55
φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν. κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος. ταύτῃ οὐδὲ ὄναρ ποτὲ μὴ ἁρμόζον ἐκλεκτῷ βλέπει. ἀτεχνῶς »ξένος γὰρ καὶ παρεπίδημος« ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὃς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ᾿ ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ. ἀλλ᾿ ἡ προαίρεσις δεικνύῃ δίκαιον. ὁ γνωστικὸς οὗτος συνελόντι εἰπεῖν τὴν ἀποστολικὴν ἀπουσίαν ἀνταναπληροῖ βιοὺς ὀρθῶς, γιγνώσκων ἀκριβῶς, ὠφελῶν τοὺς ἐπιτηδείους, τὰ »ὄρη μεθιστὰς« τῶν πλησίον καὶ τὰς τῆς ψυχῆς αὐτῶν ἀνωμαλίας ἀποβάλλων. καίτοι ἕκαστος ἡμῶν αὑτοῦ τε ἀμπελὼν καὶ ἐργάτης. ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν (»ὅπου γὰρ ὁ νοῦς τινος«, φησίν, »ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ«), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.

Ἡγεῖται γοῦν τὴν ἀλγηδόνα ἐκείνου ἴδιον ἄλγημα· κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι᾿ εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι

879 P
μᾶλλον τὴν εὐεργεσίαν. ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι᾿ ἔργων καὶ θεωρίας ἐπαινῶν. καὶ δὴ »οὐ τὸν ἔπαινον παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τοῦ θεοῦ« καρποῦται, ἃ ἐδίδαξεν ὁ κύριος, ταῦτα ἐπιτελῶν. οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν· οἰκτείρων τοὺς μετὰ θάνατον παιδευομένους διὰ τῆς κολάσεως ἀκουσίως ἐξομολογουμένους, εὐσυνείδητος πρὸς τὴν
317 S
ἔξοδον καὶ ἀεὶ ἕτοιμος ὤν, ὡς ἂν »παρεπίδημος καὶ ξένος« τῶν τῇδε, κληρονομημάτων μόνων τῶν ἐδίων μεμνημένος, τὰ δὲ ἐνταῦθα πάντα ἀλλότρια ἡγούμενος· οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ᾿ ὡς ἔπος εἰπεῖν δι᾿ αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος.
56
ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς [ὁ] γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας. διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμῶν. ἐὰν ὁ λόγος αἱρῇ, ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεῖ· ταύτῃ καθαρὸς εἰς εὐχὴν πάντοτε. ὃ δὲ καὶ μετ᾿ ἀγγέλων εὔχεται. ὡς ἂν ἤδη καὶ »ἰσάγγελος«. οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται. τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει.

Διττὴν οὗτος οἶδε πίστιν, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν. τὴν δὲ τοῦ πιστενομένου τὴν κατ᾿ ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη διπλῆ. ἣ μὲν δι᾿ ἀγάπην, ἣ δὲ διὰ φόβον. εἴρηται γοῦν· »ὁ φόβος τοῦ κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος.« οἱ γὰρ ἐκ φόβου εἰς πίστιν καὶ δικαιοσύνην ἐπιστρέφοντες εἰς αἰῶνα διαμένουσιν. αὐτίκα ἀποχὴν κακῶν ἐργάζεται ὁ φόβος, ἀγαθοποιεῖν δὲ προτρέπει ἐποικοδομοῦσα εἰς τὸ ἑκούσιον ἡ ἀγάπη, ἵνα τις ἀκούσῃ παρὰ τοῦ κυρίου· »οὐκέτι ὑμᾶς δούλους, ἀλλὰ φίλους λέγω«, καὶ πεποιθὼς ἤδη προσίῃ ταῖς εὐχαῖς. τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχῆς εὐχαριστία ἐπί τε τοῖς προγεγονόσιν ἐπί τε τοῖς ἐνεστῶσιν ἐπί τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν· τούτου δὲ

880 P
ἡγεῖται τὸ εἰληφέναι τὴν γνῶσιν. καὶ δὴ καὶ αἰτεῖται οὕτως ζῆσαι τὸν ὡρισμένον ἐν τῇ σαρκὶ βίον, ὡς γνωστικός. ὡς ἄσαρκος, καὶ τυχεῖν μὲν τῶν ἀρίστων, φυγεῖν δὲ τὰ χείρονα. αἰτεῖται δὲ καὶ ἐπικουφισμὸν περὶ ὧν ἡμαρτήσαμεν ἡμεῖς καὶ ἐπιστροφὴν εἰς ἐπίγνωσιν· οὕτως ὀξέως ἑπόμενος τῷ καλοῦντι κατὰ τὴν ἔξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστῆσαι κἀκεῖ, σὺν Χριστῷ γενόμενος. ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ τὴν διὰ τοῦ Χριστοῦ χορηγουμένην. οὐ γὰρ μετουσίᾳ θερμότητος θερμὸς οὐδὲ πυρὸς φωτεινός, ἀλλ᾿ εἶναι ὅλος φῶς βούλεται. οὗτος οἶδεν ἀκριβῶς τὸ εἰρημένον· »ἐὰν μὴ μισήσητε τὸν πατέρα καὶ τὴν μητέρα, πρὸς ἔτι δὲ καὶ τὴν ἰδίαν ψυχήν, καὶ ἐὰν μὴ τὸ σημεῖον βαστάσητε.« τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς
57
σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ ἀλόγῳ πνεύματι, ὅτι »ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος«. »τὸ σημεῖον δὲ βαστάσαι« »τὸν θάνατόν ἐστιν περιφέρειν«, ἔτι ζῶντα »πᾶσιν ἀποταξάμενον«, ἐπεὶ μὴ ἴση ἐστὶν ἀγάπη τοῦ σπείραντος τὴν σάρκα καὶ τοῦ τὴν ψυχὴν εἰς ἐπιστήμην κτίσαντος.

Οὗτος ἐν ἕξει γενόμενος εὐποιητικῇ θᾶττον τοῦ λέγειν καλῶς εὐεργετεῖ, τὰ μὲν τῶν ἀδελφῶν ἁμαρτήματα μερίσασθαι εὐχόμενος εἰς ἐξομολόγησιν καὶ ἐπιστροφὴν τῶν συγγενῶν, κοινωνεῖν δὲ τῶν ἰδίων ἀγαθῶν προθυμούμενος τοῖς φιλτάτοις, αὐτοὶ δὲ οὕτως αὐτῷ οἱ φίλοι. αὔξων οὖν τὰ παρ᾿ αὐτῷ κατατιθέμενα σπέρματα καθ᾿ ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται. οὗτος δι᾿ ὅλης ἡμέρας καὶ νυκτὸς λέγων καὶ ποιῶν τὰ προστάγματα τοῦ κυρίου ὑπερευφραίνεται, οὐ πρωίας μόνον ἀναστὰς καὶ μέσον ἡμέρας, ἀλλὰ καὶ περιπατῶν καὶ κοιμώμενος, ἀμφιεννύμενός τε καὶ ἀποδυόμενος· καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ᾖ τὸ γένος, ἀχώριστος ὢν τῆς ἐντολῆς καὶ τῆς ἐλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς

881 P
πρὸς πᾶσαν πεῖραν· »ὁ κύριος«. φησίν, »ἔδωκεν, ὁ κύριος ἀφείλετο.« τοιοῦτος γὰρ καὶ ὁ Ἰώβ, ὃς καὶ τοῦ ἀφαιρεθῆναι τὰ ἐκτὸς σὺν καὶ τῇ τοῦ σώματος ὑγιείᾳ προαπέθετο πάντα διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης. »ἦν γάρ«, φησί. »δίκαιος, ὅσιος, ἀπεχόμενος ἀπὸ πάσης πονηρίας.« τὸ δὲ »ὅσιον« τὰ πρὸς τὸν θεὸν δίκαια κατὰ τὴν πᾶσαν οἰκονομίαν μηνύει, ἃ δὴ ἐπιστάμενος γνωστικὸς ἦν. χρὴ γὰρ μήτε, ἐὰν ἀγαθὰ ᾖ, προστετηκέναι τούτοις ἀνθρωπίνοις οὖσι, μήτε αὖ, ἐὰν κακά, ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλὰ ἐπάνω εἶναι ἀμφοῖν τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. ἀσφαλὴς δὲ ἐν συμπεριφορᾷ ὁ γνωστικὸς μὴ λάθῃ [ἢ] ἡ συμπεριφορὰ διάθεσις γενομένη.

Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ

58
ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, »ἄφες ἡμῖν« λέγων· »καὶ γὰρ ἡμεῖς ἀφίεμεν·« ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ θεὸς βούλεται. μηδενὸς ἐπιθυμεῖν. μηδένα μισεῖν· ἑνὸς γὰρ θελήματος ἔργον οἱ πάντες ἄνθρωποι. καὶ μή τι τὸν γνωστικὸν »τέλειον« εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν »ὡς τὸν οὐράνιον πατέρα«. τουτέστιν ἑαυτόν. ὁ λέγων »δεῦτε. τέκνα. ἀκούσατέ μου φόβον κυρίου«, οὐ τῆς δι᾿ ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ᾿ ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν. καὶ τὴν φρουρὰν ἔχειν παρ᾿ ἑαυτοῦ διὰ τῆς εὐπειθείας; ὁ τοιοῦτος
318 S
ἀπαιτεῖ παρὰ κυρίου, οὐχὶ δὲ καὶ αἰτεῖ. καὶ ἐπὶ τῶν πενομένων ἀδελφῶν οὐκ αὐτὸς αἰτήσεται ὁ γνωστικὸς [οὐ] χρημάτων περιουσίαν εἰς μετάδοσιν, ἐκείνοις δὲ ὧν δέονται χορηγίαν εὔξεται γενέσθαι. δίδωσι γὰρ οὕτως καὶ τὴν εὐχὴν τοῖς δεομένοις ὁ γνωστικὸς καὶ τὸ διὰ τῆς εὐχῆς ἀγνώστως ἅμα καὶ ἀτύφως παρέχεται. πενία μὲν οὖν πολλάκις καὶ νόσος καὶ τοιαῦται πεῖραι ἐπὶ νουθεσίᾳ προσφέρονται καὶ πρὸς διόρθωσιν τῶν παρεληλυθότων καὶ πρὸς ἐπιστροφὴν τῶν μελλόντων. ὁ τοιοῦτος τὸν ἐπικουφισμὸν τούτοις αἰτούμενος. ἅτε τὸ ἐξαίρετον τῆς γνώσεως ἔχων, οὐ διὰ κενοδοξίαν, ἀλλὰ δι᾿ αὐτὸ τὸ εἶναι γνωστικός, αὐτὸς ἐργάζεται τὴν εὐποιίαν. ὄργανον γενόμενος τῆς τοῦ
882 P
θεοῦ ἀγαθότητος.

Λέγουσι δὲ ἐν ταῖς παραδόσεσι Ματθίαν τὸν ἀπόστολον παρ᾿ ἕκαστα εἰρηκέναι ὅτι »ἐὰν ἐκλεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτός· εἰ γὰρ οὕτως ἑαυτὸν ἦγεν, ὡς ὁ λόγος ὑπαγορεύει, κατῃδέσθη ἂν αὐτοῦ τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτεῖν«. τί τοίνυν περὶ αὐτοῦ τοῦ γνωστικοῦ φήσαιμεν ἄν; »ἢ οὐκ οἴδατε«, φησὶν ὁ ἀπόστολος. »ὅτι ναός ἐστε τοῦ θεοῦ;« θεῖος ἄρα ὁ γνωστικὸς καὶ ἤδη ἅγιος, θεοφορῶν καὶ θεοφορούμενος. αὐτίκα τὸ ἁμαρτῆσαι ἀλλότριον παριστᾶσα ἡ γραφὴ τοὺς μὲν παραπεσόντας τοῖς ἀλλοφύλοις πιπράσκει· »μὴ ἐμβλέψῃς« δὲ »πρὸς ἐπιθυμίαν ἀλλοτρίᾳ γυναικὶ« λέγουσα. ἄντικρυς ἀλλότριον καὶ παρὰ φύσιν τοῦ ναοῦ τοῦ θεοῦ τὴν ἁμαρτίαν λέγει. ναὸς δέ ἐστιν ὃ μὲν μέγας, ὡς ἡ ἐκκλησία, ὃ δὲ μικρός. ὡς ὁ ἄνθρωπος ὁ τὸ σπέρμα σῴζων τὸ Ἀβραάμ. οὐκ ἄρα ἐπιθυμήσει τινὸς ἑτέρου ὁ ἔχων ἀναπαυόμενον τὸν θεόν. αὐτίκα

59
πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπῶσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν. καὶ διελθὼν τὰς πνευματικὰς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἄκρων, ἐπ᾿ ἐκεῖνο μόνον ἱέμενος, [ἐφ᾿] ὃ ἔγνω μόνον. μείξας οὖν τῇ περιστερᾷ τὸν ὄφιν τελείως ἅμα καὶ εὐσυνειδήτως βιοῖ, πίστιν ἐλπίδι κεράσας πρὸς τὴν τοῦ μέλλοντος ἀπεκδοχήν. αἴσθεται γὰρ τῆς δωρεᾶς ἧς ἔλαβεν ἄξιος γενόμενος τοῦ τυχεῖν, καὶ μετατεθεὶς ἐκ δουλείας εἰς υἱοθεσίαν. [ἀν] ἀκόλουθα τῇ ἐπιστήμῃ [μήτε μὴ] (»γνοὺς τὸν θεὸν [μᾶλλον δὲ] γνωσθείς τε πρὸς αὐτοῦ«) ἐπιτελεῖ, πρὸς ἀξίαν τῆς χάριτος ἐνδεικνύμενος τὰ ἐνεργήματα. ἕπεται γὰρ τὰ ἔργα τῇ γνώσει ὡς τῷ σώματι ἡ σκιά.

Ἐπ᾿ οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων οὐδὲν οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον γενήσεσθαι. ὅθεν οὐδέποτε τὸ ἡδὺ καὶ τὸ συμφέρον προκρίνει τῆς οἰκονομίας, γυμνάζων ἑαυτὸν διὰ τῶν ἐντολῶν, ἵνα καὶ πρὸς τὸν κύριον εὐάρεστος ἐν πᾶσι γένηται καὶ πρὸς τὸν κόσμον ἐπαινετός. ἐπεὶ τὰ πάντα ἐφ᾿ ἑνὸς τοῦ παντοκράτορος θεοῦ ἵσταται. »εἰς τὰ ἴδια«. φησίν, »ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο.« διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν

883 P
χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται. ἐπεὶ τὸ τέλος αὐτῷ δι᾿ ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς εἰς θεωρίαν περαιοῦται. ἐνθένδε ἤδη, δι᾿ ἐπιστήμης τὰ ἐφόδια τῆς θεωρίας καρπούμενος μεγαλοφρόνως τε τὸ τῆς γνώσεως ἀναδεξάμενος μέγεθος, πρόεισιν ἐπὶ τὴν ἁγίαν τῆς μεταθέσεως ἀμοιβήν. ἀκήκοεν γὰρ τοῦ ψαλμοῦ λέγοντος· »κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς« αἰνίσσεται γάρ. οἶμαι. τοὺς ὑψηλῶς προσδεξαμένους τὸν λόγον ὑψηλοὺς ὡς πύργους ἔσεσθαι καὶ βεβαίως ἔν τε τῇ πίστει καὶ τῇ γνώσει στήσεσθαι.

