Paedagogus

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 1: Protepticus und Paedagogus. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1905.

Α. Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ.

B. Ὅτι οὐ χρὴ καλλωπίζεσθαι.

Γ. Πρὸς τοὺς καλλωπιζομένους τῶν ἀνδρῶν.

Δ. Τίσι συνδιατριπτέον.

E. Πῶς περὶ τὰ λουτρὰ ἀναστρεπτέον.

F. Ὅτι μόνος πλούσις ὁ Χριστιανός.

Z. Ὅτι καλὸν ἐφόδιον Χριστιανῷ ἡ εὐτέλεια.

H. Ὅτι αἱ εἰκόνες καὶ τὰ ὑποδείγματα μέγιστον μέρος τῆς ὀρθῆς εἰσι διδασκαλίας.

Θ. Τίνος ἕνεκεν τὸ λουτρὸν παραληπτέον.

I. Ὅτι καὶ γυμνάσια ἐγκριτέον τοῖς κατὰ λόγον βιοῦσιν.

IA. Ἐπιδρομὴ κεφαλαιώδης τοῦ ἀρίστου βίου.

IB. Ἐπιδρομὴ κεφαλαιώδης ὁμοίως τοῦ ἀρίστου βίου, ὅσαι τῶν ἁγίων γραφῶν χαρακτηρίζουσαι τὸν τῶν χριστιανῶν βίον.

Ην ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομοιωθήσεται θεῷ, οὐ χρυσοφορῶν οὐδὲ ποδηροφορῶν, ἀλλὰ ἀγαθοεργῶν

236
καὶ ὅτι μάλιστα ὀλιγίστων δεόμενος· ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους. τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὅ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός· τὸ δὲ θυμικόν, θηριῶδες ὄν, πλησίον μανίας οἰκεῖ· πολύμορφον δὲ τὸ ἐπιθυμητικὸν καὶ τρίτον, ὑπὲρ τὸν Πρωτέα τὸν θαλάττιον δαίμονα ποικίλον, ἄλλοτε ἄλλως μετασχηματιζόμενον, εἰς μοιχείας καὶ λαγνείας καὶ εἰς φθορὰς ἐξαρεσκευόμενον·
251 P
ἤτοι μὲν πρώτιστα λέων γένετ᾿ ἠυγένειος, ἔτι φέρων τὸν καλλωπισμόν· ἄνδρα δείκνυσιν ἡ τοῦ γενείου κόμη· αὐτὰρ ἔπειτα δράκων ἢ πάρδαλις ἠδὲ μέγας σῦς· κατώλισθεν εἰς τὴν ἀσέλγειαν ἡ φιλοκοσμία. οὐκέτι καρτερῷ θηρίῳ † ἄνθρωπος φαίνεται, γίνετο δ᾿ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον. ἐκχεῖται τὰ πάθη, ἐκβλύζονται αἱ ἡδοναί, μαραίνεται τὸ κάλλος, καὶ θᾶττον ἀποπίπτει τοῦ πετάλου χαμαί, ὅταν αὐτοῦ καταπνεύσωσιν αἱ ἐρωτικαὶ τῆς ὕβρεως λαίλαπες, καὶ πρὶν ἢ τὸ μετόπωρον ἐλθεῖν μαραίνεται τῇ φθορᾷ· πάντα γὰρ ἡ ἐπιθυμία γίνεταί τε καὶ πλάττεται καὶ φενακίζειν βούλεται, ἵνα κατακρύψῃ τὸν ἄνθρωπον. ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ᾧ σύνοικος ὁ λόγος, οὐ ποικίλλεται, οὐ πλάττεται, μορφὴν ἔχει τὴν τοῦ λόγου, ἐξομοιοῦται τῷ θεῷ, καλός ἐστιν, οὐ καλλωπίζεται· κάλλος ἐστὶ τὸ ἀληθινόν, καὶ γὰρ ὁ θεός ἐστιν· θεὸς δὲ ἐκεῖνος ὁ ἄνθρωπος γίνεται, ὅτι βούλεται ὃ θεός. ὀρθῶς ἄρα εἶπεν Ἡράκλειτος· »ἄνθρωποι θεοί, θεοὶ ἄνθρωποι. λόγος γὰρ ωὐτός·« μυστήριον ἐμφανές· θεὸς ἐν ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος θεός, καὶ τὸ θέλημα τοῦ πατρὸς ὁ μεσίτης ἐκτελεῖ· μεσίτης γὰρ ὁ
237
λόγος ὁ κοινὸς ἀμφοῖν, θεοῦ μὲν υἱός, σωτὴρ δὲ ἀνθρώπων, καὶ τοῦ μὲν διάκονος, ἡμῶν δὲ παιδαγωγός. δούλης δὲ οὔσης τῆς σαρκός, καθὼς καὶ ὁ Παῦλος μαρτυρεῖ, πῶς ἄν τις εἰκότως τὴν θεράπαιναν κοσμοίη προαγωγοῦ δίκην; ὅτι γὰρ δούλου μορφὴ τὸ σαρκικόν, ἐπὶ τοῦ κυρίου φησὶν ὁ ἀπόστολος· »ὅτι ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, τὸν ἐκτὸς ἄνθρωπον δοῦλον προσειπὼν πρὶν ἢ δουλεῦσαι καὶ σαρκοφορῆσαι τὸν κύριον. ὁ δὲ συμπαθὴς θεὸς αὐτὸς ἠλευθέρωσεν τὴν σάρκα τῆς φθορᾶς καὶ δουλείας τῆς θανατηφόρου καὶ πικρᾶς ἀπαλλάξας τὴν ἀφθαρσίαν περιέθηκεν αὐτῇ, ἅγιον τοῦτο τῇ σαρκὶ [καὶ] ἀιδιότητος καλλώπισμα περιθείς, τὴν ἀθανασίαν. ἔστι δὲ καὶ ἄλλο κάλλος ἀνθρώπων ἀγάπη· »ἀγάπη δέ«, κατὰ τὸν ἀπόστολον, »μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.« περπερεία γὰρ ὁ καλλωπισμὸς περιττότητος καὶ ἀχρειότητος ἔχων ἔμφασιν. διὸ καὶ ἐπι
252 P
φέρει· »οὐκ ἀσχημονεῖ.« ἄσχημον γὰρ τὸ ἀλλότριον καὶ μὴ κατὰ φύσιν σχῆμα· τὸ δ᾿ ἐπίπλαστον ἀλλότριον, ὅπερ ἐξηγεῖται σαφῶς, »οὐ ζητεῖ« φήσας »τὸ μὴ ἑαυτῆς«· τὸ γὰρ ἴδιον ἡ ἀλήθεια τὸ οἰκεῖον καλεῖ, τὸ δ᾿ ἀλλότριον ἡ φιλοκοσμία ζητεῖ, ἐκτὸς οὖσα καὶ τοῦ θεοῦ καὶ τοῦ λόγου καὶ τῆς ἀγάπης. τὸν δὲ κύριον αὐτὸν τὴν ὄψιν αἰσχρὸν γεγονέναι διὰ Ἡσαΐου τὸ πνεῦμα μαρτυρεῖ· »καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς ἀνθρώπους.« καὶ τίς ἀμείνων κυρίου; ἀλλ᾿ οὐ τὸ κάλλος τῆς σαρκὸς τὸ φαντασιαστικόν, τὸ δὲ ἀληθινὸν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνεδείξατο κάλλος, τῆς μὲν τὸ εὐεργετικόν, τὸ δὲ ἀθάνατον τῆς σαρκός.

Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ᾿ ἂν καὶ τὴν σάρκα εἰπεῖν τῷ τῆς ἐγκρατείας κόσμῳ. αἳ δέ, τὴν ἐπιφάνειαν καλλωπιζόμεναι καὶ τὰ βάθη χερσούμεναι, λελήθασι σφᾶς αὐτὰς κατὰ τοὺς Αἰγυπτίων κοσμοῦσαι ναούς· προπύλαια παρ᾿ αὐτοῖς καὶ προτεμενίσματα

238
ἐξήσκηται, ἄλση τε καὶ ὀργάδες, κίοσίν τε παμπόλλοις ἐστεφάνωνται αἱ αὐλαί· τοῖχοι δὲ ἀποστίλβουσι ξενικοῖς λίθοις καὶ γραφῆς ἐν
93 S
τέχνου [οἷς] ἐνδεῖ οὐδὲ ἕν· χρυσῷ δὲ καὶ ἀργύρῳ καὶ ἠλέκτρῳ παραστίλβουσιν οἱ ναοί, καὶ τοῖς ἀπὸ Ἰνδίας καὶ Αἰθιοπίας πεποικιλμένοι μαρμαίρουσι λιθιδίοις, τὰ δὲ ἄδυτα χρυσοπάστοις ἐπισκιάζεται πέπλοις· ἀλλ᾿ ἢν παρεισέλθῃς εἰς τὸ βάθος τοῦ περιβόλου σπεύδων ἐπὶ τὴν θέαν τοῦ κρείττονος, ζητήσεις τὸ ἄγαλμα τὸ ἔνοικον
253 P
τοῦ νεώ, παστοφόρος δὲ ἤ τις ἄλλος τῶν ἱεροποιούντων περὶ τὸ τέμενος σεμνὸν δεδορκώς, παιᾶνα τῇ Αἰγυπτίων ᾄδων γλώττῃ, ὀλίγον ἐπαναστείλας τοῦ καταπετάσματος, ὡς δείξων τὸν θεόν, πλατὺν ἡμῖν ἐνδίδωσι γέλωτα τοῦ σεβάσματος. οὐ γὰρ θεὸς ὁ ζητούμενος ἔνδον εὑρεθήσεται, ἐφ᾿ ὃν ἐσπεύσαμεν, αἴλουρος δὲ ἢ κροκόδειλος ἢ αὐτόχθων ὄφις ἤ τι τοιοῦτον θηρίον ἀνάξιον μὲν τοῦ νεώ, χηραμοῦ δὲ ἢ φωλεοῦ ἢ βορβόρου ἀντάξιον· ὁ θεὸς Αἰγυπτίων ἐπὶ στρωμνῆς ἁλουργῆς καταφαίνεται κυλιόμενον θηρίον. ταύτῃ μοι δοκοῦσιν αἱ χρυσοφοροῦσαι γυναῖκες, τῶν πλοκάμων τοὺς ἐνουλισμοὺς ἀσκοῦσαι χρίσματά τε παρειῶν καὶ ὑπογραφὰς ὀφθαλμῶν καὶ βαφὰς μετιοῦσαι τριχῶν καὶ τὴν ἄλλην βλακείαν κακομηχανώμεναι, κοσμοῦσαι τὸν περίβολον τὸν σαρκικόν, αἰγυπτιάζουσαι ὡς ἀληθῶς, ἐπισπᾶσθαι τοὺς δεισιδαίμονας ἐραστάς. ἀλλ᾿ ἢν ἀποκαλύψῃ τις τὸ καταπέτασμα τοῦ νεώ, τὸν κεκρύφαλον λέγω, τὴν βαφήν, τὴν ἐσθῆτα, τὸ χρυσίον, τὸ φῦκος, τὰ ἐντρίμματα, τουτέστι τὸ ἐκ τούτων συγκείμενον ὕφος, [τὸ καταπέτασμα,] ὡς ἔνδον εὑρήσων τὸ κάλλος τὸ ἀληθινόν, μυσάξεται, εὖ οἶδ᾿ ἐγώ. οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ᾿ αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν ψυχήν· πάντα φαρμάκων ὀλεθρίων ἐμπλήσας καὶ τὸν ἑαυτοῦ τῆς πλάνης ἐνερευξάμενος ἰὸν μετεσκεύασεν τὰς γυναῖκας εἰς πόρνας ὁ προαγωγὸς οὗτος δράκων (οὐ γὰρ γυναικός, ἀλλ᾿ ἑταίρας τὸ φιλόκοσμον)· αἳ τῆς παρὰ μὲν
239
τοῖς ἀνδράσιν οἰκουρίας ὀλίγα φροντίζουσιν, λύσασαι δὲ τἀνδρὸς τὸ βαλλάντιον ἐκτρέπουσι τὰς χορηγίας εἰς ἐπιθυμίας, ὡς πολλοὺς ἔχοιεν τοῦ καλαὶ δοκεῖν εἶναι μάρτυρας, καὶ τὴν πᾶσαν ἡμέραν κομμωτικῇ προσκαθεζόμεναι ἀργυρωνήτοις σχολάζουσιν ἀνδραπόδοις. καθάπερ οὖν ὄψον πονηρὸν ἡδύνουσι τὴν σάρκα καὶ τὴν μὲν ἡμέραν κομμωτικῇ προστετήκασι θαλαμευόμεναι, μὴ ἐλεγχθῶσιν ξανθιζόμεναι, ἑσπέρας δὲ καθάπερ ἐκ φωλεοῦ πρὸς τὸν λύχνον τὸ νόθον
254 P
τοῦτο προσέρπει κάλλος· συνεργεῖ γὰρ καὶ ἡ μέθη καὶ τὸ ἀμυδρὸν τοῦ φωτὸς πρὸς τὴν ἐπίθεσιν αὐτῶν. καὶ τὴν μὲν ξανθίζουσαν τοὺς πλοκάμους ὁ κωμικὸς Μένανδρος εἴργει τῆς οἰκίας· νῦν δ᾿ ἕρπε ἀπ᾿ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ τὴν σώφρονα οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν, ἀλλ᾿ οὐδὲ τὰς παρειὰς φυκοῦν οὐδὲ τοὺς ὀφθαλμοὺς ὑπογράφεσθαι. λελήθασι δὲ σφᾶς αἱ κακοδαίμονες τὸ οἰκεῖον ἀπολλύουσαι κάλλος τοῦ ὀθνείου τῇ ἐπεισαγωγῇ· ἅμα γοῦν ἡμέρᾳ σπαρασσόμεναι καὶ ἀποτριβόμεναι καὶ φυράμασί τισι καταπλαττόμεναι ψήχουσι μὲν τὸν χρῶτα, θρύπτουσι δὲ τὴν σάρκα τοῖς φαρμάκοις καὶ τῇ περιεργίᾳ τῶν ῥυμμάτων τὸ οἰκεῖον μαραίνουσιν ἄνθος. διὰ τοῦτό τοι ὠχραὶ μὲν ἐκ καταπλασμάτων καταφαίνονται, εὐάλωτοι δὲ ὑπὸ νόσων γίνονται τακερὰν ἤδη τὴν σάρκα φαρμάκοις τὴν ἐσκιαγραφημένην ἔχουσαι, τῶν ἀνθρώπων τὸν δημιουργὸν ἀτιμάζουσαι, ὡς οὐ κατ᾿ ἀξίαν δεδωρημένον τὸ κάλλος. εἰκότως ἀργαὶ πρὸς οἰκουρίας γίνονται, καθάπερ ἐζωγραφημέναι, καθεζόμεναι εἰς θέαν, οὐκ εἰς οἰκουρίαν γεγενημέναι. διὰ τοῦτό τοι ἡ παρὰ τῷ κωμικῷ ἐπιλογιστικὴ γυνὴ λέγει· τί δ᾿ ἂν γυναῖκες φρόνιμον ἐργασαίμεθα ἢ λαμπρόν, αἳ καθήμεθ᾿ ἐξανθισμέναι, τῶν ἐλευθέρων γυναικῶν λυμαινόμεναι τὸν χαρακτῆρα, οἴκων ἀνατροπὰς καὶ γάμων ἐκτροπὰς καὶ παίδων ὑποβολὰς περιποιούμεναι. τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν
240
τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν
255 P
ἐξηυρημένα λέγων ἔρχεται, μετέρχεται αὖ, προσέρχεται αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζεται, ἐμβέβηκε, τρίβεται, λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, κοσμεῖται, ἀλείφεται· † ἂν δ᾿ ἔχοι τι, ἀπάγχεται. τρὶς γάρ, οὐχ ἅπαξ ἀπολωλέναι δίκαιαι κροκοδείλων ἀποπάτοις χρώμεναι καὶ σηπεδόνων ἀφροῖς ἐγχριόμεναι, καὶ ταῖς ὀφρύσι τὴν ἀσβόλην ἀναματτόμεναι καὶ ψιμυθίῳ τὰς παρειὰς ἐντριβόμεναι. αἱ τοίνυν καὶ τοῖς ἐθνικοῖς προσκορεῖς ποιηταῖς διὰ τὸν τρόπον πῶς οὐκ ἂν ἀπόβλητοι τῇ ἀληθείᾳ γένοιντο; ἕτερος γοῦν κωμικὸς ἐλέγχων αὐτὰς Ἄλεξις· καὶ γὰρ καὶ τούτου παραθήσομαι τὴν λέξιν δυσωποῦσαν τῷ περιέργῳ τῆς ἑρμηνείας τὸ ἀδιάτρεπτον τῆς ἀναισχυντίας· οὐ γὰρ εἰς τοσοῦτον περίεργος ἦν· ἐγὼ δὲ αἰσχύνομαι κωμῳδουμένης ἐς τοσοῦτον τῆς γυναικωνίτιδος, ἣ »βοηθὸς« γενομένη εἶτα μέντοι προσαπολλύει καὶ τὸν ἄνδρα. πρῶτα μὲν γὰρ ἐς τὸ κέρδος καὶ τὸ
256 P
συλᾶν τοὺς πέλας πάντα τὰ ἄλλα [ἔργα] αὐταῖς πάρεργα γίγνεται. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν
94 S
ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τὴν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσα ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ᾿ ἐρραμμένα αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει·
241
τιτθί᾿ ἔστ᾿ αὐταῖσι τούτων ὧν ἔχουσ(ιν) οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ(εν) ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ(εν) εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ· λευκόχρως λίαν τις ἐστίν· παιδέρωτ᾿ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δεικνύει. εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶσ(ιν) οἱ παρόντες τὸ στόμα ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σεσηρέν᾿, ἄν τε βούλητ᾿ ἄν τε μή.

Ταῦτα ὑμῖν εἰς τὴν ἀποτροπὴν τῆς φιλοκόσμου κακομηχανίας ἐκ

257 P
σοφίας κοσμικῆς παρατίθεμαι, παμμάχως σῴζειν ἐθελήσαντος ἡμᾶς τοῦ λόγου, μετὰ μικρὸν δὲ καὶ ταῖς θείαις ἐπιστύψω γραφαῖς. φιλεῖ δέ πως τὸ μὴ λανθάνον δι᾿ αἰσχύνην τῶν ἐλέγχων ἀφίστασθαι τῶν ἁμαρτημάτων. ὡς δὲ ἡ καταπεπλασμένη χεὶρ καὶ ὁ περιαληλιμμένος ὀφθαλμὸς ὑπόνοιαν τοῦ νοσοῦντος ἐκ τῆς ὄψεως ἐνδείκνυται, οὕτως τὰ ἐντρίμματα καὶ αἱ βαφαὶ νοσοῦσαν ἐν βάθει τὴν ψυχὴν αἰνίττονται. ἡμῖν δὲ παριέναι »ποταμὸν ἀλλότριον« ὁ θεῖος παραινεῖ παιδαγωγός, τὴν ἀλλοτρίαν γυναῖκα, τὴν μάχλον, ποταμὸν ἀλλότριον ἀλληγορῶν, πᾶσιν ἐπιρρέουσαν, πᾶσι δι᾿ ἀσέλγειαν πορνικὴν εἰς τρυφὴν ἐκχεομένην· »ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου«, φησίν, »καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς«, τὸ ῥεῦμα τῆς ἡδυπαθείας φυλάξασθαι παραινῶν, »ἵνα πολὺν ζήσωμεν χρόνον, προστεθῇ δὲ ἡμῖν ἔτη ζωῆς«, εἴτε ἀλλοτρίαν ἡδονὴν μὴ θηρωμένοις εἴτε καὶ τὰς αἱρέσεις ἐκτρεπομένοις. φιλοψία μὲν οὖν καὶ φιλοινία εἰ καὶ πάθη μεγάλα, ἀλλ᾿ οὐ τοσαῦτα τὸ μέγεθος ὁπόση ἡ φιλοκοσμία. τράπεζα πλήρης καὶ κύλικες ἐπάλληλοι
242
ἱκαναὶ πληρῶσαι τὴν λαιμαργίαν· τοῖς δὲ φιλοχρύσοις καὶ φιλοπορφύροις καὶ φιλολίθοις οὔτε ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸς αὐτάρκης οὔτε ἡ Τυρίων θάλαττα οὔτε μὴν ὁ φόρτος ὁ ἀπ᾿ Ἰνδῶν καὶ Αἰθιόπων, ἀλλ᾿ οὐδὲ ὁ Πακτωλὸς ὁ ῥέων τὸν πλοῦτον. οὐδ᾿ ἂν Μίδας τις αὐτῶν γένηται, πεπλήρωται, ἀλλὰ ἔτι πένης ἐστὶ πλοῦτον ἄλλον ποθῶν, ἕτοιμοι δὲ οὗτοι συναποθανεῖν χρυσίῳ. εἰ δὲ καὶ ὁ Πλοῦτος τυφλός, ὥσπερ οὖν, αἱ περὶ αὐτὸν ἐπτοημέναι καὶ συμπαθοῦσαι πῶς οὐ τυφλώττουσιν; ὅρον γοῦν ἐπιθυμίας οὐκ ἔχουσαι εἰς ἀναισχυντίαν ἐξοκέλλουσιν· δεῖ γὰρ αὐταῖς καὶ θεάτρου καὶ πομπῆς καὶ πλήθους θεατῶν καὶ πλάνης ἐν ἱεροῖς καὶ τῆς ἐν τοῖς ἀμφόδοις διατριβῆς, ὡς πᾶσιν αὐτὰς γίνεσθαι καταφανεῖς. κοσμοῦνται γὰρ ἵνα ἄλλοις ἀρέσκοιεν αἱ ἐν προσώπῳ
258 P
καυχώμεναι, οὐκ ἐν καρδίᾳ· ὡς γὰρ τὸν δραπέτην τὰ στίγματα, οὕτω τὴν μοιχαλίδα δείκνυσι τὰ ἀνθίσματα. »κἂν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ, καὶ ἐὰν χρίσῃ στίμμι τοὺς ὀφθαλμούς σου, εἰς μάτην ὁ ὡραϊσμός σου«, ὁ λόγος διὰ Ἱερεμίου φησίν.