60

Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω. ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κατορθώσῃ, ἀλλ᾿ οὔ τί γε ἐν πᾶσιν (??)μα οὐδὲ μὴν μετ᾿ ἐπιστήμης τῆς ἄκρας. καθάπερ ὁ γνωστικός. καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ᾿ ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι᾿ ἀγάπης »εἰς ἄνδρα τέλειον. εἰς μέτρον ἡλικίας« προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, »ἰσάγγελος« ἀληθῶς γενομένη. πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι. ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ δόγματα κατ᾿ ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα. μιᾶς δ᾿ οὖν διὰ βραχυτάτων ἐπιμνησθήσομαι, ὡς μὴ ἀνεπισημείωτον παραλιπεῖν τὸν τόπον. λέγει γὰρ ἐν τῇ προτέρᾳ [τῆς] πρὸς Κορινθίους ἐπιστολῇ ὁ θεῖος ἀπόστολος· »τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; ἢ οὐκ οἴδατε ὅτι ἅγιοι τὸν κόσμον κρινοῦσι;« καὶ τὰ ἑξῆς. μεγίστης δ᾿ οὔσης τῆς περικοπῆς. ταῖς ἐπικαίροις τῶν ἀποστολικῶν συγχρώμενοι λέξεσι, διὰ βραχυτάτων ἐξ ἐπιδρομῆς οἷον μεταφράζοντες τὴν ῥῆσιν, τὴν διάνοιαν τοῦ ῥητοῦ τοῦ ἀποστόλου παραστήσομεν. καθ᾿ ἣν τοῦ γνωστικοῦ τὴν τελειότητα ὑπογράφει. οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος

319 S
ἐπιτρέπων· οἶδεν γὰρ καὶ τὸν κύριον ἄντικρυς »εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν« παραγγείλαντα. τὸ μὲν οὖν »ἐπὶ τῶν ἀδίκων κρίνεσθαι« τὸν ἠδικημένον φάσκει οὐδὲν ἀλλ᾿ ἢ ἀνταποδοῦναι βούλεσθαι δοκεῖν καὶ ἀνταδικῆσαι δεύτερον ἐθέλειν, ὅπερ ὁμοίως ἐστὶν ἀδικῆσαι καὶ αὐτόν. τὸ δὲ
884 P
»ἐπὶ τῶν ἁγίων κρίνεσθαι« ἐθέλειν τινὰς λέγειν ἐμφαίνει τοὺς δι᾿ εὐχῆς τοῖς ἀδικήσασιν ἀνταποδοθῆναι τὴν πλεονεξίαν αἰτουμένους, καὶ εἶναι μὲν τῶν προτέρων τοὺς δευτέρους ἀμείνους, οὐδέπω δὲ ἀπαθεῖς, ἢν μὴ ἀμνησίκακοι τέλεον γενόμενοι κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν προσεύξωνται καὶ ὑπὲρ τῶν ἐχθρῶν.

Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν. εἰ γὰρ καὶ ἐχθροὺς ἡ ἀλήθεια τοὺς παραζηλοῦντας κεκτῆσθαι δοκεῖ, ἀλλ᾿ οὔ τί γε αὐτὴ διεχθρεύεταί τινι. »ὅ« τε

61
γὰρ »θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὑτοῦ ἐπιλάμπει ἥλιον« καὶ τὸν κύριόν γε αὐτὸν ἐπὶ δικαίους ἔπεμψεν καὶ ἀδίκους, ὅ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας »ἀφεὶς ἑβδομηκοντάκις ἑπτά« (οἶον κατὰ πάντα τὸν βίον καὶ καθ᾿ ὅλην τὴν κοσμικὴν περιήλυσιν ἑβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντί τῳ χρηστεύεται, εἰ καί τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον ἀδικεῖ τὸν γνωστικόν. οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ᾿ ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως· εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ. πλεονεκτοῦσιν οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ. πῶς δ᾿ ἂν καὶ ἀγγέλους τις κρίναι τοὺς ἀποστάτας, αὐτὸς ἀποστάτης ἐκείνης τῆς κατὰ τὸ εὐαγγέλιον ἀμνησικακίας γενόμενος; »διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;« φησί· »διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε [καὶ ἀποστερεῖτε]«, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ᾿ ἄγνοιαν πλημμελούντων, »καὶ ἀποστερεῖτε« τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ᾿ ὑμῖν τοὺς καθ᾿ ὧν εὔχεσθε. »καὶ τοῦτο ἀδελφούς«, οὐ τοὺς κατὰ πίστιν μόνον. ἀλλὰ καὶ τοὺς προσηλύτους λέγων. εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει. οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν δεῖν εἶναι ἀδελφούς, ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους,
885 P
κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ τῶν κτισμάτων τὴν ἐνέργειαν. δι᾿ ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.

»Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν;« ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ᾿ οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον περιγράφει. »καὶ ταῦτά τινες ἦτε«, τοιοῦτοι δηλονότι οἷοι ἔτι τυγχάνουσιν οἷς αὐτοὶ οὐ συγγινώσκετε. »ἀλλὰ ἀπελούσασθε«, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε.

62
εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, »ἐπὶ δικαίους καὶ ἀδίκους« τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος ἐπιλάμποντες· ε(??)τ᾿ οὖν μεγαλονοίᾳ τοῦτο περιποιήσεται ὁ γνωστικὸς εἴτε μιμήσει τοῦ κρείττονος· τρίτη δ᾿ αἰτία τὸ »ἄφες καὶ ἀφεθήσεταί σοι(??), βιαζομένης ὥσπερ τῆς ἐντολῆς εἰς σωτηρίαν δι᾿ ὑπερβολὴν ἀγαθότητος. »ἀλλ᾿ ἡγιάσθητε·« τῷ γὰρ εἰς τοῦτο ἥκοντι ἕξεως ἁγίῳ εἶναι συμβαίνει, μηδενὶ τῶν παθῶν κατὰ μηδένα τρόπον περιπίπτοντι. ἀλλ᾿ ο(??)ον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς [ἁγίῳ] γεγονότι. διόπερ »ἐδικαιώθητε« φησὶ »τῷ ὀνόματι τοῦ κυρίου«· ἐποιήθητε ὡς εἰπεῖν ὑπ᾿ αὐτοῦ δίκαιοι [εἶναι] ὡς αὐτός. καὶ »τῷ πνεύματι τῷ ἁγίῳ« ὡς ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε. μὴ γὰρ οὐ »πάντα μοι ἔξεστιν. ἀλλ᾿ οὐκ ἐξουσιασθήσομαι«. φησί. παρὰ τὸ εὐαγγέλιόν τι ποιῆσαι ἢ νοῆσαι ἢ λαλῆσαι; »τὰ δὲ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν«. ἃ »ὁ θεὸς καταργήσει«, τουτέστιν τοὺς οὕτω λογιζομένους καὶ βιοῦντας ὡς διὰ τὸ ἐσθίειν γενομένους, μὴ οὐχὶ δὲ ἐσθίοντας ἵνα ζῶσι μὲν κατὰ τὸ ἀκόλουθον, κατὰ δὲ τὸ προηγούμενον τῇ γνώσει προσανέχοντας. καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί; σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου. ὁ πνευματικὸς καὶ ἄγιος χορός. ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον. βιοῦντες δὲ οὐ κατὰ λόγον. σάρκες εἰσί. »τὸ δὲ σῶμα« τοῦτο τὸ πνευματικόν. τουτέστιν ἡ ἁγία ἐκκλησία. »οὐ τῇ πορνείᾳ« οὐδὲ τῇ ἀπὸ τοῦ εὐαγγελίου ἀποστασίᾳ πρὸς τὸν ἐθνικὸν βίον κατ᾿ οὐδένα τρόπον οὐδ᾿ ὁπωστιοῦν οἰκειωτέον. πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ »τὸ αὑτοῦ σῶμα« ὁ ἐθνικῶς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ᾿ οὖν ἐν ἔργῳ. εἴτε καὶ ἐν λόγῳ. εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. »ὁ« ταύτῃ »κολλώμενος τῇ πόρνῃ«. τῇ παρὰ τὴν διαθήκην ἐνεργείᾳ, ἄλλο σῶμα γίνεται οὐχ ἅγιον, »εἰς σάρκα μίαν« καὶ βίον ἐθνικὸν καὶ ἄλλην ἐλπίδα· »ὁ δὲ κολλώμενος
886 P
τῷ κυρίῳ ἓν πνεῦμά ἐστι«. »πνευματικὸν σῶμα«, τὸ διάφορον τῆς συνόδου γένος. υἱὸς οὗτος ἅπας. ἄνθρωπος ἅγιος. ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ. ἵνα δὴ καὶ ἔργῳ
63
καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν
320 S
ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ. ἀπόχρη τὸ δεῖγμα τοῖς ὦτα ἔχουσιν. οὐ γὰρ ἐκκυκλεῖν χρὴ τὸ μυστήριον. ἐμφαίνειν δὲ ὅσον εἰς ἀνάμνησιν τοῖς μετεσχηκόσι τῆς γνώσεως, οἳ καὶ συνήσουσιν ὅπως εἴρηται πρὸς τοῦ κυρίου· »γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειοι«, τελείως ἀφιέντες τὰς ἁμαρτίας καὶ ἀμνησικακοῦντες καὶ ἐν τῇ ἕξει τῆς ἀπαθείας καταβιοῦντες. ὡς γὰρ τέλειόν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικόν· ἀλλ᾿ οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται. οὐ γάρ. καθάπερ οἱ Στωϊκοί, ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ. μή τι οὖν τέλειοι γίγνεσθαι ὀφείλομεν ὡς ὁ πατὴρ βούλεται; ἀδύνατον γὰρ καὶ ἀμήχανον ὡς ὁ θεός ἐστι γενέσθαι τινὰ τέλειον· βούλεται δὲ ὁ πατὴρ ζῶντας ἡμᾶς κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι. ἢν οὖν, κατ᾿ ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ᾿ ἀξίαν τῆς ἐντολῆς εὐσεβῶς ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.

Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι. συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.

Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν π(??)στεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων· παρὰ τίνι γὰρ καὶ ἡ

887 P
ἀλήθεια ἄλλων ἄλλα δογματιζόντων; πρὸς οὕς φαμεν ὅτι καὶ παρ᾿ ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ᾿ Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις. καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς ἀλλήλας τῶν παρ᾿ ὑμῖν αἱρέσεων. ἔπειτα δὲ ἐπισπαρήσεσθαι τὰς αἱρέσεις τῇ ἀληθείᾳ, καθάπερ τῷ πυρῷ »τὰ ζιζάνια«. πρὸς τοῦ κυρίου προφητικῶς εἴρητο, καὶ ἀδύνατον μὴ γενέσθαι τὸ προειρημένον ἔσεσθαι· καὶ τούτου ἡ αἰτία, ὅτι παντὶ τῷ καλῷ μῶμος ἕπεται.

64

Μή τι οὖν. εἰ καὶ παραβαίη τις συνθήκας καὶ τὴν ὁμολογίαν παρέλθοι τὴν πρὸς ἡμᾶς. διὰ τὸν ψευσάμενον τὴν ὁμολογίαν ἀφεξόμεθα τῆς ἀληθείας καὶ ἡμεῖς; ἀλλ᾿ ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν. κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας. οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα· καὶ μάλιστα τὴν περὶ τῶν μεγίστων ὁμολογίαν ἡμεῖς μὲν φυλάττομεν. οἵ δὲ παραβαίνουσι. πιστευτέον οὖν τοῖς βεβαίως ἐχομένοις τῆς ἀληθείας. ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτούς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ᾿ ἴσης ἔργῳ θεραπεύουσιν. μή τι οὖν κάμνων τις τὸ σῶμα καὶ θεραπείας δεόμενος οὐ προσίεται ἰατρὸν διὰ τὰς ἐν τῇ ἰατρικῇ αἱρέσεις: οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἔμπλεως, ἕνεκά γε τοῦ ὑγιᾶναι καὶ εἰς θεὸν ἐπιστρέψαι. προφασίσαιτο ἄν ποτε τὰς αἱρέσεις. ναὶ μὴν »διὰ τοὺς δοκίμους« φησὶν »αἱ αἱρέσεις«. δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει. ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ ἀκίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἢ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατά τε τὸν βίον κατά τε τὴν γνῶσιν.

Διὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμηθείας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τίς ἡ ὄντως οὖσα θεοσέβεια. δῆλον γὰρ ὅτι δυσκόλου καὶ δυσεργοῦ τῆς ἀληθείας τυγχανούσης διὰ τοῦτο γεγόνασιν αἱ ζητήσεις· ἀφ᾿ ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς. οἴησιν δὲ γνώσεως εἰληφότων. διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον

888 P
τὴν τῷ ὄντι ἀλήθειαν, ἢ μόνην περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται. πόνῳ δὲ ἕπεται γλυκεῖα εὕρεσίς τε καὶ μνήμη. ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὑρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ᾿ οὐ τέλεον ἀποστατέον. οὐδὲ γὰρ ὀπώρας παρακειμένης, τῆς μὲν ἀληθοῦς καὶ ὡρίμου. τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης. διὰ τὴν ὁμοιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμοῦ τε τῇ καταληπτικῇ θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῷ τὸ ἀληθὲς ἀπὸ τοῦ φαινομένου. καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικῆς τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπί τινα κρημνόν, τῶν δὲ ἐπὶ ποταμὸν
65
ῥοώδη ἢ θάλασσαν ἀγχιβαθῆ φερουσῶν, οὐκ ἄν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὁδεῦσαι, χρήσαιτο δ᾿ ἂν τῇ ἀκινδύνῳ καὶ βασιλικῇ καὶ λεωφόρῳ, οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς γνῶσιν· ἐπεὶ κἀν τοῖς κηπευομένοις λαχάνοις συναναφύονται καὶ πόαι· μή τι οὖν ἀπέχονται οἱ γεωργοὶ τῆς κηπευτικῆς ἐπιμελείας; ἔχοντες οὖν πολλὰς ἐκ φύσεως ἀφορμὰς πρὸς τὸ ἐξετάξειν τὰ λεγόμενα καὶ τῆς ἀληθείας τὴν ἀκολουθίαν ἐξευρίσκειν ὀφείλομεν. διὸ καὶ εἰκότως κρινόμεθα, οἷς δέον πείθεσθαι μὴ συγκα τατιθέμενοι, μὴ διαστέλλοντες
321 S
τὸ μαχόμενον καὶ ἀπρεπὲς καὶ παρὰ φύσιν καὶ ψεῦδος ἀπὸ [τε] τἀληθοῦς καὶ τοῦ ἀκολούθου καὶ τοῦ πρέποντος καὶ τοῦ κατὰ φύσιν, αἷς ἀφορμαῖς καταχρηστέον εἰς ἐπίγνωσιν τῆς ὄντως οὔσης ἀληθείας.