Εἶτα οὐκ ἄτοπον ἵππους μὲν καὶ ὄρνεις καὶ τὰ ἄλλα ζῷα ἐκ τῆς χλόης καὶ τῶν λειμώνων ἀνίστασθαι καὶ ἀνίπτασθαι οἰκείῳ κόσμῳ χαίροντα, χαίτῃ ἱππικῇ καὶ χροιᾷ φυσικῇ καὶ πτερώσει ποικίλῃ, ὡς δὲ ἐνδεέστερον καὶ τῆς θηρείου φύσεως ἡ γυνὴ ἀκαλλὴς εἰς τοσοῦτον εἶναι οἴεται, ὡς ὀθνείου δεῖσθαι κάλλους, ὠνητοῦ καὶ σκιαγραφουμένου; κεκρύφαλοι μέν γε καὶ κεκρυφάλων διαφοραὶ καὶ περίεργοι πλοκαί, ἀλλὰ καὶ τῶν τριχῶν οἱ μυρίοι σχηματισμοὶ κατόπτρων τε πολυτίμητοι κατασκευαί, οἷς κατασχηματίζονται θηρῶσαι τοὺς δίκην παίδων ἀφρόνων περὶ τὰς μορφὰς ἐπτοημένους, τέλεον ἀπηρυθριακυιῶν ἐστι γυναικῶν, ἃς ἑταίρας καλῶν οὐκ ἄν τις ἀφαμάρτοι προσωπεῖα ποιούσας τὰ πρόσωπα. ἡμῖν δὲ ὁ λόγος παραινεῖ »μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«. ὃ δὲ καὶ πέρα τῆς ἀτοπίας προβέβηκεν, τῆς ἐπιπλάστου μορφῆς τῆς ἑαυτῶν οἷον ἀνδραγαθήματός τινος ἢ ἐπανορθώματος κάτοπτρα ἐπινενοήκασιν, ἐφ᾿ ἧς ἀπάτης μάλιστα κάλυμμα ἐπιτιθέναι ἐχρῆν· οὐδὲ γάρ, ὡς ὁ μῦθος Ἑλλήνων ἔχει, Ναρκίσσῳ προεχώρησεν τῷ καλῷ τῆς ἑαυτοῦ εἰκόνος γενέσθαι θεατήν. εἰ δὲ οὐδεμίαν εἰκόνα ὁ Μωυσῆς παραγγέλλει ποιεῖσθαι τοῖς ἀνθρώποις

243
ἀντίτεχνον τῷ θεῷ, πῶς ἂν εὐλόγως ποιοῖεν αἱ γυναῖκες αὗται σφῶν κατὰ ἀνάκλασιν ἀπομιμούμεναι τὰς εἰκόνας εἰς τοῦ προσώπου τὴν ψευδοποιίαν; ἀλλὰ καὶ τῷ Σαμουὴλ τῷ προφήτῃ, ὁπότε πέμπεται ἕνα χρῖσαι τῶν υἱῶν Ἰεσσαὶ εἰς βασιλέα, [καὶ] τὸν πρεσβύτατον τῶν παίδων αὐτοῦ καλὸν καὶ μέγαν ἰδόντι, ὁπότε τὸ χρῖσμα προέβαλεν ὁ Σαμουὴλ ἡσθεὶς ἐπ᾿ αὐτῷ, »εἶπεν«, φησίν, »ὁ κύριος αὐτῷ· μὴ ἐπιβλέψῃς εἰς τὴν ὄψιν αὐτοῦ καὶ τὸ ὕψος τοῦ μεγέθους αὐτοῦ, ὅτι ἀπῶσμαι αὐτόν. ἄνθρωπος μὲν γὰρ εἰς ὀφθαλμοὺς ὄψεται καὶ κύριος εἰς καρδίαν«, καὶ οὐκ ἔχρισε τὸν καλὸν τὸ σῶμα, ἀλλὰ τὸν καλὸν τὴν
95 S
ψυχήν.
259 P
εἰ οὖν τὸ φυσικὸν τοῦ σώματος κάλλος ἔλαττον τοῦ ψυχικοῦ λογίζεται κύριος, τί περὶ τοῦ νόθου φρονεῖ, ἅπαν τὸ ψεῦσμα ἄρδην ἐκβαλών; »διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.« σαφέστατα γοῦν ὁ κύριος διὰ τοῦ Ἀβραὰμ διδάσκει καὶ πατρίδος καὶ συγγενέων καὶ κτήσεως καὶ πλούτου παντὸς καταφρονεῖν τὸν ἑπόμενον τῷ θεῷ, ποιήσας αὐτὸν ἔπηλυν, καὶ διὰ τοῦτο καὶ »φίλον« αὐτὸν ὠνόμασεν τῆς οἴκοι καταφρονήσαντα περιουσίας· εὐπατρίδης γὰρ ἦν καὶ εὔπορος σφόδρα. τριακοσίοις γοῦν καὶ ὀκτωκαίδεκα οἰκέταις ἰδίοις κεχείρωται τοὺς τέσσαρας βασιλεῖς τοὺς αἰχμαλωτεύσαντας τὸν Λώτ. μόνην εὑρίσκομεν τὴν Ἐσθὴρ δικαίως κοσμουμένην. ἐκαλλωπίζετο μυστικῶς ἡ γυνὴ βασιλεῖ τῷ ἑαυτῆς, ἀλλὰ τὸ κάλλος αὐτῆς ἐκεῖνο λύτρον εὑρίσκεται φονευομένου λαοῦ.

Ὅτι δὲ ἑταίρας μὲν ποιεῖ τὰς γυναῖκας ὁ καλλωπισμός, ἀνδρογύνους δὲ τοὺς ἄνδρας καὶ μοιχικούς, μάρτυς ἡμῖν ὁ τραγικὸς διηγούμενος ὧδέ πως· ἐλθὼν δὲ ἐκ Φρυγῶν ὁ τὰς θεὰς κρίνων ὅδε, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονα, ἀνθηρὸς μὲν εἱμάτων στολῇ χρυσῷ τε λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετ᾿ ἐξαναρπάσας Ἑλένην πρὸς Ἴδης βούσταθμα, ἔκδημον λαβὼν Μενέλαον. ὢ κάλλους μοιχικοῦ· ἀνέτρεψε τὴν Ἑλλάδα ἡ βάρβαρος φιλοκοσμία καὶ ἡ ἀνδρόγυνος τρυφή· σωφροσύνην διέφθειρεν Λακωνικὴν ἐσθὴς

244
καὶ χλιδὴ καὶ κάλλος ὡραῖον· αἱ βάρβαροι φιλοκοσμίαι ἑταίραν ἤλεγξαν τὴν Διὸς θυγατέρα. οὐκ ἦν παιδαγωγὸς αὐτοῖς ἀνακόπτων τὰς ἐπιθυμίας οὐδὲ μὴν ὁ λέγων »μὴ μοιχεύσῃς« οὐδὲ ὁ »μὴ ἐπιθυμήσῃς« λέγων μηδὲ εἰς μοιχείαν ὁδεύσῃς δι᾿ ἐπιθυμίας, ἀλλὰ μηδὲ τὰς ὀρέξεις ἐκκαύσῃς διὰ φιλοκοσμίας. οἷον αὐτοῖς τὸ ἐπὶ τούτοις ἐξηκολούθησεν τέλος, καὶ ὅσων ἀπέλαυσαν κακῶν οἱ φιλαυτίαν κωλῦσαι μὴ θελήσαντες· ἤπειροι κεκίνηνται δύο ἀπαιδεύτοις ἡδοναῖς καὶ κλονεῖται τὰ πάντα μειρακίῳ βαρβάρῳ· Ἑλλὰς ὅλη ναυτίλλεται, στενοχωρεῖται δὲ ἡ θάλασσα ἠπείρους φέρουσα· πόλεμος ἐκριπίζεται μακρός, καὶ μάχαι καταρρήγνυνται καρτεραί, καὶ νεκρῶν ἐμπίμπλαται τὰ πεδία· ἐνυβρίζει τῷ ναυστάθμῳ ὁ βάρβαρος· ἀδικία
260 P
κρατεῖ καὶ τοῦ ποιητικοῦ Διὸς ἐκείνου τὸ ὄμμα τοὺς Θρᾷκας βλέπει· εὐγενὲς αἷμα βάρβαρα πίνει πεδία καὶ ποταμῶν ῥεύματα σώμασιν ἵσταται νεκροῖς· στήθη κρούεται θρήνοις καὶ τὸ πένθος ἐπινέμεται τὴν γῆν· πάντες δὲ σείονται πόδες πολυπιδάκου Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ποῖ φύγωμεν, Ὅμηρε, καὶ στῶμεν; δεῖξον ἡμῖν γῆν μὴ κεκινημένην. * * * μὴ θίγῃς ἡνιῶν, παιδίον, ἄπειρος ὤν, μηδὲ ἀναβῇς τὸν δίφρον ἐλαύνειν μὴ μαθών· δυσὶν ἡνιόχοις οὐρανὸς ἥδεται, οἷς μόνοις ἐλαυνόμενον ἄγεται τὸ πῦρ. μετάγεται γὰρ ἡ διάνοια ὑπὸ ἡδονῆς, καὶ τὸ ἀκήρατον τοῦ λογισμοῦ μὴ παιδαγωγούμενον τῷ λόγῳ εἰς ἀσέλγειαν κατολισθαίνει καὶ μισθὸν τοῦ παραπτώματος τὸ ἀπόπτωμα λαμβάνει. δεῖγμά σοι τούτων οἱ ἄγγελοι τοῦ θεοῦ τὸ κάλλος καταλελοιπότες διὰ κάλλος μαραινόμενον καὶ τοσοῦτον ἐξ οὐρανῶν ἀποπεσόντες χαμαί. ἀλλὰ καὶ Σικιμῖται κολάζονται καταπεπτωκότες τὴν ἁγίαν ὑβρίζοντες παρθένον· τάφος ἡ κόλασις αὐτοῖς καὶ τὸ μνημόσυνον τῆς ἐπιτιμίας εἰς σωτηρίαν παιδαγωγεῖ.

261 P

Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν

245
τὴν νόσον. μὴ γὰρ καθαρεύοντες καλλωπισμοῦ οὐχ ὑγιαίνουσιν, πρὸς δὲ τὸ μαλθακώτερον ἀποκλίναντες γυναικίζονται, κουρὰς μὲν ἀγεννεῖς καὶ πορνικὰς ἀποκειρόμενοι, χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου. τί ἄν τις φαίη τούτους ἰδών; ἀτεχνῶς καθάπερ μετωποσκόπος ἐκ τοῦ σχήματος αὐτοὺς καταμαντεύεται μοιχούς τε καὶ ἀνδρογύνους, ἀμφοτέραν ἀφροδίτην θηρωμένους, μισότριχας, ἄτριχας, τὸ ἄνθος τὸ ἀνδρικὸν μυσαττομένους, τὰς κόμας δέ, ὥσπερ αἱ γυναῖκες, κοσμουμένους. »ἐπ᾿ οὐχ ὁσίοις δὲ τόλμαις ζῶντες« οἱ παλίμβολοι ῥέζουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα, φησὶν ἡ Σίβυλλα. διὰ τούτους γοῦν πλήρεις αἱ πόλεις πιττούντων, ξυρούντων, παρατιλλόντων τοὺς θηλυδρίας τούτους· ἐργαστήρια δὲ κατεσκεύασται καὶ ἀνέῳκται πάντῃ καὶ τεχνῖται τῆς ἑταιρικῆς ταύτης πορνείας συχνὸν ἐμπολῶσιν ἀργύριον ἐμφανῶς· οἷς σφᾶς καταπιττοῦσι καὶ τὰς τρίχας ἀνασπῶσι πάντα τρόπον παρέχουσιν, οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας, ἀλλ᾿ οὐδὲ ἑαυτοὺς ἄνδρας ὄντας· τοιοῦτοι γὰρ οἱ τῶν ἀγεννεστέρων ζηλωταὶ παθῶν, ἅπαν τὸ σῶμα τοῖς βιαίοις τῆς πίττης ὁλκοῖς λελειουργημένοι. μέλει δὲ οὐδ᾿ ὁπωστιοῦν περαιτέρω τῆς τοιαύτης προβαίνειν ἀναισχυντίας. εἰ γὰρ μηδὲν ἄπρακτον αὐτοῖς ὑπολείπεται, οὐδὲ ἐμοὶ ἄρρητον. ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ Διογένης ὁπηνίκα
96 S
ἐπιπράσκετο, ἀνδρείως σφόδρα »ἧκε« εἶπεν, »μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ«, ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν ἐκείνου σωφρονίζων. τὸ γὰρ ἄνδρας ὄντας ξύρεσθαι καὶ λεαίνεσθαι πῶς οὐκ ἀγεννές; βαφὰς δέ
246
τινας τριχῶν καὶ χρίσματα πολιῶν καὶ ξανθίσματα, ἀνδρογύνων ἐξωλῶν ἐπιτηδεύματα, καὶ τοὺς διακτενισμοὺς αὐτῶν τοὺς θηλυδριώδεις μεθετέον. ἡγοῦνται γὰρ καθάπερ ὄφις τῆς κεφαλῆς ἀπεκδύσασθαι τὸ γῆρας μεταγράφοντες
262 P
ἑαυτοὺς καὶ νεοποιοῦντες· εἰ καὶ σοφίσονται τὰς τρίχας, ἀλλ᾿ οὐ τὰς ῥυτίδας διαφεύξονται, ἀλλ᾿ οὐ λήσονται τὸν θάνατον σοφιζόμενοι τὸν χρόνον. οὐ γὰρ δεινόν, οὐ δεινὸν γέροντα δοκεῖν τὸ εἶναι λαθεῖν μὴ δυνάμενον. ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος· »παλαιὸν ἡμερῶν« κέκληκεν αὐτὸν ἡ προφητεία, »καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν«, ὁ προφήτης λέγει. οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ κύριος, »δύναται ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν«. πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ᾿ αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα; »στέφανος δὲ γερόντων πολυπειρία«, φησὶν ἡ γραφή, καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας· οἵ δὲ τὸ πρεσβεῖον τῆς ἡλικίας, τὸν πολιέα, καταισχύνουσιν. οὐκ ἔστιν δέ, οὐκ ἔστιν ἀληθινὴν ἐνδεικνύναι τὴν ψυχὴν τὸν κίβδηλον ἔχοντα κεφαλήν. »ὑμεῖς δὲ οὐχ οὕτως«, φησίν, »ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον«, οὐ τὸν πολιόν, ἀλλὰ »τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθαι δέ«, μὴ βαφαῖς καὶ καλλωπίσμασιν, ἀλλὰ »τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.« ἄνδρα δὲ ὄντα κτενίζεσθαι καὶ ἀποκείρεσθαι ξυρῷ πρὸς εὐπρέπειαν καὶ πρὸς τὸ ἔσοπτρον διατιθέμενον τὰς τρίχας ξύρεσθαί τε καὶ ἀποτίλλεσθαι καὶ λεαίνεσθαι τὰς γένυς πῶς οὐ γυναικεῖον; καὶ εἰ μή τις αὐτοὺς γυμνοὺς ἴδοι, κἂν γυναῖκας ὑπολάβοι. εἰ γὰρ μὴ χρυσοφορεῖν καὶ αὐτοῖς ἐφεῖται, ἀλλ᾿ οὖν γε διὰ τὴν θηλυδριώδη ἐπιθυμίαν ἱμάντας καὶ λώματα χρυσίου περιπτύξαντες πετάλοις ἤ· τινα σφαιρικὰ τῆς αὐτῆς ὕλης ποιησάμενοι σχήματα σφυρῶν ἀπαρτῶνται
247
καὶ τραχήλων ἀπαιωροῦσι. σόφισμα τοῦτο κατεαγότων ἀνθρώπων εἰς τὴν γυναικωνῖτιν κατασυρομένων, ἀμφιβίων καὶ λάγνων θηρίων· πορνικὸς τῆς ἐνέδρας ὁ τρόπος καὶ ἄθεος οὗτος. ὁ γὰρ θεὸς τὴν μὲν γυναῖκα
263 P
λείαν ἠθέλησεν εἶναι, αὐτοφυεῖ τῇ κόμῃ μόνῃ ὥσπερ ἵππον τῇ χαίτῃ γαυρουμένην, τὸν δὲ ἄνδρα καθάπερ τοὺς λέοντας γενείοις κοσμήσας καὶ τοῖς λασίοις ἤνδρωσε στήθεσι· δεῖγμα τοῦτο ἀλκῆς καὶ ἀρχῆς. ταύτῃ καὶ τοὺς ἀλεκτρυόνας τοὺς ὑπερμαχοῦντας τῶν ὀρνίθων καθάπερ κόρυσι τοῖς κόλλεσιν ἐκαλλώπισεν. καὶ οὕτως περὶ πολλοῦ τὰς τρίχας ταύτας ὁ θεὸς ἡγεῖται ὥστε ἅμα φρονήσει κελεύειν παραγίνεσθαι αὐτὰς τοῖς ἀνδράσι, καὶ δὴ ἀγασθεὶς τῇ σεμνότητι τὸ βλοσυρὸν τοῦ θεάματος γεραρᾷ τετίμηκεν πολιᾷ. φρόνησις δὲ καὶ ἀκριβεῖς λογισμοὶ πολιοὶ συνέσει συνακμάζουσι τῷ χρόνῳ, καὶ τὸ γῆρας ἐνισχύουσι τῷ τόνῳ τῆς πολυπειρίας, ἄνθος ἀξιέραστον φρονήσεως σεμνῆς εἰς πίστιν εὔλογον προτείνοντες τὴν πολιάν. τοῦτο οὖν τοῦ ἀνδρὸς τὸ σύνθημα, τὸ γένειον, δἰ οὗ καταφαίνεται [ὁ] ἀνήρ, πρεσβύτερόν ἐστι τῆς Εὔας καὶ σύμβολον τῆς κρείττονος φύσεως· τούτῳ πρέπειν ἐδικαίωσε τὸ λάσιον ὁ θεός, καὶ διέσπειρεν παρὰ πᾶν τὸ σῶμα τοῦ ἀνδρὸς τὰς τρίχας, τὸ δὲ ὅσον λεῖον αὐτοῦ καὶ μαλθακὸν ἀφείλετο τῆς πλευρᾶς εἰς ὑποδοχὴν σπέρματος εὐαφῆ τὴν Εὔαν δημιουργήσας γυναῖκα βοηθὸν οὖσαν γενέσεως καὶ οἰκουρίας. ὃ δὲ (προήκατο γὰρ τὸ λεῖον) ἔμεινέν τε ἀνὴρ καὶ τὸν ἄνδρα δεικνύει· καὶ τὸ δρᾶν αὐτῷ συγκεχώρηται, ὡς ἐκείνῃ τὸ πάσχειν. ξηρότερα γὰρ φύσει καὶ θερμότερα τὰ δασέα τῶν ψιλῶν ἐστιν. διὸ καὶ τὰ ἄρρενα τῶν θηλειῶν καὶ τὰ ἔνορχα τῶν ἐκτομιῶν καὶ τὰ τέλεια τῶν ἀτελῶν δασύτερά τέ ἐστι καὶ θερμότερα. τὸ οὖν τῆς ἀνδρώδους φύσεως σύμβολον, τὸ λάσιον, παρανομεῖν ἀνόσιον· τὸ δὲ καλλώπισμα τῆς λειάνσεως, θερμαίνομαι γὰρ ὑπὸ τοῦ λόγου, εἰ μὲν ἐπὶ τοὺς ἄνδρας, θηλυδρίου, εἰ δὲ ἐπὶ τὰς γυναῖκας, μοιχοῦ· ἄμφω δὲ ὅτι μάλιστα πορρωτάτω τῆς ἡμετέρας ἐκτοπιστέον πολιτείας. »ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι«, φησὶν ὁ κύριος· ἠρίθμηνται δὲ καὶ αἱ ἐπὶ τῷ γενείῳ καὶ μὴν καὶ
248
αἱ παρ᾿ ὅλον τὸ σῶμα. οὐδ᾿ ὁπωστιοῦν ἐκτιλτέον παρὰ τὴν προαίρεσιν τοῦ θεοῦ τὴν ἐγκατηριθμημένην τῷ αὐτοῦ θελήματι· »εἰ μή τι οὐκ ἐπιγιγνώσκετε ἑαυτούς«, φησὶν ὁ ἀπόστολος, »ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν«, ὃν εἰ ἐνοικοῦντα ᾔδειμεν, οὐκ οἶδ᾿ ὅπως ἂν αὐτὸν λωβᾶσθαι τετολμήκειμεν. τὸ δὲ καὶ πιττοῦσθαι (ὀκνῶ καὶ λέγειν
264 P
τὴν περὶ τοὔργον ἀσχημοσύνην) ἀπεστραμμένους καὶ κεκυφότας καὶ τῆς φύσεως τὰ ἀπόρρητα εἰς τὸ συμφανὲς ἀπογυμνοῦντας, ἐξορχουμένους καὶ λορδουμένους, ἀπερυθριῶσι σχήμασιν οὐκ ἀπερυθριῶντας αὑτούς, ἐν αὐτῇ νεολαίᾳ καὶ γυμνασίῳ μέσῳ, ἔνθα ἀρετὴ ἀνδρῶν ἐξετάζεται,
97 S
ἀσχημονοῦντας, τὸ παρὰ φύσιν τοῦτο διώκοντας ἐπιτήδευμα, πῶς οὐχὶ τῆς ἐσχάτης ἀσελγείας ἐστίν; οἱ γὰρ ἐν τῷ φανερῷ τοιαῦτα διαπραττόμενοι σχολῇ γ᾿ ἂν αἰδεσθεῖεν οἴκοι τινάς. καταμαρτυρεῖ δὲ αὐτῶν ἡ ἐν τῷ δημοσίῳ ἀναισχυντία τὴν τῷ ἀφανεῖ ἐπ᾿ ἐξουσίας ἀκολασίαν· ὁ γὰρ ὑπὸ τὰς αὐγὰς τὸν ἄνδρα ἀρνούμενος πρόδηλός ἐστι νύκτωρ ἐλεγχόμενος γυνή. »οὐκ ἔσται δέ«, εἶπεν ὁ λόγος διὰ Μωυσέως, »ἀπὸ θυγατέρων Ἰσραὴλ πόρνη, καὶ οὐκ ἔσται ὁ πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ.« ἀλλ᾿ ὠφελεῖ, φησίν, ἡ πίττα. ἀλλὰ διαβάλλει, φημί· οὐκ ἂν δὲ ἠθέλησέ τις εὖ φρονῶν πόρνος εἶναι δοκεῖν, μὴ νοσῶν, καὶ διαβάλλειν ἐπιτηδεύειν τὴν καλὴν εἰκόνα οὐκ ἂν ἑκὼν βουληθείη τις. εἰ γὰρ »τοὺς κατὰ πρόθεσιν κλητούς, οὓς προέγνω ὁ θεός, συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ« [δι᾿ οὕς] κατὰ τὸν μακάριον ἀπόστολον »ὥρισεν εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς«, πῶς οὐκ ἄθεοι τὸ σύμμορφον τοῦ κυρίου λωβώμενοι σῶμα; ἀνδρὶ δὲ βουλομένῳ εἶναι καλῷ τὸ κάλλιστον ἐν ἀνθρώπῳ τὴν διάνοιαν κοσμητέον, ἣν καθ᾿ ἑκάστην ἡμέραν εὐπρεπεστέραν ἐπιδεικτέον· παρατιλτέον δὲ οὐ τὰς τρίχας, ἀλλὰ τὰς ἐπιθυμίας. ἐγὼ καὶ τῶν ἀνδραποδοκαπήλων τὰ παιδάρια ἐλεῶ εἰς ὕβριν κοσμούμενα, ἀλλ᾿ οὐχ ὑφ᾿ ἑαυτῶν λελώβηται, κελευόμενα δὲ εἰς αἰσχροκέρδειαν τὰ δύστηνα καλλωπίζεται. οἱ δὲ ἑκόντες ταῦτα αἱρούμενοι δρᾶν, ἃ κελευόμενοι θανάτου ἂν ἐτιμήσαντο, εἰ ἄνδρες ἦσαν, πῶς οὐ κατάπτυστοι;

Καὶ νῦν μὲν εἰς τοσοῦτον ἀκολασίας ἐλήλακεν ὁ βίος ἐντρυφώσης ἀδικίας, καὶ τὸ λάγνον πᾶν ἐπικέχυται ταῖς πόλεσι νόμος γενόμενον· ἐπὶ τέγους ἑστᾶσι παρ᾿ αὐτοῖς τὴν σάρκα τὴν ἑαυτῶν εἰς ὕβριν ἡδονῆς πιπράσκουσαι γυναῖκες, καὶ παῖδες ἀρνεῖσθαι τὴν φύσιν δεδιδαγμένοι

249
προσποιοῦνται γυναῖκες. πάντα μετακεκίνηκεν ἡ τρυφή· κατῄσχυνε τὸν ἄνθρωπον ἁβροδίαιτος περιεργία· πάντα ζητεῖ, πάντα ἐπιχειρεῖ, βιάζεται πάντα, συγχεῖ τὴν φύσιν, τὰ γυναικῶν οἱ ἄνδρες πεπόνθασιν καὶ γυναῖκες ἀνδρίζονται παρὰ φύσιν γαμούμεναί τε καὶ γαμοῦσαι
265 P
γυναῖκες. πόρος δὲ οὐδεὶς ἄβατος ἀκολασίᾳ· κοινὴ δὲ αὐτοῖς ἀφροδίτη δημεύεται, συνέστιος τρυφή. ὢ τοῦ ἐλεεινοῦ θεάματος, ὢ τοῦ ἀρρήτου ἐπιτηδεύματος· τρόπαια ταῦτα τῆς πολιτικῆς ὑμῶν ἀκρασίας δείκνυται, τῶν ἔργων ὁ ἔλεγχος αἱ χαμαίτυπαι. φεῦ τῆς τοσαύτης ἀνομίας. ἀλλ᾿ οὐδὲ συνιᾶσιν οἱ ταλαίπωροι, ὡς τὸ ἄδηλον τῆς συνουσίας πολλὰς ἐργάζεται τραγῳδίας. παιδὶ πορνεύσαντι καὶ μαχλώσαις θυγατράσιν ἀγνοήσαντες πολλάκις μίγνυνται πατέρες, οὐ μεμνημένοι τῶν ἐκτεθέντων παιδίων, καὶ ἄνδρας δείκνυσι τοὺς γεγεννηκότας ἀκρασίας ἐξουσία. ταῦτα οἱ σοφοὶ τῶν νόμων ἐπιτρέπουσιν· ἔξεστιν αὐτοῖς ἁμαρτεῖν κατὰ νόμον, καὶ τὸ ἀπόρρητον τῆς ἡδονῆς εὐκολίαν λέγουσιν. μοιχείας ἀπηλλάχθαι νομίζουσιν οἱ μοιχεύοντες τὴν φύσιν, ἕπεται δὲ αὐτοῖς τῶν τολμημάτων τιμωρὸς ἡ δίκη· καὶ καθ᾿ ἑαυτῶν ἀπαραίτητον ἐπισπώμενοι συμφορὰν ὀλίγου νομίσματος ὠνοῦνται θάνατον. τούτων ἔμποροι τῶν φορτίων οἱ κακοδαίμονες πλέουσιν, ὡς σῖτον, ὡς οἶνον, πορνείαν ἀγώγιμον φέροντες. ἄλλοι δὲ ἀθλιώτεροι μακρῷ ὡς ἄρτον, ὡς ὄψον, ἀγοράζουσιν ἡδονάς, οὐδὲ ἐκεῖνο ἐν νῷ λαβόντες τὸ Μωυσέως· »οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.« ταῦτα προεφητεύετο πάλαι, ἀρίδηλος δὲ ἡ ἔκβασις· πᾶσα ἤδη πεπλήρωται γῆ καὶ πορνείας καὶ ἀνομίας.

Ἄγαμαι τοὺς παλαιοὺς Ῥωμαίων νομοθέτας· ἀνδρόγυνον ἐμίσησαν ἐπιτήδευσιν οὗτοι, καὶ τοῦ σώματος τὴν πρὸς τὸ θῆλυ κοινωνίαν παρὰ

266 P
τὸν τῆς φύσεως νόμον ὀρύγματος κατηξίωσαν κατὰ τὸν τῆς δικαιοσύνης νόμον. οὐ γὰρ θέμις ἐκτῖλαί ποτε τὸ γένειον,τὸ κάλλος τὸ σύμφυτον, τὸ γενναῖον κάλλος πρῶτον ὑπηνήτῃ, οὗπερ χαριεστάτη ἥβη. προβαίνων δὲ ἤδη ἐπαλείφεται γανούμενος πώγωνι, ἐφ᾿ ὃν κατέβαινε τὸ μύρον τὸ προφητικὸν Ἀαρὼν τιμωμένου. χρὴ δὲ τὸν ὀρθῶς
250
παιδαγωγούμενον, ἐφ᾿ ὃν ἡ εἰρήνη κατεσκήνωσεν, καὶ πρὸς τὰς ἑαυτοῦ τρίχας εἰρήνην ἄγειν. τί τοίνυν οὐκ ἂν ἐπιτηδεύσειαν αἱ γυναῖκες αἱ εἰς μαχλοσύνην σπεύδουσαι, τοιαῦτα τολμῶσιν ἐνοπτριζόμεναι τοῖς ἀνδράσιν; μᾶλλον δὲ οὐκ ἄνδρας, βατάλους δὲ καὶ γύννιδας καλεῖν τούτους χρή, ὧν καὶ αἱ φωναὶ τεθρυμμέναι καὶ ἡ ἐσθὴς τεθηλυμμένη ἁφῇ καὶ βαφῇ. δῆλοι δὲ οἱ τοιοῦτοι ἐλεγχόμενοι τὸν τρόπον ἔξωθεν ἀμπεχόνῃ, ὑποδέσει, σχήματι, βαδίσματι, κουρᾷ, βλέμματι· »ἀπὸ ὁράσεως γὰρ ἐπιγνωσθήσεται ἀνήρ«, ἡ γραφὴ λέγει, »καὶ ἀπὸ ἀπαντήσεως ἀνθρώπου ἐπιγνωσθήσεται ἄνθρωπος· στολισμὸς ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.« οἱ γὰρ καὶ τὰ μάλιστα πρὸς τὰς ἄλλας πεπολεμωμένοι τρίχας μόνον τὰς ἐπὶ τῇ κεφαλῇ περιέπουσι, μικροῦ δεῖν ἀναδούμενοι κεκρυφάλοις τὰς κόμας ὥσπερ αἱ γυναῖκες. λέοντες μὲν οὖν αὐχοῦσι τὸ λάσιον αὐτῶν, ἀλλ᾿ ἐπὶ τῆς ἀλκῆς ὁπλίζονται τῇ τριχί, κάπροι δὲ καὶ αὐτοὶ σεμνύνονται λοφιᾷ, ἀλλὰ φρίσσοντας αὐτοὺς τὴν τρίχα δεδοίκασιν κυνηγοί, εἰροπόκοι δ᾿ ὄιες μαλλοῖς καταβεβρίθασιν, ἀλλὰ καὶ τούτων ἐπλήθυνεν τὰς τρίχας ὁ φιλάνθρωπος πατὴρ εἰς σήν, ἄνθρωπε, ὑπουργίαν κεῖραι
267 P
διδάξας τοὺς πόκους. καὶ τῶν
98 S
ἐθνῶν οἱ Κελτοὶ καὶ οἱ Σκύθαι κομῶσιν, ἀλλ᾿ οὐ κομμοῦνται· ἔχει τι φοβερὸν τὸ εὔτριχον τοῦ βαρβάρου καὶ τὸ ξανθὸν αὐτοῦ πόλεμον ἀπειλεῖ· συγγενές τι τὸ χρῶμα τῷ αἵματι. μεμισήκατον ἄμφω τούτω τὼ βαρβάρω τὴν τρυφήν· μάρτυρας ἐπιδείξονται σαφεῖς τὸν Ῥῆνον ὁ Γερμανός, ὁ Σκύθης τὴν ἅμαξαν. ὀλιγωρεῖ δὲ ἔσθ᾿ ὅτε καὶ τῆς ἁμάξης ὁ Σκύθης (πλοῦτος εἶναι δοκεῖ τῷ βαρβάρῳ τὸ μέγεθος αὐτῆς) καὶ καταλιπὼν τὴν τρυφὴν εὐτελὴς πολιτεύεται· οἶκον αὐτάρκη καὶ τῆς ἁμάξης εὐζωνότερον, τὸν ἵππον, λαβὼν Σκύθης ἀνὴρ ἀναβὰς φέρεται οἷ βούλεται· κάμνων δὲ ἄρα λιμῷ αἰτεῖ τὸν ἵππον τροφάς, ὅ δὲ ὑπέχει τὰς φλέβας, καὶ ὃ κέκτηται μόνον, τῷ κυρίῳ τὸ αἷμα χορηγεῖ, καὶ τῷ νομάδι ὁ ἵππος ὄχημα γίνεται καὶ τροφή. Ἀραβίων δὲ (ἄλλοι οὗτοι νομάδες) ἡ μάχιμος ἡλικία καμηλοβάται εἰσί· κυούσας οὗτοι τὰς καμήλους ἐφέζονται· αἳ δὲ νέμονται ἅμα καὶ θέουσιν ἀναλαμβάνουσαι τοὺς δεσπότας, καὶ τὸν οἶκον ἐπιφέρονται σὺν αὐτοῖς. εἰ δὲ καὶ ποτὸν ἐπιλίποι τοῖς βαρβάροις, ἀμέλγονται τοῦ γάλακτος,
251
κενουμένης δὲ ἤδη τῆς τροφῆς, ἀλλ᾿ οὐδὲ τοῦ αἵματος φείδονται, ᾗ φασι λυττήσαντας τοὺς λύκους. αἳ δὲ ἄρα ἡμερώτεραι τῶν βαρβάρων οὐ μνησικακοῦσιν ἀδικούμεναι, ἀλλὰ καὶ τὴν ἔρημον διεκθέουσιν τεθαρρηκότως δεσπότας ὁμοῦ καὶ φέρουσαι καὶ τρέφουσαι. ὄλοιντο οὖν οἱ θῆρες οἱ φυλακτικοί, οἷς τὸ αἷμα ἡ τροφή· οὐδὲ γὰρ θιγεῖν αἵματος ἀνθρώποις θέμις, οἷς τὸ σῶμα οὐδὲν ἀλλ᾿ ἢ σάρξ ἐστιν αἵματι γεωργουμένη. μετέσχηκεν τοῦ λόγου τὸ αἷμα τὸ ἀνθρώπινον καὶ τῆς χάριτος κοινωνεῖ τῷ πνεύματι, κἂν ἀδικήσῃ τις
268 P
αὐτό, οὐ λήσεται. ἔξεστιν αὐτῷ καὶ γυμνῷ τοῦ σχήματος πρὸς τὸν κύριον λαλεῖν. ἀποδέχομαι δὲ τῶν βαρβάρων τὴν λιτότητα· εὔζωνον ἀγαπήσαντες πολιτείαν οἱ βάρβαροι κατέλειψαν τὴν τρυφήν. τοιούτους ὁ κύριος ἡμᾶς καλεῖ γυμνοὺς ἀπειροκαλίας, γυμνοὺς κενοδοξίας, ἁμαρτιῶν ἀπεσπασμένους, μόνον ἐπιφερομένους τὸ ξύλον τῆς ζωῆς, μόνον ἐπέχοντας τὴν σωτηρίαν.

Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ᾿ ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδιστέον. φεύγοντες γὰρ αὐτουργίαν καὶ αὐτοδιακονίαν ἐπὶ τοὺς θεράποντας καταφεύγουσιν, ὀψοποιῶν καὶ τραπεζοποιῶν καὶ τῶν ἐντέχνως εἰς μοίρας κατατεμνόντων τὰ κρέα τὸν πολὺν συνωνούμενοι ὄχλον. μεμέρισται δὲ αὐτοῖς ἡ θητεία πολυσχιδῶς· καὶ οἳ μὲν περὶ τὴν γαστριμαργίαν αὐτῶν πονοῦσι δαιτροί τε καὶ καρυκευταὶ καὶ οἱ τῶν πεμμάτων καὶ οἱ τῶν μελιπήκτων καὶ οἱ τῶν ῥοφημάτων συσκευασταί τε καὶ δημιουργοί, οἳ δὲ περὶ τὰς ἐσθῆτας ἀσχολοῦνται τὰς περιττάς, οἳ δὲ χρυσοφυλακοῦσιν ὡς γρῦπες, οἳ δὲ τὸν ἄργυρον φυλάττουσι καὶ σμήχουσιν τὰ ἐκπώματα καὶ τὰς περὶ τὰς ἑστιάσεις παρασκευὰς εὐτρεπίζουσιν, ἄλλοι καταψήχουσι τὰ ὑποζύγια, οἰνοχόων τε ὅμιλος ἀσκεῖται παρ᾿ αὐτοῖς καὶ μειρακίων ὡραίων ἀγέλαι καθάπερ θρεμμάτων, παρ᾿ ὧν ἀμέλγονται τὸ κάλλος. κομμωταὶ δὲ καὶ κομμώτριαι περὶ τὰς

269 P
γυναῖκας ἀμφιπολεύουσιν αἳ μὲν τὰ κάτοπτρα, αἳ δὲ τοὺς κεκρυφάλους, ἄλλαι τοὺς κτένας * *, εὐνοῦχοι
252
πολλοὶ καὶ οὗτοι μαστροποί, τῷ ἀξιοπίστῳ τοῦ μὴ δύνασθαι φιληδεῖν τοῖς εἰς ἡδονὰς ἐθέλουσιν ῥᾳθυμεῖν ἀνυπόπτως διακονούμενοι. εὐνοῦχος δὲ ἀληθὴς οὐχ ὁ μὴ δυνάμενος, ἀλλ᾿ ὁ μὴ βουλόμενος φιληδεῖν. διαμαρτυρόμενος γοῦν ὁ λόγος διὰ τοῦ προφήτου Σαμουὴλ πρὸς τοὺς παραβεβηκότας τῶν Ἰουδαίων αἰτοῦντι τῷ λαῷ βασιλέα οὐ τὸν φιλάνθρωπον ὑπισχνεῖται κύριον, ἀλλά τινα αὐτοῖς αὐθάδη τύραννον ἀπειλεῖ τρυφητικόν, »ὃς λήψεται«, φησί, »τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας«, νόμῳ πολέμου κρατήσας, οὐκ εἰρηνικὴν οἰκονομίαν ζηλώσας. οἳ δὲ τὰ φορεῖα εἰς ὕψος αἴροντες τῶν γυναικῶν καὶ φοράδην βαστάζοντες Κελτοὶ πολλοί· ἔριθοι δὲ καὶ ταλασίαι καὶ ἱστοπονίαι καὶ ἡ γυναικωνῖτις ἐργάνη καὶ ἡ οἰκουρία οὐδαμοῦ, ἀλλ᾿ οἱ ψευδοποιοῦντες τὰς γυναῖκας διημερεύουσι μετ᾿ αὐτῶν μύθους ἐρωτικοὺς ἀδολεσχοῦντες καὶ τὸ σῶμα καὶ τὰς ψυχὰς αὐτῶν διακναίοντες ψευδεργίᾳ καὶ ψευδολογίᾳ. »οὐκ ἔσῃ δὲ μετὰ πολλῶν«, φησίν, »ἐπὶ κακίᾳ, οὐδὲ προσθήσῃ μετὰ πλήθους«, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. αἳ δὲ οὐ διὰ σεμνότητα τοῦ κατασκοπεῖσθαι μὴ βούλεσθαι συνωνοῦνται τοὺς φορεῖς (ἀγαπητὸν γὰρ ἦν ἄν, εἰ τῇ διαθέσει ταύτῃ προσεβάλλοντο τὴν σκέπην), ἀλλὰ θρυπτόμεναι ἐποχοῦνται τοῖς οἰκέταις ἐμπομπεύειν γλιχόμεναι. ἀναπεπταμένης γοῦν τῆς αὐλαίας περιβλέπουσαι δριμύτερον τοὺς εἰς αὐτὰς ἀφορῶντας διελέγχονται τὸν τρόπον, πολλάκις δὲ καὶ προκύπτουσιν ἔνδοθεν τὴν ἐπιπόλαιον σεμνότητα καταισχύνουσαι τῇ ὀλισθαινούσῃ περιεργίᾳ. »μὴ περιβλέπου δέ«, φησί, »ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς«, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος
99 S
σωφρονῶν. περιφέρονται δὲ αὗται ἀνὰ τὰ ἱερὰ ἐκθυόμεναι καὶ μαντευόμεναι, ἀγύρταις καὶ μητραγύρταις καὶ γραίαις βωμολόχοις οἰκοφθορούσαις ὁσημέραι συμπομπεύουσαι καὶ τοὺς παρὰ
270 P
ταῖς κύλιξι ψιθυρισμοὺς γραϊκοὺς ἀνεχόμεναι, φίλτρα ἄττα καὶ ἐπῳδὰς παρὰ τῶν γοήτων ἐπ᾿ ὀλέθρῳ γάμων ἐκμανθάνουσαι. καὶ τοὺς μὲν ἔχουσι τῶν ἀνδρῶν, τοὺς δὲ εὔχονται, ἄλλους δὲ αὐταῖς οἱ μάντεις ὑπισχνοῦνται. οὐκ ἴσασι δὲ ἀπατώμεναι καὶ αὑτὰς μὲν ὡς σκεῦος ἐκδιδοῦσαι ἡδονῆς τοῖς λαγνεύειν ἐθέλουσι, τὴν δὲ ἁγνείαν τὴν
253
σφῶν τῆς αἰσχίστης ἀντικαταλλαττόμεναι ὕβρεως ἔργον ἡγοῦνται χρηματισμοῦ τὴν ἐπονείδιστον φθοράν. πολλοὶ δὲ οἱ τῆς ἑταιρικῆς διάκονοι ἀκολασίας ἄλλος ἄλλοθεν παρεισδύοντες· εὐεπίφοροι γὰρ οἱ ἀκόλαστοι πρὸς τὴν ἀσέλγειαν καθάπερ οἱ χοῖροι πρὸς τὸ καταδυόμενον τοῦ σκάφους ἐπιφερόμενοι. ὅθεν ἐρρωμενέστατα ἡ γραφὴ παραινεῖ· »μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου·« ἀλλαχοῦ δὲ »ἄνδρες δίκαιοι« φησὶν »ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου τὸ καύχημά σου διαμενεῖ.« ἐς κόρακας ἡ πορνεία· »εὖ γὰρ τοῦτο ἴστε«, φησὶν ὁ ἀπόστολος, »ὅτι πᾶς πόρνος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.« αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον· ἔστι δ᾿ ὅτε καὶ ὑπεκκαιόμενοι διὰ τὴν τυχοῦσαν ὀργήν, ἤτοι πόρνοι αὐτοὶ ἢ καὶ κιναίδων ὄχλον εἰς ὄλεθρον ἐζηλωκότες, ἐπικροτοῦσι τῇ ῥινὶ βατράχων δίκην, καθάπερ ἔνοικον τοῖς μυκτῆρσι τὴν χολὴν κεκτημένοι. ἀλλ᾿ αἵ γε
271 P
ἀστειότεραι τούτων ὄρνεις Ἰνδικοὺς καὶ ταῶνας Μηδικοὺς ἐκτρέφουσιν καὶ συνανακλίνονται τοῖς φοξοῖς παίζουσαι, σικίννοις τέρασι γανύμεναι· καὶ τὸν μὲν Θερσίτην ἀκούουσαι γελῶσιν, αὐταὶ δὲ πολυτιμήτους ὠνούμεναι Θερσίτας οὐκ ἐπ᾿ ἀνδράσιν ὁμοζύγοις, ἀλλ᾿ ἐπ᾿ ἐκείνοις αὐχοῦσιν, ἃ δὴ ἄχθος ἐστὶ γῆς· καὶ χήραν μὲν παρορῶσι σωφρονοῦσαν Μελιταίου πολλῷ διαφέρουσαν κυνιδίου, καὶ πρεσβύτην παραβλέπουσι δίκαιον, εὐπρεπέστερον, οἶμαι, τέρατος ἀργυρωνήτου· παιδίον δὲ οὐδὲ προσίενται ὀρφανὸν αἱ τοὺς ψιττακοὺς καὶ τοὺς χαραδριοὺς ἐκτρέφουσαι, ἀλλὰ τὰ μὲν οἴκοι κυϊσκόμενα ἐκτιθέασι παιδία, τοὺς δὲ τῶν ὀρνίθων ὑπολαμβάνουσι νεοττούς· καὶ τὰ ἄλογα τῶν λογικῶν προκεκρίκασιν, δέον ὑποτρέφειν τοὺς σωφροσύνην
254
ἐπαγγελλομένους γέροντας, καὶ πιθήκων, οἶμαι, εὐπροσωποτέρους καὶ ἀηδόνων φθέγξασθαί τι βέλτιον δυναμένους. »ἐφ᾿ ὅσον δέ«, φησίν, »ἑνὶ τούτων ἐποιήσατε τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.« αἳ δὲ ἔμπαλιν ἀπαιδευσίαν προτετιμήκασι σωφροσύνης, τὰς ἑαυτῶν οὐσίας ἀπολιθοῦσαι εἰς τοὺς μαργαρίτας καὶ τὰς σμαράγδους τὰς Ἰνδικάς· ναὶ μὴν καὶ εἰς τὰς ἐξιτήλους βαφὰς καὶ εἰς τὰ ἀργυρώνητα ἀνδράποδα σπαθῶσι καὶ διαρρίπτουσι τὰ χρήματα, δίκην ὀρνίθων κεκορεσμένων τὰ τοῦ βίου σκαλεύουσαι κόπρια. »πενία δέ«, φησίν, »ἄνδρα ταπεινοῖ·« τὴν φειδωλίαν πενίαν λέγει, καθ᾿ ἣν οἱ πλούσιοι πένονται μεταδόσεως, ὡς οὐκ ἔχοντες.

272 P

Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπίχρυσοι, ἀργυροῖ * * καὶ σκεύη μυρία χρυσοῦ τε καὶ ἀργύρου, τὰ μὲν εἰς προπόσεις, τὰ δὲ εἰς τροφάς, τὰ δὲ εἰς τὸ λούσασθαι περιφερόμενα· ναὶ μὴν καὶ ἐσχαρίδες ἀνθράκων· εἰς τοσοῦτον γὰρ ἀκρασίας ἥκουσιν ὡς δειπνεῖν καὶ μεθύειν ἔτι λουομένας· τά τε ἀργυρώματα, μεθ᾿ ὧν ἐμπομπεύουσιν, ἀπειροκάλως ἐν τοῖς βαλανείοις προτιθέασι· τάχα μέν που καὶ τὸν πλοῦτον δι᾿ ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ᾿ ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι [συνεῖναι] καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν [δύνασθαι]· καὶ γὰρ αἱ πενόμεναι τῆς πομπῆς μὴ μεταλαμβάνουσαι τῶν ἴσων κοινωνοῦσι λουτρῶν. ἔχει δὲ ἄρα ὁ ῥύπος τῆς περιουσίας βλασφημίας περιβολὴν πολλήν. τούτῳ καθάπερ δελέατι ἀγκιστρεύουσιν τοὺς ἀθλίους κεχηνότας ἐπὶ τὰς μαρμαρυγὰς τοῦ χρυσίου· καὶ γὰρ ἐκπλήττουσαι τούτῳ τοὺς ἀπειροκάλους θαυμάζειν σφᾶς τεχνῶνται τοὺς ἐραστάς, οἳ μετ᾿ ὀλίγον αὐταῖς ἐνυβρίζουσι γυμναῖς. καὶ δὴ τοῖς μὲν ἀνδράσι τοῖς σφῶν οὐκ ἂν ἀποδύσαιντο προσποίητον αἰσχύνης ἀξιοπιστίαν μνώμεναι, ἔξεστι δὲ τοῖς βουλομένοις

255
τῶν ἄλλων τὰς οἴκοι κατακλείστους
100 S
γυμνὰς ἐν τοῖς βαλανείοις θεάσασθαι· ἐνταῦθα γὰρ ἀποδύσασθαι τοῖς θεαταῖς ὥσπερ καπήλοις σωμάτων οὐκ αἰσχύνονται. ἀλλ᾿ ὁ μὲν Ἡσίοδος μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι παραινεῖ. κοινὰ δὲ ἀνέῳκται ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ τὰ βαλανεῖα, κἀντεῦθεν ἐπὶ τὴν ἀκρα
273 P
σίαν ἀποδύονται· »ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν«, ὥσπερ ἀποκλυζομένης τῆς αἰδοῦς αὐτοῖς κατὰ τὰ λουτρά. αἳ δὲ μὴ εἰς τοσοῦτον ἀπερυθριῶσαι τοὺς μὲν ὀθνείους ἀποκλείουσιν, ἰδίοις δὲ οἰκέταις συλλούονται καὶ δούλοις ἀποδύονται γυμναὶ καὶ ἀνατρίβονται ὑπ᾿ αὐτῶν, ἐξουσίαν δοῦσαι τῷ κατεπτηχότι τῆς ἐπιθυμίας τὸ ἀδεὲς τῆς ψηλαφήσεως· οἱ γὰρ παρεισαγόμενοι παρὰ τὰ λουτρὰ ταῖς δεσποίναις γυμναῖς μελέτην ἴσχουσιν ἀποδύσασθαι πρὸς τόλμαν ἐπιθυμίας ἔθει πονηρῷ περιγράφοντες τὸν φόβον. καὶ οἱ μὲν παλαιοὶ τῶν ἀθλητῶν γυμνὸν δεικνύναι τὸν ἄνδρα αἰδούμενοι ἐν διαζώσμασι τὴν ἀγωνίαν ἐκτελοῦντες τὸ αἰδῆμον ἐφύλαττον· αἳ δὲ ἀποδυσάμεναι ἅμα τῷ χιτῶνι καὶ τὴν αἰδῶ φαίνεσθαι μὲν βούλονται καλαί, ἄκουσαι δ᾿ ὁμοίως ἐλέγχονται κακαί· καὶ γὰρ δι᾿ αὐτοῦ καταφαίνεται μάλιστα τοῦ σώματος τὸ μάχλον τῆς ἐπιθυμίας, καθάπερ τοῖς ὑδεριῶσιν τὸ περιστεγόμενον τῆς ἐπιφανείας ὑγρόν· τὸ νοσοῦν δὲ ἀμφοῖν ἐκ τῆς ὄψεως γνωρίζεται. χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ᾿ αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς »ὁ γὰρ ἐμβλέψας«, φησί, »περιεργότερον ἤδη ἥμαρτεν.« οἴκοι μὲν οὖν τοὺς γονεῖς καὶ τοὺς οἰκέτας αἰδεῖσθαι χρή, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ τοῖς λουτροῖς τὰς γυναῖκας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς, πανταχοῦ δὲ τὸν λόγον, ὅς ἐστι πανταχοῦ, καὶ »ἐγένετο ἄνευ αὐτοῦ οὐδὲ ἕν«. οὕτως γὰρ μόνως ἀπτώς τις διαμενεῖ, εἰ πάντοτε αὐτῷ συμπαρεῖναι νομίζοι τὸν θεόν.

256

Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ

274 P
ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλόκαλον εἰς φιλαυτίαν καὶ ἀπειροκαλίαν, μή πῃ ἄρα καὶ πρὸς ἡμᾶς φήσῃ τις· ὁ ἵππος αὐτοῦ πεντεκαίδεκα ταλάντων ἐστὶν ἄξιος ἢ τὸ χωρίον ἢ ὁ οἰκέτης ἢ τὸ χρυσίον, αὐτὸς δὲ χαλκῶν ἐστι τίμιος τριῶν. αὐτίκα γοῦν περίελε τὸν κόσμον τῶν γυναικῶν καὶ τοὺς οἰκέτας τῶν δεσποτῶν, οὐδὲν διαφέροντας τῶν ἀργυρωνήτων εὑρήσεις. τοὺς δεσπότας, οὐκ ἐν βαδίσματι, οὐκ ἐν βλέμματι, οὐκ ἐν φθέγματι· οὕτως τοίνυν τοῖς ἀνδραπόδοις ἐοίκασιν. ἀλλὰ καὶ τῷ ἀσθενέστεροι εἶναι τῶν οἰκετῶν διακρίνονται καὶ τῷ νοσηλότερον ἀνατεθράφθαι. ἄριστον γοῦν δογμάτων τοῦτο ᾄδειν παρ᾿ ἕκαστα χρή, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος ἐν οὐρανῷ θησαυρίζει τὰ χρήματα· οὗτος [ὁ] τὰ ἐπίγεια καταπωλήσας καὶ πτωχοῖς ἐπιδοὺς τὸν ἀνώλεθρον ἐξευρίσκει θησαυρόν, ἔνθα οὐ σής, οὐ λῃστής· μακάριος οὗτος ὄντως, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς καὶ ἄδοξος ᾖ, καὶ πλοῦτον ὄντως πλουτεῖ τὸν μέγιστον· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος καὶ ὑφερήφανος, καθάπερ ὁ ἐν τῇ πορφύρᾳ καὶ βύσσῳ τρυφῶν καὶ τὸν Λάζαρον ὑπερηφανῶν, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ καὶ οὐ ζήσεται. ἐοικέναι γοῦν μοι δοκεῖ ὁ πλοῦτος ἑρπετῷ, οὗ εἰ μή τις ἐπίσταιτο λαβέσθαι ἀβλαβῶς, πόρρωθεν ἀκινδύνως ἄκρας οὐρᾶς ἀνακρημνὰς τὸ θηρίον, περιπλέξεται τῇ χειρὶ καὶ δήξεται· δεινὸς δὲ καὶ ὁ πλοῦτος ἰλυσπώμενος παρὰ τὴν ἔμπειρον ἢ ἄπειρον αὐτοῦ λαβὴν προσφῦναι καὶ δάκνειν, εἰ μή τις αὐτῷ καταμεγαλοφρονῶν ἐπιστημόνως χρῷτο, ἵνα σὺν τῇ ἐπῳδῇ τοῦ λόγου καταξέσηται μὲν τὸ θηρίον, αὐτὸς δὲ ἀπαθὴς μείνῃ. ἀλλ᾿, ὡς
257
ἔοικεν, τὰ πλείονος ἄξια κεκτημένος πλούσιος ὢν μόνος ἐλελήθει· πολλοῦ δὲ ἄξια οὐ λίθος, οὐκ ἄργυρος, οὐκ ἐσθής, οὐ κάλλος σώματος, ἀλλ᾿ ἡ ἀρετή, ὅς ἐστι λόγος διὰ τοῦ παιδαγωγοῦ παραδιδόμενος εἰς ἄσκησιν· λόγος οὗτος ὁ τὴν τρυφὴν ἐξομνύμενος, τὴν δὲ αὐτουργίαν διάκονον παρακαλῶν καὶ τὴν εὐτέλειαν ἐξυμνῶν τῆς σωφροσύνης τὴν ἔγγονον, »λάβετε παιδείαν«, φησί, »καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυ
275 P
τελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.« καὶ πάλιν· »ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον καὶ ἄργυρον· τὰ γὰρ ἐμὰ γενήματα κρείττω ἀργυρίου ἐκλεκτοῦ.« εἰ δὲ καὶ διελεῖν χρή, πλούσιος μὲν ὁ πολυκτήμων ἔστω, χρυσίῳ σεσαγμένος καθάπερ φασκώλιον ἐρρυπωμένον, εὐσχήμων δὲ ὁ δίκαιος, ἐπεὶ εὐσχημοσύνη τάξις ἐστὶν ἐν τῷ δέοντι σχηματισμῷ περὶ τὰς διοικήσεις καὶ τὰς ἐπιδόσεις μεμετρημένη· »εἰσὶ γὰρ οἱ σπείροντες καὶ πλείονα συνάγοντες«, περὶ ὧν γέγραπται· »ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.« ὥστε οὐχ ὁ ἔχων καὶ φυλάττων, ἀλλ᾿ ὁ μεταδιδοὺς πλούσιος, καὶ ἡ μετάδοσις τὸν μακάριον, οὐχ ἡ κτῆσις δείκνυσι· καρπὸς δὲ
101 S
ψυχῆς τὸ εὐμετάδοτον· ἐν ψυχῇ ἄρα τὸ πλούσιον. καὶ μὴν τὰ μὲν ἀγαθὰ ἔστω μόνοις κτητὰ τοῖς ἀγαθοῖς, ἀγαθοὶ δὲ οἱ Χριστιανοί· ἄφρων δὲ ἢ ἀκόλαστος ἄνθρωπος οὔτ᾿ ἂν αἴσθησιν ἀγαθοῦ σχοίη οὔτ᾿ ἄν κτήσεως τύχοι· μόνοις ἄρα τοῖς Χριστιανοῖς κτητὰ τὰ ἀγαθά. τούτων δὲ τῶν ἀγαθῶν πλουσιώτερον οὐθέν· πλούσιοι ἄρα οὗτοι μόνοι. πλοῦτος γὰρ ἀληθινὸς ἡ δικαιοσύνη καὶ ὁ παντὸς θησαυροῦ πολυτιμότερος λόγος οὐκ ἀπὸ θρεμμάτων καὶ χωρίων αὐξανόμενος, ἀλλ᾿ ὑπὸ τοῦ θεοῦ δωρούμενος, πλοῦτος ἀναφαίρετος (ἡ ψυχὴ μόνη θησαυρὸς αὐτοῦ), κτῆμα τῷ κεκτημένῳ ἄριστον, μακάριον τῇ ἀληθείᾳ παρεχόμενον τὸν ἄνθρωπον. ᾧ γὰρ ἂν ὑπάρχῃ μηδενὸς μὲν ὀρέγεσθαι τῶν οὐκ ἐφ᾿ ἡμῖν, ὧν δὲ ὀρέγεται, τούτων τυγχάνειν, ἀλλὰ καὶ ὧν ὁσίως ἐφίεται, ταῦτα αἰτούμενον λαμβάνειν παρὰ θεοῦ, πῶς οὗτος οὐ πολυκτήμων καὶ παγκτήμων, θησαυρὸν ἔχων αἰώνιον τὸν θεόν; »τῷ αἰτοῦντι«, φησί, »δοθήσεται
258
καὶ τῷ κρούοντι ἀνοιγήσεται.« εἰ μηδὲν ἀρνεῖται ὁ θεός, τὰ πάντα τοῦ θεοσεβοῦς γίνεται.