Ματαία τοίνυν τοῖς Ἕλλησιν ἡ πρόφασις αὕτη· τοῖς μὲν γὰρ βουλομένοις ἐξέσται καὶ τὸ εὑρεῖν τὴν ἀλήθειαν, τοῖς δὲ αἰτίας ἀλόγους προβαλλομένοις ἀναπολόγητος ἡ κρίσις. πότερον γὰρ ἀναιροῦσιν ἢ συγκατατίθενται εἶναι ἀπόδειξιν; οἶμαι πάντας ἂν ὁμολογήσειν ἄνευ τῶν τὰς αἰσθήσεις ἀναιρούντων. ἀποδείξεως δ᾿ οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι᾿ αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις. τῶν δὲ ἀπὸ τῆς ἀληθείας ἐκτρεπομένων οἳ μὲν σφᾶς αὐτοὺς μόνους, οἵ δὲ καὶ τοὺς πέλας ἐξαπατᾶν ἐπιχειροῦσιν. οἳ μὲν οὖν, δοξόσοφοι καλούμενοι, [οἱ] τὴν ἀλήθειαν εὑρηκέναι νομίζοντες, οὐκ ἔχοντες ἀπόδειξιν οὐδεμίαν ἀληθῆ, ἑαυτοὺς οὗτοι ἀπατῶσιν ἀναπεπαῦσθαι νομίζοντες· ὧν πλῆθος οὐκ ὀλίγον τάς τε ζητήσεις ἐκτρεπομένων διὰ τοὺς ἐλέγχους, ἀποφευγόντων δὲ καὶ τὰς διδασκαλίας διὰ

889 P
τὴν κατάγνωσιν. οἳ δέ, τοὺς προσιόντας ἐξαπατῶντες, πανοῦργοι σφόδρα, οἳ καὶ παρακολουθοῦντες αὑτοῖς ὅτι μηδὲν ἐπίστανται, πιθανοῖς ὅμως ἐπιχειρήμασι σκοτίζουσι τὴν ἀλήθειαν. ἑτέρα δ᾿, οἶμαι, τῶν πιθανῶν ἐπιχειρημάτων καὶ ἑτέρα τῶν ἀληθῶν ἡ φύσις. καὶ ὅτι τῶν αἱρέσεων ἀνάγκη τὴν ὀνομασίαν πρὸς ἀντιδιαστολὴν τῆς ἀληθείας λέγεσθαι γινώσκομεν· ἀφ᾿ ἧς τινὰ ἀποσπάσαντες ἐπὶ λύμῃ τῶν ἀνθρώπων οἱ σοφισταί, ταῖς ἐξευρημέναις σφίσιν ἀνθρωπικαῖς τέχναις ἐγκατορύξαντες. αὐχοῦσι προΐστασθαι διατριβῆς μᾶλλον ἢ ἐκκλησίας.

66

Ἀλλ᾿ οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ᾿ αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια. τὰ δ᾿ ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ. τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων ἀληθῶν τε καὶ ψευδῶν. μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι. ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ »τεθλιμμένην«. ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ »τὸ σωτήριόν« φησιν »ἰδών«, ἐν ᾗ ὥρᾳ ἂν ἐπιγνῷ, μὴ »ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Αὼτ γυνὴ« μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω· ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ γινώσκουσαι θεόν. »ὁ γὰρ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ«, τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννῶντα καὶ ἀνακτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμένην, »οὐκ ἔστι μου ἄξιος«, ἄξιος λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητὴς θεοῦ ὁμοῦ καὶ φίλος καὶ συγγενής. »οὐδεὶς γὰρ εἰς τὰ ὀπίσω βλέπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον εὔθετος τῇ βασιλείᾳ τοῦ θεοῦ.«

Ἀλλ᾿. ὡς ἔοικεν. τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν

890 P
μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)· τοιαῦται δ᾿ ἡμῖν αἱ κυριακαὶ γραφαί, τὴν ἀλήθειαν ἀποτίκτουσαι καὶ μένουσαι παρθένοι μετὰ τῆς ἐπικρύψεως τῶν τῆς ἀληθείας μυστηρίων. »τέτοκεν καὶ οὐ τέτοκεν«, φησὶν ἡ γραφή, ὡς ἂν ἐξ αὑτῆς. οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα. διόπερ τοῖς γνωστικοῖς κεκυήκασιν αἱ γραφαί, αἱ δὲ αἱρέσεις οὐκ ἐκμαθοῦσαι ὡς μὴ κεκυηκυίας παραπέμπονται. πάντων δὲ ἀνθρώπων τὴν αὐτὴν κρίσιν ἐχόντων οἱ μὲν
67
ἀκολουθοῦντες τῷ αἱροῦντι λόγῳ ποιοῦνται τὰς πίστεις, οἱ δὲ ἡδοναῖς σφᾶς αὐτοὺς ἐκδεδωκότες βιάζονται πρὸς τὰς ἐπιθυμίας τὴν γραφήν. δεῖ δ᾿, οἶμαι, τῷ τῆς ἀληθείας ἐραστῇ ψυχικῆς εὐτονίας· σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ᾿ αὐτῆς λαβόντες ἔχωσι τῆς ἀληθείας. οἱ τοιοῦτοι δέ, ἅτε ἀποπεσόντες τῆς ὀρθῆς ὁδοῦ. κἀν τοῖς πλείστοις τῶν κατὰ μέρος σφάλλονται εἰκότως. διὰ τὸ μὴ ἔχειν ἀληθῶν καὶ ψευδῶν κριτήριον συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι. εἰ γὰρ ἐκέκτηντο, ταῖς θείαις ἐπείθοντο ἂν γραφαῖς.

Καθάπερ οὖν εἴ τις ἐξ ἀνθρώπου θηρίον γένοιτο παραπλησίως τοῖς ὑπὸ τῆς Κίρκης φαρμαχθεῖσιν· οὕτως τὸ ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν ὁ ἀναλακτίσας τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποσκιρτήσας εἰς δόξας αἱρέσεων ἀνθρωπίνων. ὁ δὲ ἐκ τῆσδε τῆς ἀπάτης παλινδρομήσας, κατακούσας τῶν γραφῶν καὶ τὸν ἑαυτοῦ βίον ἐπιτρέψας τῇ ἀληθείᾳ. οἷον ἐξ ἀνθρώπου θεὸς ἀποτελεῖται. ἔχομεν γὰρ τὴν ἀρχὴν τῆς διδασκαλίας. τὸν κύριον διά τε τῶν προφητῶν διά τε τοῦ εὐαγγελίου καὶ διὰ τῶν μακαρίων ἀποστόλων »πολυτρόπως καὶ πολυμερῶς« ἐξ ἀρχῆς εἰς τέλος ἡγούμενον τῆς γνώσεως. τὴν ἀρχὴν δ᾿ εἴ τις ἑτέρου δεῖσθαι ὑπολάβοι, οὐκέτ᾿ ἂν ὄντως ἀρχὴ φυλαχθείη. ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως ὡς ἂν διὰ τοῦ κυρίου πρὸς τὴν τῶν ἀνθρώπων εὐερ γεσίαν ἐνεργουμένῃ·