276 P

Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀστείων ἡδονῶν ὁ ἡδὺς οὗτος καὶ ἀκλεὴς τῶν πολλῶν βίος. φύσει γὰρ ὁ ἄνθρωπος ὑψηλόν ἐστι ζῷον καὶ γαῦρον καὶ τοῦ καλοῦ ζητητικόν, ἄτε τοῦ μόνου καλοῦ δημιούργημα, ὁ δὲ ἐπὶ γαστέρα αὐτῷ βίος ἄσεμνός τε καὶ ἐπονείδιστος καὶ εἰδεχθὴς καὶ καταγέλαστος. ἀλλοτριώτατον δὲ τῆς θείας φύσεως ἡ φιληδονία, ὁμοίως μὲν σιτεῖσθαι τοῖς στρουθοῖς, ὁμοίως δὲ τοῖς ὑσὶν καὶ τοῖς τράγοις ὀχεύειν· τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, »ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρέχειν πλησμονήν«. διὰ τοῦτο σπανιαίτατα τὴν βασιλείαν τοῦ θεοῦ κληρονομεῖ. ποῦ τοίνυν τὰ τοσαῦτα παρασκευάζονται ὄψα ἢ ἵνα μίαν πλήρωσωσι γαστέρα; τὸ ἀκάθαρτον τῆς γαστριμαργίας οἱ κοπρῶνες ἐλέγχουσιν, εἰς οὓς ἀποπτύουσιν ἡμῶν αἱ γαστέρες τῆς δαιτὸς τὰ λείψανα. ποῦ δὲ τοὺς οἰνοχόους τοὺς τοσούτους συναγείρουσι μιᾷ κύλικι πλησθῆναι δυνάμενοι; ποῦ δὲ τῶν ἐσθήτων τὰς κιβωτούς; τὰ χρυσία δὲ ποῦ; καὶ τὰ κόσμια ποῦ; λωπολδύταις δὲ αὐτὰ καὶ κακούργοις παρασκευάζονται καὶ τοῖς λίχνοις ὀφθαλμοῖς. »ἐλεημοσύναι δὲ καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε«, φησὶν ἡ γραφή. ἰδοὺ γοῦν καὶ τὸν Θεσβίτην Ἠλίαν καλὸν ὑπόδειγμα τῆς εὐτελείας ἔχομεν, ὅτε »ἐκάθισεν ὑπὸ τὴν ῥάμνον« καὶ ὁ ἄγγελος αὐτῷ κομίζει τροφάς· »ἐγκρυφίας κρίθινος ἦν καὶ καψάκης ὕδατος.« τοιοῦτον ἄριστον αὐτῷ κύριος ἔπεμψεν. ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι· »μὴ βαστάζετε γάρ«, εἶπεν ὁ κύριος, »βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα«, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ

259
μονον
277 P
θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες ἀλληγορικῶς εἴρηνται. ἀπορριπτέον οὖν τῶν σκευῶν τὸ πλῆθος καὶ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἐκπώματα καὶ τὸν ὄχλον τῶν οἰκετῶν, καλὰς καὶ σεμνὰς παρὰ τοῦ παιδαγωγοῦ συνοπαδοὺς αὐτουργίαν καὶ εὐτέλειαν παραλαβόντας· καὶ δὴ βαδιστέον εὐαρμόστως τῷ λόγῳ, κἂν γυνή τῳ παρῇ καὶ τέκνα· οὐκ ἄχθος ἐστὶν ὁ οἶκος συνεπισπέσθαι μαθὼν ὁδοιπόρῳ σώφρονι. σταλτέον δὲ καὶ τὴν φίλανδρον γυναῖκα τἀνδρὶ παραπλησίως, ὁδοιπορικῶς καλὸν ἐφόδιον τῆς εἰς οὐρανοὺς πορείας εὐτέλειαν ἐπιφερομένους μιᾷ σεμνότητι σώφρονι· μέτρον δὲ καθάπερ ὁ ποὺς τοῦ ὑποδήματος, οὕτως καὶ τῆς κτήσεως ἑκάστου τὸ σῶμα· τὸ δὲ περιττόν, ἃ δή φασι κόσμια, καὶ τὰ ἔπιπλα τῶν πλουσίων ἄχθος ἐστίν, οὐ κόσμος τοῦ σώματος. χρὴ δὲ τὸν ἀναβαίνειν βιαζόμενον εἰς τοὺς οὐρανοὺς καλὴν βακτηρίαν τὴν εὐεργεσίαν περιφέρειν καὶ τοῖς θλιβομένοις μεταδεδωκότα τῆς ἀληθοῦς ἀναπαύσεως μεταλαμβάνειν· ὁμολογεῖ γὰρ ἡ γραφή, ὡς ἄρα »λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος«, τουτέστιν, ἐὰν πλουτῇ, μεταδόσει σωθήσεται. καθάπερ γὰρ τῶν φρεάτων ὅσα πέφυκεν βρύειν ἀπαντλούμενα εἰς τὸ ἀρχαῖον ἀναπιδύει μέτρον, οὕτως ἡ μετάδοσις ἀγαθὴ φιλανθρωπίας ὑπάρχουσα πηγή, κοινωνοῦσα τοῖς διψῶσι τοῦ ποτοῦ αὔξεται πάλιν καὶ πίμπλαται, ὃν τρόπον ἐπὶ τοὺς θηλαζομένους ἢ καὶ βδαλλομένους μαστοὺς ἐπιρρεῖν εἴωθε τὸ γάλα. ἀνενδεὴς γὰρ ὁ τὸν παντοκράτορα θεὸν λόγον ἔχων καὶ οὐδενὸς ὧν χρῄζει ἀπορεῖ ποτε· κτῆσις γὰρ ὁ λόγος ἀνενδεὴς καὶ εὐπορίας ἁπάσης αἴτιος. εἰ δέ τις φαίη ἑωρακέναι πολλάκις ἄρτου πενόμενον δίκαιον, σπάνιον μὲν τοῦτο, καὶ ἔνθα οὐκ ἄλλος δίκαιος,
102 S
ἀναγνώτω δὲ ὅμως κἀκεῖνο· »οὐ γὰρ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ δίκαιος, ἀλλ᾿ ἐν τῷ ῥήματι κυρίου«, ὅς ἐστιν
260
ἄρτος ἀληθινός, ἄρτος οὐρανῶν. οὐκ ἄρα ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ἄπορος, ἕως ἂν ἔχῃ σῴαν τὴν
278 P
πρὸς θεὸν ὁμολογίαν· πάρεστι μὲν γὰρ αὐτῷ αἰτεῖσθαι καὶ λαμβάνειν ὧν ἂν δέηται παρὰ τοῦ πατρὸς τῶν ὅλων καὶ τῶν ἰδίων ἀπολαύειν, εἰ φυλάττοι τὸν υἱόν· πάρεστι᾿ δὲ καὶ τοῦτο, μηδεμιᾶς ἐνδείας αἰσθάνεσθαι. ὁ παιδαγωγικὸς ἡμῶν οὗτος λόγος τὸν πλοῦτον ἡμῖν δίδωσι, καὶ πλουτεῖν οὐ φθόνος τὸ ἀνενδεὲς κτωμένοις δι᾿ αὐτοῦ· ὁ τοῦτον ἔχων τὸν πλοῦτον βασιλείαν κληρονομήσει θεοῦ.

Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσει ῥᾷον τοὺς ἀκουσίους ὑπομένειν πόνους, τὰς ἑκουσίους θλίψεις γυμνάσματα συνεχῶς ποιούμενος διωγμῶν, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους καὶ φόβους καὶ λύπας, οὐκ ἀμελέτητος ὢν καρτερεῖν. διὰ τοῦτό τοι πατρίδα ἐπὶ γῆς οὐκ ἔχομεν, ὡς ἂν καταφρονοῖμεν τῶν ἐπιγείων κτημάτων. πλουσιωτάτη δὲ ἡ εὐτέλεια ἕξις οὖσα ἀνελλιπὴς ἐν δαπάναις ταῖς εἰς ἃ χρὴ καὶ ἐφ᾿ ὅσον χρὴ τελεῖσθαι προσηκούσαις· τέλη γὰρ τὰ δαπανήματα. ὅπως μὲν οὖν συμβιωτέον ἀνδρὶ τὴν γυναῖκα καὶ περὶ αὐτουργίας καὶ οἰκουρίας καὶ οἰκετῶν χρήσεως, πρὸς δὲ καὶ τῆς ὥρας τοῦ γάμου καὶ τῶν ὅσα γυναιξὶν ἁρμόζει, ἐν τῷ γαμικῷ διέξιμεν λόγῳ· ἃ δὲ ἁρμόδια πρὸς παιδαγωγίαν, ταῦτα ἡμῖν νῦν παραθετέα μόνα ἐν ὑπογραφῆς μέρει παρασημειουμένοις Χριστιανῶν τὸν βίον. καὶ δὴ τὰ μὲν πλεῖστα ἤδη λέλεκται καὶ πεπαιδαγώγηται, ὅ δὲ ἔτι λοιπόν, ὑποθησόμεθα· οὐ γὰρ μικρὰ ῥοπὴ εἰς σωτηρίαν τὰ ὑποδείγματα. ὅρα· φησὶν ἡ τραγῳδία, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, μένει δὲ ἐν οἴκοις ὑγιὲς εὐναστήριον.

261
ὀνειδίζων τις μοιχείαν ἀσελγῆ καλὴν εἰκόνα σωφροσύνης ἐδείκνυεν φιλανδρίαν· τοὺς δὲ Εἵλωτας [οἰκέτας] (οἰκετῶν ὄνομά εἰσιν οἱ Εἵλωτες) οἱ Λακεδαιμόνιοι μεθύειν ἀναγκάζοντες ἐδείκνυον σφίσιν αὐτοῖς
279 P
τῆς μέθης τὰ ἔργα σωφρονοῦσιν ἐν θεραπείας καὶ διορθώσεως μέρει. παραφυλάττοντες δ᾿ οὖν τὴν ἐκείνων ἀσχημοσύνην, ὡς μὴ περιπέσοιεν αὐτοὶ ταῖς ὁμοίαις καταγνώσεσιν, ἐπαιδεύοντο τῷ ἐπονειδίστῳ τῶν μεθυόντων εἰς τὸ ἑαυτῶν ἀναμάρτητον ὠφελούμενοι. τῶν γὰρ ἀνθρώπων οἳ μὲν διδαχθέντες ἐσώθησαν, οἳ δὲ αὐτοδιδάκτως· ἢ ἐζήλωσαν ἢ ἐζήτησαν ἀρετήν. κεῖνος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσῃ· οὗτός ἐστιν Ἀβραὰμ ὁ ζητήσας τὸν θεόν· ἐσθλὸς δ᾿ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· οὗτοί εἰσιν οἱ μαθηταὶ οἱ πεισθέντες τῷ λόγῳ· διὰ τοῦτο ὃ μὲν ἤκουσεν φίλος, οἳ δὲ ἀπόστολοι, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὃ μὲν πολυπραγμονῶν, οἳ δὲ κηρύσσοντες, ἐσθλοὶ δὲ ἄμφω· ἀμφοῖν δὲ τούτοιν οἱ ἀκροαταί, ὃ μὲν ὠφελούμενος διὰ τὴν ζήτησιν, ὃ δὲ σῳζόμενος διὰ τὴν εὕρεσιν. ὃς δέ κε μήτ᾿ αὐτὸς νοέῃ μήτ᾿ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δ᾿ αὖτ᾿ ἀχρήιος ἀνήρ. [λαὸς ἄλλος ἐστὶν ἐθνικός, ἀχρεῖος·] οὗτος ὁ λαὸς ὁ μὴ Χριστῷ ἑπόμενος· πολυτρόπως δὲ ὅμως ὠφελῶν ὁ παιδαγωγὸς ὁ φιλάνθρωπος τὰ μὲν παρῄνεσεν, τὰ δὲ καὶ ὠνείδισεν, τὸ δὲ καὶ ἄλλων ἁμαρτανόντων τὸ αἶσχος αὐτῶν ὑπέδειξεν ἡμῖν καὶ τὴν ἐπὶ τούτῳ τιμωρίαν ψυχαγωγῶν τε ἅμα καὶ νουθετῶν ἐφανέρωσε, φιλάνθρωπον ἀποτροπὴν τῆς κακίας μηχανώμενος διὰ τῆς τῶν προπεπονθότων ἐνδείξεως· δι᾿ ὧν εἰκόνων σαφέστατα τοὺς μὲν ἔπαυσεν κακῶς διατεθέντας, τοὺς δὲ τὰ ἴσα τολμῶντας ἐκώλυσεν, ἄλλους εἰς ὑπομονὴν ἐθεμελίωσεν, ἑτέρους ἔπαυσε κακίας, τοὺς δὲ καὶ ἰάσατο τῇ τοῦ ὁμοίου θεωρίᾳ μεταθεμένους ἐπὶ τὸ βέλτιον. τίς γὰρ οὐκ ἄν [τι] παραφυλάξαιτο, ἑπόμενός τῳ καθ᾿ ὁδόν, εἶτα μέντοι τοῦ προτέρου εἰς βόθρον ἐμπεσόντος, μὴ οὐχὶ ἀποκλῖναι τὸν ἴσον κίνδυνον, τὴν ἀκολουθίαν τῆς ἁμαρτίας φυλαξάμενος; τίς δὲ αὖθις ἀσκητὴς ὤν, καταμαθὼν τῆς
262
φιλοδοξίας τὴν ὁδὸν καὶ τὸ ἔπαθλον ἰδὼν τὸν πρὸ αὑτοῦ ἀγωνιστὴν εἰληφότα, οὐκ ἐπὶ τὸν στέφανον ἵεται καὶ αὐτός, μιμούμενος
280 P
τὸν πρεσβύτερον; πολλαὶ τοιαῦται τῆς θεϊκῆς σοφίας αἱ εἰκόνες· ἑνὸς δὲ ὑποδείγματος μνησθήσομαι καὶ διὰ βραχέων παραθήσομαι· τὸ Σοδομιτῶν πάθος κρίσις μὲν ἀδικήσασι, παιδαγωγία δὲ ἀκούσασιν. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος, ὃν οὐκ ἔστι λαθεῖν ἀνόσια δρῶντας, οὐδὲ ἐπηρέμησεν τῇ ἀσελγείᾳ αὐτῶν ὁ ἄγρυπνος τῆς ἀνθρωπότητος φύλαξ· ἀποτρέπων δὲ ἡμᾶς τῆς μιμήσεως τῆς ἐκείνων, πρὸς σωφροσύνην τὴν αὑτοῦ παιδαγωγῶν, τίσιν τοῖς ἁμαρτωλοῖς ἐπιβαλών, ὡς μὴ τὸ ἀτιμώρητον τῆς ἀκολασίας ἀδείας ἐπιρροὴν προσλάβῃ, καταφλεχθῆναι προσέταξε τὰ Σόδομα, ὀλίγον τι τοῦ φρονίμου πυρὸς ἐκείνου ἐπὶ τὴν ἀκολασίαν
103 S
ἐκχέων, ὡς μὴ ἀκόλαστον αὐτῶν τὸ λάγνον γενόμενον πλατείας ἀναπετάσῃ κλισιάδας τοῖς εἰς ἡδυπάθειαν φερομένοις. γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰκών· οἱ γὰρ μὴ τὰ ὅμοια τοῖς κεκολασμένοις ἁμαρτήσαντες οὐ τὴν ὁμοίαν ποτὲ τοῖς ἁμαρτωλοῖς ὑπόσχοιεν ἂν δίκην τῷ μὴ ἁμαρτεῖν τὸ μὴ παθεῖν πεφυλαγμένοι. »εἰδέναι γὰρ ὑμᾶς«, φησὶν ὁ Ἰούδας, »βούλομαι, ὅτι ὁ θεὸς ἅπαξ ἐκ γῆς Αἰγύπτου λαὸν σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον ἀγρίων ἀγγέλων τετήρηκεν.« καὶ κατὰ μικρὸν διδασκαλικώτατα ἐκτίθεται τὰς εἰκόνας τῶν κρινομένων· »οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάιν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.« τοὺς γὰρ μὴ δυναμένους ἐξουσίαν υἱοθεσίας φέρειν ὁ φόβος μὴ ἐξυβρίζειν διατηρεῖ. διὰ τοῦτο γὰρ αἱ κολάσεις καὶ αἱ ἀπειλαί, ἵνα δείσαντες τὰς δίκας τοῦ ἁμαρτάνειν ἀποσχώμεθα. ἔχω σοι φιλοκοσμίας κολάσεις διηγήσασθαι καὶ φιλοδοξίας τιμωρίας, οὐκ ἀκρασίας μόνον, πρὸς δὲ καὶ τὰς ἐπὶ πλούτῳ κακόφρονας παραθέσθαι βλασφημίας, ἐν αἷς διὰ τοῦ φοβεῖν ὁ λόγος ἀνείργει τῶν ἀδικημάτων.
281 P
ἀλλὰ γὰρ φειδόμενος τοῦ μήκους τοῦ
263
συντάγματος τὰς ἑξῆς τοῦ παιδαγωγοῦ προσάγω σοι ἐντολάς, ἵνα δὴ φυλάξῃ τὰς ἀπειλάς.

Βαλανείου τοίνυν (ἐντεῦθεν γὰρ ἀπετράπην λέγων) τέσσαρές εἰσιν αἰτίαι, καθ᾿ ἃς ἐπ᾿ αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαριότητος ἕνεκα ἢ ἀλέας ἢ ὑγιείας ἢ τελευταῖον ἡδονῆς. ἡδονῆς μὲν οὖν ἕνεκα λοῦσθαι παραπεμπτέον· ἄρδην γὰρ τὴν ἀναίσχυντον ἡδονὴν ἐκκοπτέον. παραληπτέον δὲ τὸ λουτρὸν ταῖς μὲν γυναιξὶ καθαριότητος ἕνεκεν καὶ ὑγιείας, ὑγείας δὲ μόνης ἀνδράσι. περιττὸν δὲ τὸ τῆς ἀλέας ἐξὸν [δὲ] καὶ ἄλλως παραμυθεῖσθαι τὸ κατεσκληκὸς ὑπὸ κρύους. αἱ δὲ τοῦ βαλανείου συνεχεῖς χρήσεις καθαιροῦσι τὰς δυνάμεις καὶ τοὺς φυσικοὺς χαλῶσι τόνους, πολλάκις δὲ ἐκλύσεις ἄγουσι καὶ λειποθυμίας. τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι᾿ ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ. τεκμήριον τούτου· διψήσαντες πολλάκις ἔπειτα ἐμβάντες εἰς τὰ ὕδατα τὴν δίψαν ἠκέσαντο. οὔκουν εἰ πρός τι ὠφελεῖ τὸ λουτρόν, ἤδη σφᾶς ἐκλυτέον αὐτῷ· ἀνθρωπογναφεῖα ἐκάλουν αὐτὰ οἱ παλαιοί, ἐπεὶ θᾶττον ἢ προσῆκεν ῥακοῖ τὰ σώματα καὶ προγηράσκειν ἀναγκάζει καθέψοντα κατὰ τὰ αὐτὰ τῷ σιδήρῳ μαλασσομένης τῇ θερμότητι τῆς σαρκός· ἐντεῦθεν οἱονεὶ τῆς βαφῆς καὶ τῆς στομώσεως τοῦ ψυχροῦ δεόμεθα. οὐδὲ μὴν ἑκάστοτε λουτέον,

282 P
ἀλλ᾿ εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον· ναὶ μὴν κατὰ τὴν τοῦ σώματος ἡλικίαν καὶ τοῦ ἔτους τὴν ὥραν· οὐ γὰρ πάντας [ἀεὶ] οὐδὲ ἀεὶ ὀνίνησιν, ὡς οἱ περὶ ταῦτα σοφοὶ ὁμολογοῦσιν. ἡμῖν δὲ ἀπόχρη ἡ συμμετρία, ἣν πανταχοῦ βοηθὸν ἐπικαλούμεθα τῷ βίῳ· οὐδὲ γὰρ τοσοῦτον ἐνδιατριπτέον τῷ βαλανείῳ ὡς δεῖσθαι χειραγωγοῦ, οὐδὲ συνεχῶς καὶ πολλάκιςτῆς ἡμέρας λούεσθαι καθάπερ εἰς ἀγορὰν θαμίζοντας. ἀλλὰ καὶ τὸ ὑπὸ πλειόνων οἰκετῶν καταιονεῖσθαι ἐξυβρίζειν ἐστὶν εἰς τοὺς πλησίον, πλεονεκτούντων τῇ τρυφῇ καὶ συνιέναι μὴ ἐθελόντων, ὡς κοινὸν ἐπ᾿ ἴσης εἶναι τῶν λουομένων τὸ βαλανεῖον δεῖν. λούειν δὲ δεῖ μάλιστα μὲν τὴν
264
ψυχὴν καθαρσίῳ λόγῳ, καὶ τὸ σῶμα δὲ ἔσθ᾿ ὅτε διὰ τὴν ἄσιν τὴν ἐπιφυομένην αὐτῷ, οὐ μὴν ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ὑπεκλύειν τοὺς καμάτους. »οὐαὶ γὰρ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,« φησὶν ὁ κύριος, »ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔνδον δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.« καὶ πάλιν τοῖς αὐτοῖς φησιν· »οὐαὶ ὑμῖν, ὅτι καθαρίζετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔνδοθεν δὲ γέμουσιν ἀκαθαρσίας. καθάρισον πρῶτον τὸ ἔνδον τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν.« τὸ μὲν οὖν ἄριστον λουτρὸν τῆς ψυχῆς ἀποσμήχει τὸν ῥύπον καί ἐστι πνευματικόν, ἐφ᾿ οὗ διαρρήδην ἡ προφητεία λέγει· »ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Ἰσραήλ, καὶ καθαριεῖ τὸ αἷμα ἐκ μέσου αὐτῶν«, τὸ αἷμα τῆς ἀνομίας καὶ τῶν προφητῶν τοὺς φόνους. καὶ τὸν τρόπον τῆς καθάρσεως ἐπήγαγεν ὁ λόγος εἰπών· »ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.« τὸ δὲ τοῦ σώματος τὸ σαρκικὸν καὶ διὰ μόνου ὕδατος ἀποπληροῦται, καθάπερ ἐν ἀγροῖς γίνεται πολλάκις, ὅπου βαλανεῖον οὐκ ἔστιν.

Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον πρὸ τῶν λουτρῶν ἐγκρῖναι οὐ φαῦλον ἴσως, ἔχοντά τι χρήσιμον τοῖς

104 S
νέοις πρὸς ὑγίειαν, σπουδήν τε καὶ φιλοτιμίαν ἐντιθέντα οὐχὶ εὐεξίας
283 P
μόνον, ἀλλὰ καὶ εὐψυχίας ἐπιμελεῖσθαι· ὃ δὴ γινόμενον ἄνευ τοῦ τῶν κρειττόνων ἔργων ἀποσπᾶσθαι χαρίεν καὶ οὐκ ἀλυσιτελές. οὐδὲ ἐνταῦθα ὑπεξαιρετέον τῆς κατὰ τὸ σῶμα διαπονήσεως τὰς γυναῖκας, ἀλλ᾿ οὐκ ἐπὶ πάλην καὶ δρόμους παρακλητέον αὐτάς, ταλασιουργίᾳ δὲ γυμναστέον καὶ ἱστουργίᾳ καὶ τῷ παραστῆναι τῇ πεττούσῃ, εἰ δέοι. ἔτι δὲ αὐτουργικῶς προκομίζειν χρὴ ἐκ τοῦ ταμιείου τὰς γυναῖκας ὧν δεοίμεθα, καὶ τῷ μύλῳ προσελθεῖν οὐκ αἰσχρὸν αὐταῖς· οὐδὲ μὴν περὶ τοὔψον ἀσχολεῖσθαι, ὅπως θυμῆρες ᾖ τἀνδρί, ὄνειδος οἰκουρῷ γαμετῇ καὶ βοηθῷ. εἰ δὲ καὶ στρωμνὴν ἀνατινάξαι
265
δι᾿ αὑτῆς καὶ ποτὸν ὀρέξαι διψῶντι τῷ γεγαμηκότι καὶ ὄψον παραθείη, εὐσχημονέστατα μεντἂν καὶ εἰς σώφρονα ὑγίειαν γυμνασθείη· τὴν τοιαύτην γυναῖκα ὁ παιδαγωγὸς ἀποδέχεται, ἣ »τοὺς πήχεις ἐκτενεῖ εἰς τὰ χρήσιμα, τὰς χεῖρας δὲ αὐτῆς ἐρείδεται εἰς ἄτρακτον· χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ«, τὴν καλλίστην διακονίαν οὐκ ἐπῃσχύνθη ζηλώσασα Σάρραν, ὑπουργῆσαι τοῖς ὁδοιπόροις. εἶπεν γὰρ αὐτῇ Ἀβραάμ· »σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.« »Ῥαχὴλ δὲ ἡ θυγάτηρ Λάβαν ἤρχετο«, φησί, »μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς.« καὶ οὐκ ἤρκει ταῦτα, ἀλλὰ τὴν ἀτυφίαν ἐκδιδάσκων προσεπήγαγεν· »αὕτη γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.« καὶ μυρία ὅσα αἱ γραφαὶ ὀρέγουσιν εὐτελείας ἅμα καὶ αὐτουργίας, πρὸς δὲ καὶ γυμνασίων ὑποδείγματα. ἀνδρῶν δὲ οἳ μὲν γυμνοὶ καὶ πάλης μετεχόντων, οἳ δὲ καὶ σφαίρῃ τῇ μικρᾷ παιζόντων τὴν φαινίνδα παιδιὰν ἐν ἡλίῳ μάλιστα· ἄλλοις ὁ περίπατος αὐτάρκης ἀγρόνδε βαδίζουσιν ἢ εἰς ἄστυ κατιοῦσιν. εἰ δὲ καὶ σκαπάνης ἅψαιντο, οὐκ ἀγεννὲς τοῦτο παρεμπόρευμα οἰκονομικὸν γυμνασίου γεωργικοῦ. ἀλλὰ γὰρ
284 P
μικροῦ δεῖν ἔλαθέν με [εἰπεῖν] ὁ Πιττακὸς ἐκεῖνος, ὅτι ἤληθεν ὁ Μιτυληναίων βασιλεὺς ἐνεργῷ γυμνασίῳ χρώμενος. καλὸν δὲ καὶ ὕδωρ ἀνιμῆσαι δι᾿ αὑτοῦ καὶ ξύλα διατεμεῖν, οἷς αὐτὸς χρήσεται. »Ἰακὼβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα«, σημεῖον ἔχων βασιλικὸν »ῥάβδον στυρακίνην«, ἐναλλάττειν μελετῶν διὰ τοῦ ξύλου ἐπὶ τὸ βέλτιον τὴν φύσιν. πολλοῖς δὲ ἔσθ᾿ ὅτε καὶ τὸ γεγωνὸς τῆς ἀναγνώσεως γυμνάσιόν ἐστιν. καὶ δὴ τά γε [καὶ] κατὰ πάλην, ἣν ἐνεκρίναμεν, μὴ φιλονεικίας ἀχρήστου παραλαμβανέσθω χάριν, εἰς δὲ ἱδρώτων
266
ἀνδρωδῶν ἐκκρίσεις· καὶ οὔτι γε τὸ ἔντεχνον διαπονητέον, τὸ ἐπιδεικτικὸν αὐτῆς, τὰ δὲ ἀπὸ ὀρθῆς πάλης, ἀπ᾿ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως· κοσμιωδεστέρα γὰρ καὶ ἀνδρωδεστέρα μετ᾿ εὐσχήμονος ῥώμης ἡ τοιαύτη διαπόνησις ὑγείας ἕνεκεν εὐχρήστου καὶ ὀνησιφόρου παραλαμβανομένη, οἱ δὲ ἄλλοι πόνοι γυμναστικῆς οὐκ ἐλευθέρων στάσεων μελέτην καταγγέλλοντες. πανταχοῦ δὲ τοῦ μέτρου στοχαστέον. ὡς γὰρ πόνους σιτίων ἡγεῖσθαι ἄριστον, οὕτως τὸ ὑπὲρ τὸ μέτρον πονεῖν καὶ κάκιστον καὶ κοπῶδες καὶ νοσοποιόν. οὔτ᾿ οὖν παντάπασιν ἀργὸν εἶναι χρὴ οὐδὲ μὴν παντελῶς ἐπίπονον. καθάπερ γὰρ ἐπὶ τῆς τροφῆς διεξεληλύθαμεν, παραπλησίως ἐν πᾶσι καὶ πανταχοῦ οὐ πρὸς ἡδυπάθειαν τετράφθαι καὶ ἀκόλαστον χρὴ δίαιταν οὐδ᾿ αὖ πρὸς τὴν ἐναντίαν τὴν ἄκρατον, ἀλλὰ τὴν μεταξὺ τούτων τὴν ἐμμελῆ τε καὶ σώφρονα καὶ καθαρὰν ἑκατέρας
285 P
κακίας, τρυφῆς τε καὶ φειδωλίας. ἤδη δέ, ὡς καὶ πρόσθεν εἰρήκαμεν, ἄτυφον ἡ αὐτουργία γυμνάσιον καὶ τὸ ὑποδήσασθαί τινα αὐτὸν αὑτῷ καὶ τὸ ἀπονίψασθαι τὼ πόδε, πρὸς δὲ καὶ τὸ ἀληλιμμένον λίπα ἀνατρῖψαι αὑτόν· τὸ δὲ καὶ τὴν ἀμοιβὴν τὴν ἴσην ἀνταποδοῦναι τῷ τρίψαντι ἐναλλὰξ καὶ τοῦτο δικαιοσύνης ἐστὶ κοινωνικῆς τὸ γυμνάσιον καὶ παραδαρθεῖν φίλῳ νοσοῦντι καὶ ὑπουργῆσαι μὴ δυναμένῳ καὶ παραθεῖναι δεομένῳ. »καὶ παρέθηκεν αὐτοῖς«, φησίν, »Ἀβραὰμ τοῖς τρισὶν ἄριστον ὑπὸ τὸ δένδρον καὶ παρέστη ἐσθίουσιν αὐτοῖς.« καὶ ἡ ἁλεία, ὡς τῷ Πέτρῳ, εἰ σχολὴν ἀπὸ τῶν ἀναγκαίων τῶν ἐν λόγῳ μαθημάτων ἄγοιμεν. αὕτη δὲ βελτίων ἡ ἄγρα, ἣν ἐχαρίσατο ὁ κύριος τῷ μαθητῇ, καθάπερ ἰχθῦς δι᾿ ὕδατος ἀνθρώπους ἁλιεύειν διδάξας.

Διὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους τῶν ὁρμῶν, μὴ εἰς τὸ ἁβροδίαιτον ἡμᾶς ἐνσείσωσιν φέρουσαι ὑπὸ πολλῆς τῆς ἀνέσεως ἐξαρπάσασαι· δεινὴ γὰρ ἡ τρυφὴ εἰς κόρον ἐξοκείλασα σκιρτῆσαι καὶ ἀναχαιτίσαι καὶ τὸν ἡνίοχον, [καὶ] τὸν παιδαγωγόν, ἀποσείσασθαι, ὃς πόρρωθεν ἀνακόπτων τὰς ἡνίας ἄγει καὶ φέρει πρὸς σωτηρίαν τὸν ἵππον τὸν ἀνθρώπειον, τὸ ἄλογον μέρος τῆς ψυχῆς τὸ περὶ ἡδονὰς καὶ ὀρέξεις ἐπιψόγους καὶ λίθους καὶ χρυσίον καὶ ἐσθῆτα ποικίλην καὶ τὴν ἄλλην χλιδὴν ἐκθηριούμενον· ἐκεῖνο μάλιστα

267
ἐν νῷ ἔχοντες τὸ εἰρημένον ἁγίως »τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς
105 S
ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεόν.« δίδωσιν οὖν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνῃ ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι, πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασώμεθα. ἁβρο
286 P
δίαιτον ὀνειδίζων νεανίαν ὁ Σοφοκλῆς λέγει· γυναικομίμοις ἐμπρέπεις ἐσθήμασιν. ὡς γὰρ στρατιώτου καὶ ναύτου καὶ ἄρχοντος, οὕτως δὲ καὶ σώφρονός ἐστιν οἰκεία στολὴ ἡ ἀπερίεργος καὶ εὐσχήμων καὶ καθάριος. παρ᾿ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται ταῖς ποικίλαις τοῦ ὄφεως φολίσιν ἐοικός. τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι᾿ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα. ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴν Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος· »χρώματα δὲ λευκὰ πρέποντα ἂν εἴη σεμνότητι καὶ ἄλλοθι«
268
λέγει »καὶ ἐν ὑφῇ· βάμματα δὲ μὴ προσφέρειν ἀλλ᾿ ἢ πρὸς τὰ πολέμου κοσμήματα.« εἰρηνικοῖς ἄρα ἀνθρώποις καὶ φωτεινοῖς κατάλληλον τὸ λευκόν. ὡς οὖν τὰ σημεῖα τὰ ἐγγυτάτω ὄντα τῶν αἰτίων παρόντα σημαίνει, μᾶλλον δὲ δείκνυσι τὴν τοῦ ἀποτελέσαντος ὕπαρξιν, οἷον καπνὸς μὲν πῦρ, εὔχροια δὲ καὶ εὐσφυξία ὑγίειαν, οὕτως καὶ παρ᾿ ἡμῖν ἡ τοιάδε στολὴ τοῦ ἤθους τὴν κατάστασιν ἐνδείκνυται. καθάριος δὲ καὶ ἀφελὴς ἡ σωφροσύνη, ἐπεὶ ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς, ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν. ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ᾿ ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ᾿ αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι᾿ ὃ καὶ χειμῶνος
287 P
μάλιστα ταύτῃ χρηστέον· εὔκολος δὲ αὕτη· εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος προσδεκτικὴ τῶν πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον, τὸν ὑγιῆ καὶ μακάριον, βίον. κεχρήσθω δὲ καὶ ἡ γυνὴ τῇ λιτῇ στολῇ καὶ τῇ σεμνῇ, μαλακωτέρᾳ δὲ μᾶλλον ἢ προσῆκεν ἀνδρί, πλὴν οὐ τέλεον ἀπηρυθριακυίᾳ, οὐ διαρρεούσῃ τῇ μαλακότητι. ἔστων δὲ αἱ ἐσθῆτες ἁρμόζουσαι ἡλικίᾳ, προσώπῳ, τόποις, φύσει, ἐπιτηδεύμασιν. »ἐνδύσασθαι« γὰρ παγκάλως ἡμῖν ὁ θεῖος ἀπόστολος συμβουλεύει »τὸν Χριστὸν Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας«. κωλύει δὲ βιαζομένους τὴν φύσιν ὁ λόγος τοὺς λοβοὺς τῶν ὠτίων τιτρᾶναι. διὰ τί γὰρ οὐχὶ καὶ τὴν ῥῖνα; ἵνα δὴ κἀκεῖνο πληρωθῇ τὸ εἰρημένον· »ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.« καθόλου γὰρ εἴ τις ἡγεῖται κοσμεῖσθαι χρυσίῳ, ἐλάττων ἐστὶν χρυσίου, ὁ δὲ ἐλάττων χρυσίου οὐκ ἔστι κύριος αὐτοῦ. ἀκοσμότερον δὲ ὁμολογεῖν ἑαυτὸν καὶ ἥττονα τοῦ Λυδίου ψήγματος πῶς οὐκ ἀτοπώτατον; καθάπερ οὖν καὶ τὸ χρυσίον μιαίνεται τῆς συὸς τῇ ἀκαθαρσίᾳ τῷ ῥύγχει τὸν φορυτὸν ἐκταρασσούσης, οὕτως ἀσελγαίνειν αἱ τρυφητικώτεραι ὑπὸ τῆς περιουσίας ἐπαιρόμεναι τὸ κάλλος τὸ ἀληθινὸν καθυβρίζουσιν ἀφροδισίων μολυσμοῖς. δίδωσιν οὖν αὐταῖς δακτύλιον ἐκ χρυσίου, οὐδὲ τοῦτον εἰς κόσμον, ἀλλ᾿ εἰς τὸ ἀποσημαίνεσθαι τὰ οἴκοι φυλακῆς ἄξια διὰ τὴν ἐπιμέλειαν τῆς οἰκουρίας. εἰ γὰρ οἱ πάντες
269
ἦσαν παιδαγωγούμενοι, οὐδὲν τῶν σφραγίδων ἔδει ἐπ᾿ ἴσης ὄντων δικαίων καὶ οἰκετῶν καὶ δεσποτῶν· ἐπεὶ δὲ ἡ ἀπαιδευσία πολλὴν ἐνδίδωσι ῥοπὴν εἰς ἀδικίαν, σφραγίδων ἐδεήθημεν. ἀλλ᾿ ἔστιν οὗ καθυφεῖναι τοῦ τόνου καιρός. καὶ γὰρ ἔσθ᾿ ὅτε συγγνωστέον ταῖς οὐκ εὐτυχούσαις περὶ γάμον σώφρονα καὶ τἀνδρὸς διὰ τὴν ἀρέσκειαν κοσμουμέναις. ὅρος δὲ αὐ
288 P
ταῖς ἐπικείσθω ἡ πρὸς μόνους τοὺς ἑαυτῶν ἄνδρας φιλοτιμία. ἐγὼ μὲν οὐκ ἐβουλόμην τὴν σωματικὴν εὐπρέπειαν ἀσκεῖν αὐτάς, ἐπάγεσθαι δὲ τοὺς γήμαντας φιλανδρίᾳ σώφρονι, βιαστικῷ καὶ δικαίῳ φαρμάκῳ· πλὴν ἀλλ᾿ ἐπεὶ δυστυχεῖν βούλονται τὴν ψυχήν, προκείσθω αὐταῖς, εἴ γε σωφρονεῖν ἐθέλοιεν, τὰς ἀλόγους ὁρμὰς καὶ ἐπιθυμίας τῶν ἀνδρῶν καταπραΰνειν ἠρέμα· ἡσυχῇ δὲ αὐτοὺς ἐπὶ τὴν λιτότητα ὑπακτέον τῷ πρὸς ὀλίγον πρὸς τὸ σωφρονέστερον ἐθισμῷ. τὸ γὰρ σεμνὸν κατάστημα οὐ προσθήκῃ τοῦ φορτικοῦ, ἀλλὰ ἀφαιρέσει τοῦ περιττοῦ περιγίγνεται. καθάπερ οὖν ὠκύπτερα περικοπτέον τῶν γυναικῶν τὰ χρήματα τὰ τρυφητικά, χαυνότητας ἀβεβαίους καὶ κενὰς ἐμποιοῦντα ἡδονάς, ὑφ᾿ ὧν ἐπαιρόμεναι καὶ πτερούμεναι πολλάκις ἀποπέτονται τῶν γάμων. διὸ καὶ συστέλλειν χρὴ τὰς γυναῖκας κοσμίως καὶ περισφίγγειν αἰδοῖ σώφρονι, μὴ παραρρυῶσι τῆς ἀληθείας διὰ χαυνότητα. καλὸν μὲν οὖν ταῖς γα
106 S
μεταῖς πεπιστευκότας ταῖς σφῶν τοὺς ἄνδρας τὴν οἰκουρίαν αὐταῖς ἐπιτρέπειν βοηθοῖς εἰς τοῦτο δεδομέναις. εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ᾿ ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ »κόσμος« κατὰ τὴν γραφὴν »χρυσοῦς φρονίμῳ παιδεία«. αἱ δὲ χρυσοφοροῦσαι τῶν γυναικῶν δεδιέναι μοι δοκοῦσιν, μή, ἢν ἀφέληταί τις αὐτῶν τὰ χρυσία, δοῦλαι νομισθῶσιν οὐ κοσμούμεναι. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις,
270
θεῷ δὲ εἰσπεποιημένοις. διὸ καὶ στάσιν καὶ κίνησιν καὶ βάδισμα καὶ ἐσθῆτα καὶ ἁπαξαπλῶς τὸν πάντα βίον ὅτι μάλιστα ἐλευθεριώτατον ἐπαναιρετέον. ἀλλὰ καὶ τὸν δακτύλιον οὐκ ἐπ᾿ ἄρθρῳ φορητέον τοῖς ἀνδράσι (γυναικεῖον γὰρ τοῦτο), εἰς δὲ τὸν μικρὸν δάκτυλον,
289 P
καὶ τούτου εἰς τοὔσχατον καθιέναι· ἔσται γὰρ οὕτως εὐεργὴς ἡ χείρ, ἐν οἷς αὐτῆς δεόμεθα· καὶ οὐ ῥᾷστα ὁ σημαντὴρ ἀποπεσεῖται τῇ μείζονι τοῦ ἄρθρου συνδέσει φυλαττόμενος. αἱ δὲ σφραγῖδες ἡμῖν ἔστων πελειὰς ἢ ἰχθὺς ἢ ναῦς οὐριοδρομοῦσα ἢ λύρα μουσική, ᾗ κέχρηται Πολυκράτης, ἢ ἄγκυρα ναυτική, ἣν Σέλευκος ἐνεχαράττετο τῇ γλυφῇ, κἂν ἁλιεύων τις ᾖ, ἀποστόλου μεμνήσεται καὶ τῶν ἐξ ὕδατος ἀνασπωμένων παιδίων· οὐ γὰρ εἰδώλων πρόσωπα ἐναποτυπωτέον, οἷς καὶ τὸ προσέχειν ἀπείρηται, οὐδὲ μὴν ξίφος ἢ τόξον τοῖς εἰρήνην διώκουσιν ἢ κύπελλα τοῖς σωφρονοῦσιν. πολλοὶ δὲ τῶν ἀκολάστων ἐγγεγλυμμένους ἔχουσι τοὺς ἐρωμένους ἢ τὰς ἑταίρας, ὡς μηδὲ ἐθελήσασιν αὐτοῖς λήθην ποτὲ ἐγγενέσθαι δυνηθῆναι τῶν ἐρωτικῶν παθημάτων διὰ τὴν ἐνδελεχῆ τῆς ἀκολασίας ὑπόμνησιν.

Τριχῶν δὲ πέρι ταύτῃ δοκεῖ· ψιλὴ μὲν ἡ τῶν ἀνδρῶν κεφαλή, πλὴν εἰ μὴ οὔλας ἔχοι τὰς τρίχας, λάσιον δὲ τὸ γένειον, αἱ δὲ συνεστραμμέναι τῶν τριχῶν ἀπὸ τῆς κεφαλῆς μὴ καθικέσθωσαν ἄγαν εἰς πλοκάμους κατολισθαίνουσαι γυναικείους· ἀπόχρη γὰρ τὸ »ἠυγένειον« τοῖς ἀνδράσιν. εἰ δέ τις καὶ κείραιτό τι τοῦ γενείου, οὐ μέντοι πατελῶς ψιλωτέον αὐτό· αἰσχρὸν γὰρ τὸ θέαμα καὶ κατέγνωσται ἡ τοῦ γενείου ἐν χρῷ κουρὰ παρατίλσει καὶ λειότητι γειτνιῶσα. αὐτίκα γοῦν ὁ ψαλμῳδὸς τοῦ γενείου τερπόμενος τῇ κόμῃ »ὡς τὸ μύρον« φησὶ »τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών«· τῇ παλινῳδίᾳ τοῦ πώγωνος τὸ εὐπρεπὲς ὑμνήσας, τὸ πρόσωπον τῷ μύρῳ κατεγάνωσε κυρίου. ἐπεὶ

290 P
δὲ οὐχ ὡραϊσμοῦ χάριν ἡ κουρὰ παραληπτέα, διὰ περίστασιν δέ, τὰς μὲν τῆς κεφαλῆς τρίχας ὡς μὴ αὐξόμεναι ταῖς ὄψεσιν ἐμποδίζοιεν καταβαίνουσαι, καὶ ἴσως τὰς ἐπὶ τῷ μύστακι μολυνομένας κατὰ τὴν τροφὴν περικαρτέον, οὐ ξυρῷ (ἀγεννὲς γάρ), ἀλλὰ ταῖς δυοῖν μαχαίραις ταῖς κουρικαῖς, τὰς δὲ τοῦ γενείου μηδέν τι παραλυπούσας οὐκ ἐνοχλητέον, σεμνότητα μὲν τοῦ προσώπου καὶ κατάπληξιν γεννητικὴν * * ἐμποιούσας· πολλοὺς δὲ καὶ τὸ σχῆμα παραπαιδαγωγεῖ
271
μὴ ἁμαρτάνειν διὰ τὸ εὐεξέλεγκτον, τοῖς δὲ ἀναφανδὸν ἁμαρτάνειν ἐθέλουσιν τὸ λανθάνον τοῦ σχήματος καὶ μὴ παράσημον ἐπιτερπέστατον, ὑφ᾿ ᾧ δεδυκότες οἷς ἔξεστι δι᾿ ἄγνοιαν πλημμελεῖν τοῖς πολλοῖς ἐξομοιούμενοι τὸ ἁμαρτάνειν ἀδεῶς κεκάρπωνται. οὐ μόνον οὖν αὐστηρὸν δεικνύει τὸν ἄνδρα τῆς κεφαλῆς τὸ ψιλόν, ἀλλὰ καὶ δυσπαθὲς κατασκευάζει τὸ κρανίον, προσομιλεῖν ἐθίζον καὶ κρύει καὶ καύματι, καὶ τὰς ἀπὸ τούτων διωθεῖται βλάβας, ἃς ἡ κόμη σπόγγου τρόπον εἰς ἑαυτὴν ἀναλαμβάνουσα, ἐγκατασκήπτει τῷ ἐγκεφάλῳ παράμονον ἐκ τῆς νοτίδος τὴν βλάβην.

Ταῖς γυναιξὶ δὲ ἀπόχρη μαλάσσειν τὰς τρίχας καὶ ἀναδεῖσθαι τὴν κόμην εὐτελῶς περόνῃ τινὶ λιτῇ παρὰ τὸν αὐχένα, ἀφελεῖ θεραπείᾳ συναυξούσαις εἰς κάλλος γνήσιον τὰς σώφρονας κόμας. καὶ γὰρ αἱ περιπλοκαὶ τῶν τριχῶν αἱ ἑταιρικαὶ καὶ αἱ τῶν σειρῶν ἀναδέσεις πρὸς τῷ εἰδεχθεῖς αὐτὰς δεικνύναι κόπτουσι τὰς τρίχας, ἀποτίλλουσαι ταῖς πανούργοις ἐμπλοκαῖς, δι᾿ ἃς οὐδὲ θιγγάνουσι τῆς κεφαλῆς τῆς σφῶν αὐτῶν συγχεῖν τὰς τρίχας φοβούμεναι, ἀλλὰ καὶ ὁ ὕπνος αὐταῖς μετὰ δέους παραγίνεται, μὴ κατασκύλωσιν λαθοῦσαι τὸ σχῆμα τῆς ἐμπλοκῆς.

291 P
ἀλλοτρίων δὲ αἱ προσθέσεις τριχῶν τέλεον ἔκβλητοι, ὀθνείας τε ἐπισκευάζεσθαι τῇ κεφαλῇ τὰς κόμας ἀθεώτατον νεκροῖς ἐνδιδυσκούσας πλοκάμοις τὸ κρανίον· τίνι γὰρ ὁ πρεσβύτερος ἐπιθήσει χεῖρα; τίνα δὲ εὐλογήσει; οὐ τὴν γυναῖκα τὴν κεκοσμημένην, ἀλλὰ τὰς ἀλλοτρίας τρίχας καὶ δι᾿ αὐτῶν ἄλλην κεφαλήν. εἰ δὲ »κεφαλὴ γυναικὸς μὲν ἀνήρ, ἀνδρὸς δὲ ὁ Χριστός«, πῶς οὐκ ἄθεον διττοῖς αὐτὰς περιπίπτειν ἁμαρτήμασιν; τοὺς μὲν γὰρ ἀπατῶσι, τοὺς ἄνδρας, διὰ τὴν ὑποβολὴν τῆς κόμης, καταισχύνουσι δὲ τὸν κύριον τὸ ὅσον ἐπ᾿ αὐταῖς ἑταιρικῶς κοσμούμεναι εἰς ἀπάτην ἀληθείας καὶ τὴν ὄντως οὖσαν καλὴν βλασφημοῦσαι κεφαλήν. οὐκοῦν οὐδὲ βαπτέον τὰς τρίχας οὐδὲ μὴν τὰς πολιὰς μεταχρωστέον· οὐδὲ γὰρ τὴν ἐσθῆτα ποικίλλειν συγκεχώρηται·
107 S
καὶ μάλιστα τὸ γεραιὸν τῆς ἡλικίας καὶ ἀξιόπιστον οὐκ ἐπικαλυπτέον, ἀναδεικτέον δὲ ὑπ᾿ αὐγὰς τοῦ θεοῦ τὸ τίμημα εἰς σέβασμα τῶν νέων· καὶ γὰρ ἀναισχυντοῦσιν ἔσθ᾿ ὅτε πολιᾶς ἐπιφάνεια παιδαγωγοῦ δίκην ἐπιστᾶσα ἐπὶ σωφροσύνην μεθηρμόσατο αὐτοὺς καὶ κατεπλήξατο τῇ στιλπνότητι τῆς ὄψεως τὸ νεάζον τῆς ἐπιθυμίας.

272

Ἀλλ᾿ οὐδὲ τὰ πρόσωπα ἐντριπτέον αὐταῖς πανούργου σοφίας τερθρεύμασιν· ὑποδείξωμεν δὲ αὐταῖς κομμωτικὴν σώφρονα· κάλλος γὰρ ἄριστον πρῶτον μὲν τὸ ψυχικόν, ὡς πολλάκις ἐπεσημηνάμην, ὅταν ᾖ κεκοσμημένη ψυχὴ ἁγίῳ πνεύματι καὶ τοῖς ἐκ τούτου ἐμπνεομένη φαιδρύσμασιν, δικαιοσύνῃ, φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ φιλαγαθίᾳ τε καὶ αἰδοῖ, ἧς οὐδὲν εὐανθέστερον χρῶμα ἑώραται πώποτε. ἔπειτα καὶ τὸ σωματικὸν κάλλος ἠσκήσθω, »συμμετρία μελῶν καὶ μερῶν μετ᾿ εὐχροίας«. ἡ κομμωτικὴ τῆς ὑγείας ἐνταῦθα εὔθετος, καθ᾿ ἣν ἡ τοῦ εἰδώλου τοῦ ἐπιπλάστου εἰς τὸ ἀληθὲς μετάβασις κατὰ τὸ σχῆμα τὸ ἐκ τοῦ θεοῦ δεδομένον περιγίνεται. δεινὴ δὲ καλλωπίσαι κατὰ φύσιν ἡ τῶν ποτῶν εὐκρασία καὶ ἡ τῶν σιτίων συμμετρία. οὐ γὰρ μόνον τὴν ὑγίειαν ἴσχει τὸ σῶμα ἐκ τούτων, ἀλλὰ καὶ τὸ κάλλος διαφαίνεσθαι ποιεῖ. ἀπὸ γὰρ τοῦ πυρώδους τὸ στιλπνὸν καὶ μαρμαρυγῶδες περιγίνεται, ἀπὸ δὲ τοῦ ὑγροῦ τὸ λαμπρὸν καὶ κεχαρισμένον, ἀπὸ δὲ τοῦ ξηροῦ τὸ ἀνδρῶδες καὶ πάγιον, ἀπὸ δὲ τοῦ ἀερώδους τὸ εὔπνουν καὶ ἰσοστάσιον, ἐξ ὧν ὁ εὔρυθμος

292 P
καὶ καλὸς οὗτος ἀνδριὰς τοῦ λόγου κεκόσμηται. ἄνθος δὲ τῆς ὑγιείας ἐλευθέριον τὸ κάλλος· ἣ μὲν γὰρ ἔνδον τοῦ σώματος ἐργάζεται, τὸ δὲ εἰς τὸ ἐκτὸς τοῦ σώματος ἐξανθῆσαν φανερὰν ἐνδείκνυται τὴν εὔχροιαν. αἱ γοῦν κάλλισται καὶ ὑγιεινόταται ἀγωγαὶ διαπονοῦσαι τὰ σώματα τὸ κάλλος τὸ γνήσιον καὶ παράμονον ἐργάζονται, ἕλκοντος ἐφ᾿ ἑαυτὸ τοῦ θερμοῦ τήν τε ἰκμάδα πᾶσαν καὶ τὸ πνεῦμα τὸ ψυχρόν· ὁλκὸν δὲ εἰς ἑαυτὴν ἡ θερμότης ἐκριπιζομένη κινήσεσιν. ἐπειδὰν δὲ ἑλκύσῃ, ἀλεαινομένην ἠρέμα δι᾿ αὐτῶν ἀτμίζει τῶν σαρκῶν τὴν ἐκ τῆς τροφῆς περιουσίαν, ποσῇ μὲν τῇ ὑγρότητι, ὑπερβολῇ δὲ θερμότητος. διὸ καὶ ἡ προτέρα κενοῦται τροφή· ἀκινήτῳ δὲ τῷ σώματι τὸ βρωθὲν σιτίον οὐ προσφύεται, ἀλλὰ ἐκπίπτει, ὥσπερ ἀπὸ ψυχροῦ κλιβάνου ὁ ἄρτος ἢ ὅλος ἢ μόνον ὑπολειπόμενος τὸν πυθμένα. εἰκότως οὖν τοῖς περιττεύουσι κατὰ τὰς ἀποτρίψεις τὰ οὖρα καὶ τὰ σκύβαλα πλεονάζει, πλεονάζει δὲ καὶ τὰ ἄλλα περιττώματα αὐτοῖς, πρὸς δὲ καὶ οἱ ἱδρῶτες, οὐκ ἀναδιδομένης τῷ σώματι τῆς τροφῆς, ἀλλὰ εἰς τὰ περιττὰ ἐκχεομένης. ἐντεῦθεν καὶ αἱ λαγνεῖαι ὁρμῶνται, περὶ τὰ παιδοποιίας μόρια ἐπιρρεούσης τῆς περιττείας. διὸ κινήσεσι συμμέτροις [διὸ] τηκτέον ταύτην τὴν περιττείαν καὶ εἰς πέψιν ἀναχυτέον, δι᾿ ἧς τὸ κάλλος ἐρυθραίνεται.

273

Ατοπον δὲ τοὺς »κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν θεοῦ« γεγονότας ὥσπερ ἀτιμάζοντας τὸ ἀρχέτυπον ἔπηλυν ἐπάγεσθαι κομμωτικήν, τὴν ἀνθρώπειον κακοτεχνίαν πρὸ τῆς θείας αἱρουμένους δημιουργίας. προσιέναι δὲ αὐτὰς ὁ παιδαγωγὸς κελεύει »ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς«, »ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ εἴ τινες ἀπειθοῖεν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες« φησὶ »τὴν ἐν λόγῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.« ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι᾿ αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ᾿ ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς,

293 P
ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον· οὐ γάρ ποτε καθήκει ἐξ ἀγορᾶς ὠνητοῖς, ἀλλὰ τοῖς οἰκουρικοῖς [τοῖς ἰδίοις] ἔργοις κοσμουμένας φαίνεσθαι τὰς κατὰ θεὸν πολιτευομένας. κάλλιστον γὰρ ἔργον γυνὴ οἰκουρὸς αὑτήν τε καὶ τὸν ἄνδρα τοῖς ἰδίοις περιβάλλουσα κοσμήμασι, δι᾿ ὧν ἀγάλλονται πάντες, οἱ μὲν παῖδες ἐπὶ τῇ μητρί, ὁ δὲ ἀνὴρ ἐπὶ τῇ γυναικί, αὕτη δὲ ἐπὶ τούτοις, πάντες δὲ ἐπὶ τῷ θεῷ. συλλήβδην γοῦν ταμιεῖον ἀρετῆς ἐστιν ἀνδρεία γυνή, ἥτις »σῖτα ὀκνηρὰ οὐκ ἔφαγεν, θεσμοὶ δὲ ἐλεημοσύνης ἐπὶ τῇ γλώσσῃ αὐτῆς«, ἥτις »τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, ἧς τὰ τέκνα ἐμακάρισαν ἀνιστάμενα«, ὡς διὰ Σολομῶντος λέγει ὁ ἅγιος λόγος, »ὁ δὲ ἀνὴρ αὐτῆς ἐνεκωμίασεν. γυνὴ γὰρ εὐσεβὴς εὐλογεῖται, φόβον δὲ κυρίου αὐτὴ αἰνείτω.« καὶ πάλιν· »γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.«

Ἐπανορθωτέον δὲ ὅτι μάλιστα καὶ τὰ σχήματα καὶ τὰ βλέμματα καὶ τὰ βαδίσματα καὶ τὰς φωνάς. οὐ γὰρ ὥς τινες τὴν ὑπόκρισιν ζηλοῦσαι τῆς κωμῳδίας καὶ τὰς κατεαγυίας τῶν ὀρχηστῶν κινήσεις παραφυλάττουσαι παρὰ τὰς ὁμιλίας σκηνοβατοῦσιν, αὐτοῖς τοῖς κινήμασιν τοῖς ἁβροῖς καὶ τοῖς ὑγροῖς βαδίσμασιν καὶ φωναῖς ταῖς πεπλασμέναις