322 S
ἀμέλει πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν αὐτῇ χρώμεθα κριτηρίῳ· τὸ κρινόμενον δὲ πᾶν ἔτι ἄπιστον πρὶν κριθῆναι. ὥστ᾿ οὐδ᾿ ἀρχὴ τὸ κρίσεως δεόμενον. εἰκότως τοίνυν πίστει
891 P
περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ᾿ αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. οὐ γὰρ ἁπλῶς ἀποφαινομένοις ἀνθρώποις προσέχοιμεν ἄν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ᾿ ἴσης ἔξεστιν. εἰ δ᾿ οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν. ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγγυωτέρα.
68
μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει· καθ᾿ ἣν ἐπιστήμην οἱ μὲν ἀπογευσάμενοι μόνον τῶν γραφῶν πιστοί, οἱ δὲ καὶ προσωτέρω χωρήσαντες ἀκριβεῖς γνώμονες τῆς ἀληθείας ὑπάρχουσιν. οἱ γνωστικοί, ἐπεὶ κἀν τοῖς κατὰ τὸν βίον ἔχουσί τι πλέον οἱ τεχνῖται τῶν ἰδιωτῶν καὶ παρὰ τὰς κοινὰς ἐννοίας ἐκτυποῦσι τὸ βέλτιον. οὕτως οὖν καὶ ἡμεῖς, ἀπ᾿ αὐτῶν περὶ αὐτῶν τῶν γραφῶν τελείως ἀποδεικνύντες, ἐκ πίστεως πειθόμεθα ἀποδεικτικῶς, κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ᾿ ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ᾿ αὐτῶν σκοποῦντες, ἀλλ᾿ αὐτῇ ψιλῇ ἀποχρώμενοι τῇ λέξει. σχεδὸν γὰρ ἐν πᾶσιν οἷς προσφέρονται ῥητοῖς εὕροις ἂν αὐτοὺς ὡς τοῖς ὀνόμασι μόνοις προσανέχουσι, τὰ σημαινόμενα ὑπαλλάττοντες, οὔθ᾿ ὡς λέγονται γινώσκοντες οὔθ᾿ ὡς ἔχειν πεφύκασι χρώμενοι αἷς καὶ δὴ κομίζουσιν ἐκλογαῖς. ἡ ἀλήθεια δὲ οὐκ ἐν τῷ μετατιθέναι τὰ σημαινόμενα εὑρίσκεται (οὕτω μὲν γὰρ ἀνατρέψουσι πᾶσαν ἀληθῆ διδασκαλίαν), ἀλλ᾿ ἐν τῷ διασκέψασθαι τί τῷ κυρίῳ καὶ τῷ παντοκράτορι θεῷ τελέως οἰκεῖόν τε καὶ πρέπον. κἀν τῷ βεβαιοῦν ἕκαστον τῶν ἀποδεικνυμένων κατὰ τὰς γραφὰς ἐξ αὐτῶν πάλιν τῶν ὁμοίων γραφῶν. οὔτ᾿ οὖν ἐπιστρέφειν ἐπὶ τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ᾿ ἔχουσιν ὅπως διαθῶνται τὰς αὑτῶν δόξας, βιαζόμενοι τὰς γραφάς. φθάσαντες δὲ ἐξενεγκεῖν εἰς τοὺς ἀνθρώπους δόγματα ψευδῆ. σχεδὸν ἁπάσαις ταῖς γραφαῖς ἐναργῶς μαχόμενοι καὶ ἀεὶ ὑφ᾿ ἡμῶν τῶν ἀντιλεγόντων αὐτοῖς ἐλεγχόμενοι. τὸ λοιπὸν ἔτι καὶ νῦν ὑπομένουσι τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικῶν, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε
892 P
εἶναι συνεῖναι τὰ οἰκεῖα ἐκείνοις διαβάλλουσιν, ἐνίοτε δὲ καὶ τὰ ἑαυτῶν διελεγχόμενοι ἀρνοῦνται δόγματα, ἄντικρυς ὁμολογεῖν αἰδούμενοι ἃ κατ᾿ ἰδίαν αὐχοῦσι διδάσκοντες [οὕτως]. οὕτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις. ἐπιόντας αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων. ἐπειδὰν γὰρ ἀνατρέπωνται πρὸς ἡμῶν δεικνύντων αὐτοὺς σαφῶς ἐναντιουμένους ταῖς γραφαῖς, δυοῖν θάτερον ὑπὸ τῶν προεστώτων τοῦ δόγματος ἔστι θεάσασθαι γινόμενον· ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς, μᾶλλον δὲ τῆς ἑαυτῶν
69
ἐλπίδος καταφρονοῦσιν, αἱροῦνται δὲ ἑκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργέστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, συμμαρτυρούμενόν τε καὶ βεβαιούμενον. ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν. οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ᾿ ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν). ὑπερβῆναι δὲ σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν. μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες παρεπέμψαντο τὰς γραφάς. ὑπὸ δοξοσοφίας τοίνυν ἐπηρμένοι ἐρίζοντες διατελοῦσι, δῆλοι γεγονότες ὡς τοῦ δοκεῖν μᾶλλον ἤπερ τοῦ φιλοσοφεῖν προνοοῦνται. αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι. ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα. φασί, κάλον κινοῦσι. κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται. ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι᾿ ἣν κἀκείνην τὴν συμποτικὴν [διὰ] τῆς ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται, ἡ παρ᾿ ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται, ἀλλ᾿, ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει
893 P
τὸ σύμφορον. μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα. ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη. τριττὴ δὲ θεραπεία οἰήσεως. καθάπερ καὶ παντὸς πάθους, μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο, καὶ τρίτον ἡ ἄσκησις
323 S
τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς πρὸς τὸ τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι. ὡς γὰρ
70
ὀφθαλμὸς τεταραγμένος, οὕτως καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν οὐχ οἵα τε τὸ φῶς τῆς ἀληθείας διιδεῖν ἀκριβῶς. ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. ἐν οὖν θολερῷ ὕδατι καὶ τὰς ἐγχέλεις ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. καὶ καθάπερ τὰ πονηρὰ παιδία τὸν παιδαγωγὸν ἀποκλείει. οὕτως οὗτοι τὰς προφητείας εἴργουσιν ἑαυτῶν τῆς ἐκκλησίας, ὑφορώμενοι δι᾿ ἔλεγχον καὶ νουθεσίαν. ἀμέλει πάμπολλα συγκαττύουσι ψεύσματα καὶ πλάσματα. ἵνα δὴ εὐλόγως δόξωσι μὴ προσίεσθαι τὰς γραφάς. ταύτῃ οὖν οὐκ εὐσεβεῖς, δυσαρεστούμενοι ταῖς θείαις ἐντολαῖς, τουτέστι τῷ ἁγίῳ πνεύματι. ὥσπερ δὲ αἱ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδέν ἐστιν. ἀλλ᾿ ἐν αἷς ἄχρηστον τὸ ἐνόν. οὕτως τοὺς αἱρετικοὺς τοὺς] κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναί φαμεν. πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδάλην ἐξάρχοντας δογμάτων. πλὴν ὅσα δι᾿ ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν.

Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ. οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, ὃν ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν. οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ καὶ ὅπως. οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει. ὡς »ἕπεσθαι« δύνασθαι »τῷ θεῷ«, ἐξ ἀρχῆς τὰ πάντα »εὐθεῖαν περαίνοντι«. ἐπὰν δὲ παραβῇ τις τὸν λόγον καὶ διὰ τούτου τὸν θέον, εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους [τοὺς τὰς φαντασίας τὰς λογικὰς ποιητέον· εἰ δὲ τῷ ἔθει

894 P
τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν (ᾗ φησιν ἡ γραφή) »χυδαῖος«, ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντιλέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον· εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς »εἰρηνοποιοὺς« τῶν [τῶν] δογμάτων πορευτέον, οἳ κατεπᾴδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπείρων, τὴν ἀλήθειαν διὰ τῆς ἀκολουθίας τῶν διαθηκῶν σαφηνίζοντες. ἀλλ᾿, ὡς ἔοικεν, ῥέπομεν ἐπὶ
71
τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ. ἤπερ ἐπὶ τὴν ἀλήθειαν· αὐστηρὰ γάρ ἐστι καὶ σεμνή.

Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις. οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους ἢ τοὺς οἰομένους [καὶ] περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως. καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελῶσιν. καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ᾿ οἷς μὲν ἐντιμότατον εἶναι, παρ᾿ οἷς δὲ παρανοίας ἡλωκέναι. καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν [ἐν] τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν [ἐν] ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον γνωστικῷ. ὡς δὲ ἐὰν πρόσσχῃ τις Ἰσχομάχῳ, γεωργὸν αὐτὸν ποιήσει, καὶ Λάμπιδι ναύκληρον, καὶ Χαριδήμῳ στρατηγόν, καὶ Σίμωνι ἱππικόν, καὶ Πέρδικι κάπηλον, καὶ Κρωβύλῳ ὀψοποιόν, καὶ Ἀρχελάῳ ὀρχηστήν, καὶ Ὁμήρῳ ποιητήν, καὶ Πύρρωνι ἐριστικόν, καὶ Δημοσθένει ῥήτορα, καὶ Χρυσίππῳ διαλεκτικόν, καὶ Ἀριστοτέλει φυσικόν. καὶ φιλόσοφον Πλάτωνι, οὕτως ὁ τῷ κυρίῳ πειθόμενος καὶ τῇ δοθείσῃ δι᾿ αὐτοῦ κατακολουθήσας προφητείᾳ τελέως ἐκτελεῖται κατ᾿ εἰκόνα τοῦ διδασκάλου ἐν σαρκὶ περιπολῶν θεός. ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς »θεοπνεύστους γραφάς«. μυρίων γοῦν ὄντων κατ᾿ ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω

895 P
δὲ ἐφ᾿ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι᾿ ἣν μὲν οὐ καλῶς. κρίνουσι, δι᾿ ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν ἀκολουθεῖν· οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ᾿ ἂν εὖ πράττειν, κἂν
72
πάνυ δυνατὸς ᾖ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτὸν παράσχοιτ᾿ ἂν ἐν τοῖς ἔργοις ἐξασθενῶν. ἀκολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἑκατέρᾳ τῶν ἁμαρτιῶν, τῇ μὲν ἡ γνῶσίς τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργὴς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου παιδαγωγουμένη· ἄμφω δ᾿ εἰς τὴν τελείαν ἀγάπην συναύξουσιν. τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τό γε ἐνταῦθα διττόν. ἐφ᾿ ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ᾿ ὧν δὲ ἡ πρᾶξις.

Είη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικοὺς καταμαθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι ἐπὶ τὸν παντοκράτορα θεόν. εἰ δὲ καθάπερ »οἱ κωφοὶ τῶν ὄφεων« τοῦ καινῶς μὲν λεγομένου. ἀρχαιοτάτου δὲ »μὴ ἐπαΐοιεν ᾄσματος«, παιδευθεῖεν γοῦν πρὸς τοῦ θεοῦ. τὰς πρὸ τῆς κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἔστ᾿ ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελῆ φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλοιεν κρίσιν. γίνονται γὰρ καὶ μερικαί τινες παιδεῖαι. ἃς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν, ἀλλ᾿ ὡς πρὸς τοῦ διδασκάλου ἢ

324 S
τοῦ πατρὸς οἱ παῖδες, οὕτως ἡμεῖς πρὸς τῆς προνοίας κολαζόμεθα. θεὸς δὲ οὐ τιμωρεῖται (ἔστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμον καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς κολαζομένοις.

Ταυτὶ μέν, ἀποτρέψαι βουλόμενος τῆς εἰς τὰς αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην· τοὺς δὲ τῆς ἐπιπολαζούσης εἴτε ἀμαθίας εἴτε ἀβελτερίας εἴτε καχεξίας εἴθ᾿, ὁτιδήποτε χρὴ καλεῖν αὐτήν, ἀποπαῦσαι γλιχόμενος, μεταπεῖσαι δὲ καὶ προσαγαγεῖν τῇ ἀληθείᾳ τούς γε μὴ παντάπασιν ἀνιάτους ἐπιχειρῶν, τοῖσδε συνεχρησάμην τοῖς λόγοις. εἰσὶ γὰρ οἳ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων· καὶ δὴ φλυαρεῖν ἐπιχειροῦσι, βλασφήμους τῆς ἀληθείας καταχέοντες λόγους, σφίσιν αὐτοῖς τὰ μέγιστα τῶν ὄντων ἐγνωκέναι συγχωροῦντες, οὐ μαθόντες, οὐ ζητήσαντες, οὐ πονέσαντες, οὐχ εὑρόντες τὴν ἀκολουθίαν· οὓς ἐλεήσειεν ἄν τις

896 P
ἢ μισήσειεν τῆς τοιαύτης διαστροφῆς. εἰ δέ τις ἰάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἢ σίδηρον. τῆς ἀληθείας τὴν παρρησίαν ἀποτέμνουσαν καὶ καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν. ὑπεχέτω τὰ ὦτα τῆς ψυχῆς. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥᾳθυμεῖν ἐπειγόμενοι ἀποδιωθῶνται
73
τὴν ἀλήθειαν ἢ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται. ῥᾳθυμοῦσι μὲν γὰρ οἱ παρὸν τὰς οἰκείας ταῖς θείαις γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις τὸ παραστὰν καὶ ταῖς ἡδοναῖς αὐτῶν συναιρόμενον ἐκλεγόμενοι· δόξης δὲ ἐπιθυμοῦσιν ὅσοι τὰ προσφυῆ τοῖς θεοπνεύστοις λόγοις ὑπὸ τῶν μακαρίων ἀποστόλων τε καὶ διδασκάλων παραδιδόμενα ἑκόντες εἶναι σοφίζονται δι᾿ ἑτέρων παρεγχειρήσεων, ἀνθρωπείαις διδασκαλίαις ἐνιστάμενοι θείᾳ παραδόσει ὑπὲρ τοῦ τὴν αἵρεσιν συστήσασθαι. τίς γὰρ ὡς ἀληθῶς ἐν τηλικούτοις ἀνδράσιν, κατὰ τὴν ἐκκλησιαστικὴν λέγω γνῶσιν, ὑπελείπετο λόγος Μαρκίωνος, φέρε εἰπεῖν. ἢ Προδίκου καὶ τῶν ὁμοίων τὴν ὀρθὴν οὐ βαδισάντων ὁδόν; οὐ γὰρ [ἂν] ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ᾿ ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ᾿ ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν.

Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου καὶ προφητῶν. ὁ βίος γάρ, οἶμαι, τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει.

Ἀλλ᾿ »οὐ πάντων ἡ γνῶσις«. »οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί,« φησὶν ὁ ἀπόστολος, »ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον«. κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· »ἀλλ᾿ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν.« τίς οὗτος; ὁ εἰπών· »τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου;« τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάμενον, »ὕδωρ ζωῆς« γνωστικῆς. ναί. φασίν. ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυσιοῦν

74
λέγεται. εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπο λάβοι· εἰ
897 P
δέ, ὅπερ καὶ μᾶλλον. τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή. λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ᾿ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον.

»Ἡ σοφία«, φησὶν ὁ Σολομών, »ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.« οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι. καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν τε τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει, ὃ σημαίνει ἡ »ἐνεφυσίωσε« λέξις. μεγαλοπρέπειαν τῆς σοφίας τοῖς κατὰ τὴν μάθησιν τέκνοις ἐμφυτευσάσης δι᾿ ὧν διδάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος· »καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν«, εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τὰς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων τῆς σοφίας. οἷον. εἴσομαι. φησίν, εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονεῖτε. »γνωστὸς« γὰρ κατὰ τὸν Δαβὶδ »ἐν τῇ Ἰουδαίᾳ ὁ θεός«, τουτέστι τοῖς κατ᾿ ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου· »τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.« οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὕς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει. εἴρηται γοῦν ἄντικρυς· »ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ«, ἵνα μὴ κριθῶσιν, ἀλλὰ ἐπιστραφῶσιν οἱ προακηκοότες. ὅσοι δὲ »ταῖς γλώσσαις αὐτῶν δολιοῦσιν«, ἔγγραφα ἔχουσι τὰ ἐπιτίμια.

Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχμώμενοι,

75
325 S
οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας. ἀλλ᾿ οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια. ἀντικλεῖδα. δι᾿ ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν ἀλήθειαν, μυσταγωγοὶ
898 P
τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται. ὅτι γὰρ μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν, οὐ πολλῶν δεῖ λόγων. ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα. ὡσαύτως δὲ καὶ Οὐαλεντῖνον Θεοδᾶ διακηκοέναι φέρουσιν· γνώριμος δ᾿ οὗτος γεγόνει Παύλου. Μαρκίων γὰρ κατὰ τὴν αὐτὴν αὐτοῖς ἡλικίαν γενόμενος ὡς πρεσβύτης νεωτέροις συνεγένετο.
899 P
† μεθ᾿ ὃν
76
Σίμων ἐπ᾿ ὀλίγον κηρύσσοντος τοῦ Πέτρου ὑπήκουσεν. ὧν οὕτως ἐχόντων συμφανὲς ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρας ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις. ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται. ἑνὸς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου, διὰ τοῦτο καὶ τὸ ἄκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται. μίμημα ὂν ἀρχῆς τῆς μιᾶς. τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις. κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν, »εἰς ἑνότητα πίστεως« μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις. ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι᾿ ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους· οὕς προώρισεν ὁ θεός.
900 P
δικαίους ἐσομένους πρὸ καταβολῆς κόσμου ἐγνωκώς. ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς ἐκκλησίας. καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως, κατὰ τὴν μονάδα ἐστίν. πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.

Ταυτὶ μὲν οὖν καὶ εἰς ὕστερον. τῶν δ᾿ αἱρέσεων αἳ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται. ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου. κἂν τὴν Ματθίου αὐχῶσι προσάγεσθαι δόξαν· μία γὰρ ἡ] πάντων γέγονε τῶν ἀποστόλων ὥσπερ διδασκαλία, οὕτως δὲ καὶ [ἡ παράδοσις· αἳ δὲ ἀπὸ τόπου. ὡς οἱ Περατικοί, αἳ δὲ ἀπὸ ἔθνους. ὡς ἡ τῶν Φρυγῶν, αἳ δὲ ἀπὸ ἐνεργείας, ὡς ἡ τῶν Ἐγκρατητῶν, αἳ δὲ ἀπὸ δογμάτων ἰδιαζόντων, ὡς ἡ τῶν Λοκητῶν καὶ ἡ τῶν Αἱματιτῶν, αἳ δὲ ἀπὸ ὑποθέσεων καὶ ὧν τετιμήκασιν, ὡς Καϊανισταί τε καὶ οἱ Ὀφιανοὶ προσαγορευόμενοι, αἳ δὲ ἀφ᾿ ὧν παρανόμως ἐπετήδευσάν τε καὶ ἐτόλμησαν, ὡς τῶν Σιμωνιανῶν οἱ Ἐντυχῖται καλούμενοι.

Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες »τοῖς φιλοθεάμοσι

77
τῆς ἀληθείας« ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων. ὡς ἀκαθάρτων, ἀπὸ τῆς [περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων] θείας ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον. τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν
901 P
ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν »τὰ λόγια τοῦ θεοῦ« »νύκτωρ καὶ μεθ᾿ ἡμέραν μελετώντων« καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ. ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ. ὅσα δὲ μήτε ἑκάτερον μήτε τὸ ἕτερον τούτων ἔχει, ὡς ἀκάθαρτα ἀφορίζει. αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ. τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν. τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι᾿ υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ
78
ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ. ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ τῆς πίστεως ἐπερειδομένων· »οὐδεὶς γάρ«. φησί, »γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.« ἔμπαλίν τε αὖ ἀκάθαρτα ὁμοίως κἀκεῖνα. ὅσα διχηλεῖ μέν. μηρυκισμὸν δὲ οὐκ ἀνάγει. ταυτὶ γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας. τὴν δὲ τῶν λογίων ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὁλοσχερέστερον. οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ μετέλθοιεν. τοιούτοις τισὶν ὁ κύριος λέγει· »τί με λέγετε ›κύριε κύριε‹ καὶ οὐ ποιεῖτε ἃ λέγω;« ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν.
ὑμεῖς δ᾿, ὦ Μεγαρεῖς,
φησὶν ὁ Φέογνις,
οὔτε τρίτοι
326 S
οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ᾿ ἐν λόγῳ οὔτ᾿ ἐν ἀριθμῷ,
»ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς« καὶ »ὡς σταγὼν ἀπὸ κάδου«.

Τούτων ἡμῖν προδιηνυσμένων καὶ τοῦ ἠθικοῦ τόπου ὡς ἐν κεφαλαίῳ ὑπογραφέντος, σποράδην, ὡς ὑπεσχήμεθα, καὶ διερριμμένως τὰ ζώπυρα τῶν τῆς ἀληθοῦς γνώσεως ἐγκατασπείραντες δογμάτων, ὡς μὴ ῥᾳδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυήτων τὴν τῶν ἁγίων παραδόσεων εὕρεσιν, μετίωμεν ἐπὶ τὴν ὑπόσχεσιν. ἐοίκασι δέ πως οἱ Στρωματεῖς οὐ παραδείσοις ἐξησκημένοις ἐκείνοις τοῖς ἐν στοίχῳ καταπεφυτευμένοις εἰς ἡδονὴν ὄψεως. ὄρει δὲ μᾶλλον συσκίῳ τινὶ καὶ δασεῖ κυπαρίσσοις καὶ πλατάνοις δάφνῃ τε καὶ κισσῷ, μηλέαις τε ὁμοῦ καὶ ἐλαίαις καὶ συκαῖς καταπεφυτευμένῳ, ἐξεπίτηδες

902 P
ἀναμεμιγμένης τῆς φυτείας καρποφόρων τε ὁμοῦ καὶ ἀκάρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμῶντας τὰ ὥρια, ἐθελούσης
79
λανθάνειν τῆς γραφῆς. ἐξ ὧν δὴ μεταμοσχεύσας καὶ μεταφυτεύσας ὁ γεωργὸς ὡραῖον κατακοσμήσει παράδεισον καὶ ἄλσος ἐπιτερπές. οὔτ᾿ οὖν τῆς τάξεως οὔτε τῆς φράσεως στοχάζονται οἱ Στρωματεῖς, ὅπου γε ἐπίτηδες καὶ τὴν λέξιν οὐχ Ἕλληνες εἶναι βούλονται καὶ τὴν τῶν δογμάτων ἐγκατασπορὰν λεληθότως καὶ οὐ κατὰ τὴν ἀλήθειαν πεποίηνται, φιλοπόνους καὶ εὑρετικοὺς εἶναι τοὺς ἀναγιγνώσκοντας> εἴ τινες τύχοιεν παρασκευάζοντες. πολλὰ γὰρ τὰ δελέατα καὶ ποικίλα διὰ τὰς τῶν ἰχθύων διαφοράς.

Καὶ δὴ μετὰ τὸν ἕβδομον τοῦτον ἡμῖν Στρωματέα τῶν ἑξῆς ἀπ᾿ ἄλλης ἀρχῆς ποιησόμεθα τὸν λόγον.

913 P