274
κλαδαρὸν περιβλέπουσαι, δέλεαρ ἡδονῆς ἐξησκημέναι. »μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς χάριν λα
108 S
λοῦσα λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον ἢ μάχαιραν δίστομον· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην.« Σαμψὼν γοῦν τὸν γεννάδαν ἡ πόρνη νενίκηκεν, καὶ τὸν ἄνδρα ἔκειρεν αὐτοῦ ἑτέρα γυνή. ἀλλ᾿ οὐχ οὕτως ἠπάτησεν τὸν Ἰωσὴφ ἄλλη γυνή, νενίκηται δὲ ἡ πόρνη ἡ Αἰγυπτία, καὶ δεσμὰ σωφροσύνη λαμβάνουσα κρείττων ἀναφαίνεται λε
294 P
λυμένης. ἔχοι δ᾿ ἂν κἀκεῖνο ἄριστα τὸ εἰρημένον τὸ δ᾿ ὅλον οὐκ ἐπίσταμαι ἐγὼ ψιθυρίζειν οὐδὲ κατακεκλασμένως πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν, ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους. αἱ δὲ γυναικεῖοι κινήσεις καὶ θρύψεις καὶ χλιδαὶ κολουστέαι παντελῶς· τὸ γὰρ ἁβροδίαιτον τῆς περὶ τὸν περίπατον κινήσεως καὶ τὸ »σαυλὰ βαίνειν«, ὥς φησιν Ἀνακρέων, κομιδῇ ἑταιρικά, ὥς γέ μοι φαίνεται. ἡ κωμῳδία φησὶν »τὰ ἴχνη τὰ ἑταιρικὰ ὥραν ἀπολείπειν καὶ τρυφήν«. »ἴχνη δὲ πορνικὰ οὐκ ἐρείδεται εἰς ἀλήθειαν· ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.« μάλιστα δὲ ὀφθαλμῶν φειστέον, ἐπεὶ τοῖς ποσὶν ἢ τοῖς ὀφθαλμοῖς ἄμεινον ὀλισθεῖν. ὁ γοῦν κύριος συντομώτατα ἰᾶται τὸ πάθος τοῦτο, »εἰ σκανδαλίζει σε ὁ ὀφθαλμός σου, ἔκκοψον αὐτόν« λέγων, ἐκ βάθρων ἀνασπῶν τὴν ἐπιθυμίαν· κλαδαραὶ δὲ ὄψεις καὶ τὸ ἐνιλλώπτειν, ὃ διὰ τῶν ὀφθαλμῶν βλεφαρίζειν ἐστίν, οὐδὲν ἀλλ᾿ ἢ διὰ τῶν ὀφθαλμῶν μοιχεύειν ἐστὶν ἀκροβολιζομένης τῆς ἐπιθυμίας δι᾿ αὐτῶν. πρὸ γὰρ τοῦ παντὸς σώματος διαφθείρονται οἱ ὀφθαλμοί. »θεωρῶν δὲ καλὰ ὀφθαλμὸς εὐφραίνει καρδίαν«, τουτέστι καλῶς μαθὼν θεωρεῖν εὐφραίνει, »ἐννεύων δὲ ὀφθαλμὸν μετὰ δόλου συνάγει ἀνδράσι λύπας.«
275
τοιοῦτόν που τὸν θηλυδρίαν Σαρδανάπαλλον, τῶν Ἀσσυρίων τὸν βασιλέα, ἐπὶ κλίνῃ ἀναβάδην ἑζόμενον εἰσάγουσι πορφύραν ξαίνοντα καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐπαναβάλλοντα. αἱ ταῦτα ἐπιτηδεύουσαι γυναῖκες ἰδίαις ὄψεσι προαγωγεύουσιν αὑτάς· »λύχνος γὰρ τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός«, φησὶν ἡ γραφή, δι᾿ οὗ καταφαίνεται τὰ ἔνδον φωτὶ τῷ φαινομένῳ καταυγαζόμενα. »πορνεία δὲ γυναικὸς ἐν μετεωρισμῷ ὀφθαλμῶν.« »νεκρώσατε
295 P
οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ«, ὁ μὲν ἀπόστολος βοᾷ, ἡμεῖς δὲ ἀναζωπυροῦμεν τὰ πάθη καὶ οὐκ αἰσχυνόμεθα. αἳ μὲν αὐτῶν »μαστίχην ἐντραγοῦσαι«, περιιοῦσαι, σεσήρασι τοῖς παριοῦσιν, αἳ δὲ τὰς κεφαλάς, ὡς μὴ δακτύλους ἔχουσαι, ταῖς ὑπ᾿ αὐτῶν φερομέναις περόναις σκαλεύουσαι θρύπτονται, καὶ ταύτας ἢ χελώνης ἢ ἐλέφαντος ἢ τινος ἄλλου ζῴου νεκροῦ πεποιημένας πολυπραγμονοῦσιν· ἄλλαι δὲ καθάπερ ἐξανθήματά τινα ἔχουσαι πρὸς εὐπρέπειαν τῶν ὁρώντων εὐανθέσι περιχρίστοις κοσμούμεναι σπιλοῦσι τὰ πρόσωπα τὰ αὐτῶν. »ἄφρονα« τὴν τοιαύτην καὶ »θρασεῖαν γυναῖκα« διὰ Σολομῶντος λέγει, »ἣ οὐκ ἐπίσταται αἰσχύνην· ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς προσκαλουμένη τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς«, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα, »τίς ἐστιν ὑμῶν ἀφρονέστατος; ἐκκλινάτω πρός με. ἐνδεέσι δὲ φρονήσεως παρακελεύεται λέγουσα, ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ«, τὴν ἐπίκλοπον ταύτην Ἀφροδίτην λέγει. ἐντεῦθεν ὠφελημένος ὁ Βοιώτιος Πίνδαρος »γλυκύ τι« φησὶν »κλεπτόμενον μέλημα Κύπριδος«. »ὃ δὲ οὐκ οἶδεν ἄθλιος ὅτι γηγενεῖς παρ᾿ αὐτῇ ὀλοῦνται, καὶ ἐπὶ πέτευρον Ἅιδου συναντᾷ. ἀλλὰ ἀποπήδησον«, φησίν, »μὴ χρονίσῃς ἐν τῷ τόπῳ« ὁ παιδαγωγός, »μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν. οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ τὸν Ἀχέροντα.« διὰ τοῦτο τάδε λέγει κύριος
296 P
διὰ Ἡσαΐου·
276
»ἀνθ᾿ ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶ παίζουσαι, καὶ ταπεινώσει ὁ θεὸς τὰς θυγατέρας Σιὼν καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν«, τὸ ἄσχημον σχῆμα.

Ἐγὼ μὲν οὐδὲ τὰς θεραπαίνας ἀξιῶ τὰς ἐπ᾿ ἀριστερᾶς ταῖς γυναιξὶν ἢ τὰς ἑπομένας αὐταῖς αἰσχρολογεῖν ἢ αἰσχροεργεῖν, σωφρονίζεσθαι δὲ αὐτὰς πρὸς τῶν δεσποινῶν· σφόδρα γοῦν ἐπιτιμητικώτατα ὁ κωμικὸς Φιλήμων φησίν· ἐξιὼν γυναικὸς ἐξόπισθ᾿ ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταιικοῦ τε παρακολουθοῦντά τινα ταύτῃ κατιλλώπτειν. ἀναστρέφει γὰρ ἐπὶ τὴν δέσποιναν ἡ τῆς θεραπαίνης ἀκολασία, ἐπιβάθραν ἐνδιδοῦσα τοῖς πειρῶσι τὰ ἥττονα τοῦ μὴ εὐλαβεῖσθαι τὰ μείζονα, διὰ τοῦ συγγιγνώσκειν τοῖς αἰσχροῖς τὸ μὴ καταγιγνώσκειν ἐμφαινούσης τῆς δεσποίνης. τὸ δὲ μὴ ἐπαγανακτεῖν τοῖς ἀκολασταίνουσιν σαφὲς γίνεται τεκμήριον γνώμης εἰς τὸ ὅμοιον ἐκτρεπομένης. »οἵα γὰρ δέσποινα«, φασὶν οἱ παροιμιαζόμενοι, »τοιάδε χἀ κύων.«

Ἀποσκορακιστέον δὲ ἡμῖν καὶ τοῦ περιπάτου τὸ μανιῶδες, τὸ δὲ σεμνὸν καὶ τὸ σχολαῖον ἐκλεκτέον, οὐ τὸ βάδισμα τὸ μελλητικόν, οὐδὲ τὸ ἐν ταῖς ὁδοῖς σαλεύειν καὶ ἐξυπτιάζοντα παραβλέπειν εἰς τοὺς

109 S
ἀπαντῶντας, εἰ ἀποβλέπουσιν εἰς αὐτόν, καθάπερ ἐπὶ σκηνῆς ἐμπομπεύοντα καὶ δακτυλοδεικτούμενον. οὐδὲ ὑπὸ οἰκετῶν ἀναστρέφεσθαι χρὴ πρὸς τὸ σιμὸν ὠθουμένους, ὥσπερ τοὺς τρυφητικωτέρους ὁρῶμεν, ἐρρωμένους εἶναι δοκοῦντας, ὑπὸ μαλακίας δὲ ψυχικῆς διατεθρυμμένους. ἀνδρὸς δὲ γενναίου σημεῖον οὐδὲν εἶναι δεῖ περιφανὲς ἐν τῷ προσώπῳ μαλακίας, ἀλλ᾿ οὐδὲ ἐν ἑτέρῳ μέρει τοῦ σώματος.
277
μὴ τοίνυν μηδὲ ἐν κινήσεσιν μηδὲ ἐν σχέσεσιν εὑρεθείη ποθ᾿ ἡ ἀσχημοσύνη τῆς ἀνανδρίας. οὐδὲ μὴν καθάπερ ὑποζυγίοις τοῖς οἰκέταις χρηστέον τῷ ὑγιαίνοντι. ὡς γάρ τοι ἐκείνοις παραγγέλλεται »παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς ὑποτάσσεσθαι«, φησὶν ὁ Πέτρος, οὕτως ἡ ἰσότης καὶ ἡ μακροθυμία καὶ ἡ φιλανθρωπία τοῖς δεσπόταις εὐάρμοστος. »τὸ γὰρ τέλος«, φησί, »πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες« καὶ τὰ ἐπὶ τούτοις, »ἵνα εὐλογίαν κληρονομήσητε.« καλήν τινα καὶ ἀξιέραστον ὑπογράφειν ὁ Κιτιεὺς ἔοικεν Ζήνων εἰκόνα νεανίᾳ καὶ οὕτως αὐτὸν ἀνδριαντουργεῖ· »ἔστω«, φησί, »καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ δια
297 P
κεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ [τὰ] μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι τοῖς ἀκολάστοις ἐλπίδος. αἰδὼς μὲν ἐπανθείτω καὶ ἀρρενωπία· ἀπέστω δὲ καὶ ὁ ἀπὸ τῶν μυροπωλίων καὶ χρυσοχοείων καὶ ἐριοπωλίων ἄλυς καὶ ὁ ἀπὸ τῶν ἄλλων ἐργαστηρίων, ἔνθα ἑταιρικῶς κεκοσμημένοι, ὥσπερ αἱ ἐπὶ τέγους καθεζόμεναι, διημερεύουσι.«

Μὴ τοίνουν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ καπηλείων διατρίβοντες ἀδολεσχούντων στωμυλευόμενοι, καὶ τὰς παριούσας θηρώμενοι γυναῖκας παυσάσθων ποτέ· πολλοὺς δὲ καὶ βλασφημοῦντες εἰς γέλωτα οὐ παύονται. κωλυτέα γε μὴν ἔτι καὶ ἡ διὰ τῶν κύβων παιδιά, πρός δὲ καὶ ἡ διὰ τῶν ἀστραγάλων μελέτη πλεονεξίας, ἣν μεταχειρίζεσθαι φιλοῦσι. τοιαῦτά τινα τῆς τρυφῆς τὸ ἀταμίευτον αὐτοῖς κακοσχολοῦσιν ἐξευρίσκει· αἰτία γὰρ ἡ ἀργία· ματαίων δέ τις ἐρᾷ τῶν ἐκτὸς τῆς ἀληθείας ὄντων· οὐ γὰρ ἔστι καὶ ἄλλως θυμηδίαν

278
ἄνευ βλάβης κτήσασθαι· τῆς δὲ ἑκάστου τῶν ἀνθρώπων διανοίας μίμησίς ἐστιν ἡ τοῦ βίου προαίρεσις. ἀλλ᾿, ὡς ἔοικεν, μόναι αἱ μετὰ τῶν ἀγαθῶν ἀνδρῶν συναναστροφαὶ ὠφελοῦσιν. ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς
298 P
ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην κακόχαρτον ἡδονὴν χαίρουσιν. ἀλλ᾿ οὐδ᾿ »ἴκτινα ἢ ὠκύπτερον μαστοφαγῆ ἢ αἰετὸν« φαγεῖν φησιν, οὐκ ἐγγιεῖς, λέγων, τοῖς δι᾿ ἁρπαγῆς τὸν βίον ποριζομένοις· καὶ τὰ ἄλλα δὲ ὁμοίως ἀλληγορεῖται. τίσιν οὖν οἰκειωτέον; τοῖς δικαίοις, πάλιν ἀλληγορῶν φησιν. πᾶν γὰρ »διχηλοῦν καὶ μαρυκώμενον« καθαρόν ἐστιν, ὅτι τὸ διχηλοῦν δικαιοσύνην ἐμφαίνει τὴν ἰσοστάσιον μηρυκάζουσαν τὴν οἰκείαν δικαιοσύνης τροφήν, τὸν λόγον ἔκτοσθεν μὲν εἰσιόντα κατὰ ταὐτὰ τῇ τροφῇ διὰ κατηχήσεως, ἔνδοθεν δὲ ἀναπεμπόμενον ὥσπερ ἐκ κοιλίας τῆς διανοίας εἰς ἀνάμνησιν λογικήν. μηρυκάζει δὲ ὁ δίκαιος τὴν πνευματικὴν τροφὴν ἀνὰ στόμα ἔχων τὸν λόγον, καὶ διχηλεῖ ἡ δικαιοσύνη εἰκότως, κἀνταῦθα ἁγιάζουσα καὶ εἰς τὸν μέλλοντα παραπέμπουσα αἰῶνα.

Οὐκοῦν οὐδὲ ἐπὶ τὰς θέας ὁ παιδαγωγὸς ἄξει ἡμᾶς, οὐδὲ ἀπεικότως τὰ στάδια καὶ τὰ θέατρα »καθέδραν λοιμῶν« προσείποι τις ἄν· »βουλὴ« γὰρ κἀνταῦθα πονηρὰ καθάπερ καὶ ἐπὶ τῷ δικαίῳ, διὸ καταρᾶται ὁ ἐπ᾿ αὐτῷ σύλλογος. πεπλήθασι γοῦν πολλῆς ἀταξίας καὶ παρανομίας αἱ συναγωγαὶ αὗται, καὶ αἱ προφάσεις τῆς συνηλύσεως ἀκοσμίας ἐστὶν αἰτία ἀναμὶξ ἀνδρῶν καὶ γυναικῶν συνιόντων ἐπὶ τὴν ἀλλήλων θέαν. ἐνταῦθα ἤδη περπερεύεται τὸ συνέδριον. λιχνευούσης γὰρ τῆς ὄψεως χλιαίνονται αἱ ὀρέξεις, καὶ ἰταμώτερον βλέπειν οἱ ὀφθαλμοὶ πρὸς τοὺς πλησίον ἐθιζόμενοι τῷ ἔχειν σχολὴν ἐφειμένην ἐκφλέγουσι τὰς ἐρωτικὰς ἐπιθυμίας. ἀπειρήσθων οὖν καὶ αἱ θέαι καὶ τὰ ἀκροάματα βωμολοχίας καὶ σπερμολογίας πολλῆς γέμοντα. τί μὲν γὰρ οὐκ ἐπιδείκνυνται αἰσχρὸν ἔργον ἐν θεάτροις;

279
τί δ᾿ οὐ προφέρονται ῥῆμα ἀναίσχυντον οἱ γελωτοποιοί; οἱ δὲ
299 P
ἀπολαύσαντες τῆς ἐν αὐτοῖς κακίας ἐναργεῖς οἴκοι ἀπομάσσονται τὰς εἰκόνας, ἔμπαλιν δὲ οἱ πρὸς ταῦτα ἀκήλητοι καὶ ἀπαθεῖς οὐκ ἂν περὶ τὰς ῥᾳθύμους ἡδονὰς σφαλεῖέν ποτε. εἰ γὰρ καὶ ἐν παιδιᾶς μέρει παραλαμβάνεσθαι φήσουσι τὰς θέας εἰς θυμηδίαν, οὐ σωφρονεῖνφήσαιμ᾿ ἂν τὰς πόλεις, αἷς καὶ τὸ παίζειν σπουδάζεται. οὐκέτι γὰρ παιδιαὶ αἱ φιλοδοξίαι ἀνηλεεῖς εἰς τοσοῦτον θανατῶσαι, ἀλλ᾿ οὐδὲ αἱ κενοσπουδίαι καὶ αἱ ἀλόγιστοι φιλοτιμίαι, πρὸς δὲ καὶ αἱ μάταιοι καταναλώσεις τῆς οὐσίας, οὐδὲ μὴν αἱ ἐπὶ τούτοις στάσεις ἔτι παιδιαί. τὸ δὲ ῥᾳθυμεῖν οὐδέποτε ὠνητέον κενοσπουδίᾳ. οὐ γὰρ πρὸ τοῦ
110 S
βελτίονος ἕλοιτο ἄν ποτε ὁ νοῦν ἔχων τὸ ἥδιον. ἀλλ᾿ οὐ πάντες, φησί, φιλοσοφοῦμεν. μή τι οὖν οὐδὲ πάντες τὴν ζωὴν μετερχόμεθα; τί σὺ λέγεις; πῶς οὖν πεπίστευκας; πῶς δὲ ἔτι ἀγαπᾷς τὸν θεὸν καὶ τὸν πλησίον σου μὴ φιλοσοφῶν; πῶς δὲ σεαυτὸν ἀγαπᾷς, εἰ μὴ φιλοζωεῖς; γράμματα, φησίν, οὐκ ἔμαθον. ἀλλ᾿ εἰ μὴ τὸ ἀναγιγνώσκειν ἔμαθες, τὸ ἀκούειν ἀναπολόγητον, ὅτι μὴ διδακτόν· πίστις δὲ οὐ σοφῶν τῶν κατὰ κόσμον, ἀλλὰ τῶν κατὰ θεόν ἐστιν τὸ κτῆμα· ἣ δὲ καὶ ἄνευ γραμμάτων ἐκπαιδεύεται, καὶ τὸ σύγγραμμα αὐτῆς τὸ ἰδιωτικὸν ἅμα καὶ θεῖον ἀγάπη κέκληται, σύνταγμα πνευματικόν. ἐξὸν δὲ ἀκροᾶσθαι μὲν σοφίας θεϊκῆς, ἀλλὰ καὶ πολιτεύσασθαι ἐξόν, ἀλλὰ καὶ τὰ ἐν κόσμῳ κοσμίως κατὰ θεὸν ἀγαγεῖν οὐ κεκώλυται.

Καὶ ὁ πωλῶν τι ἢ ὠνούμενος μή ποτε εἴπῃ δύο τιμάς, ὧν ἂν ἢ ὠνῆται ἢ πιπράσκῃ, ἁπλῆν δὲ εἰπὼν καὶ ἀληθεύειν μελετῶν, ἂν μὴ τυγχάνῃ ταύτης, τυγχάνων τῆς ἀληθείας πλουτεῖ τῇ διαθέσει τῇ ὀρθῇ. ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω, ἀπέστω δὲ καὶ ἐπὶ τῶν ἄλλων ὁ ὅρκος. καὶ ταύτῃ φιλοσοφούντων οἱ ἀγοραῖοι καὶ οἱ κάπηλοι· »οὐ γὰρ λήψῃ τὸ ὄνομα κυρίου ἐπὶ ματαίῳ, οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.« τοὺς δὲ

300 P
παρὰ ταῦτα πράττοντας, τοὺς φιλαργύρους, τοὺς ψεύστας, τοὺς ὑποκριτάς, τοὺς καπηλεύοντας τὴν ἀλήθειαν,
280
τῆς πατρῴας ἐξέβαλεν αὐλῆς ὁ κύριος, μὴ βουλόμενος ἀδίκου ἐμπορίας ἢ λόγων ἢ τῶν ἐξ ὕλης κτημάτων οἶκον εἶναι τὸν οἶκον τοῦ θεοῦ τὸν ἅγιον.

Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, »ἀγάπην ἀνυπόκριτον« κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους προσεύξασθαι τῷ θεῷ. πλεῖον τοῦτο ἐχέτω ἡ γυνή· κεκαλύφθω τὰ πάντα, πλὴν εἰ μὴ οἴκοι τύχοι· σεμνὸν γὰρ τὸ σχῆμα καὶ ἀκατάσκοπον· καὶ οὔποτε αὐτὴ σφαλήσεται πρὸ τῶν ὀμμάτων τὴν αἰδῶ καὶ τὴν ἀμπεχόνην θεμένη οὐδὲ ἄλλον εἰς ὄλισθον ἁμαρτίας ἐκκαλέσεται τὸ πρόσωπον ἀπογυμνουμένη. τοῦτο γὰρ ὁ λόγος βούλεται, ἐπεὶ πρέπον αὐτῇ ἐγκεκαλυμμένῃ προσεύχεσθαι. τὴν δὲ Αἰνεία γυναῖκά φασι δι᾿ ὑπερβολὴν σεμνότητος μηδὲ τῆς Τροίας ἁλισκομένης περιδεᾶ γενομένην ἀποκαλύψασθαι, ἀλλὰ καίτοι φεύγουσαν ἐκ τῆς ἐκπυρώσεως μεῖναι συγκεκαλυμμένην. τοιούτους δὲ ἐχρῆν παρ᾿ ὅλον τὸν βίον φαίνεσθαι καὶ διαπλάττεσθαι τοὺς Χριστῷ τελουμένους οἵους σφᾶς ἐν ἐκκλησίαις ἐπὶ τὸ σεμνότερον σχηματίζουσιν, καὶ εἶναι, μὴ δοκεῖν εἶναι, τοιούτους, οὕτως πραεῖς, οὕτως εὐλαβεῖς, ἀγαπητικοὺς οὕτως· νυνὶ δὲ οὐκ οἶδ᾿ ὅπως συμμεταβάλλονται τοῖς τόποις καὶ τὰ σχήματα καὶ τοὺς τρόπους, καθάπερ καὶ τοὺς πολύποδας ταῖς πέτραις φασὶν ἐξομοιουμένους, αἷς ἄν προσομιλῶσιν, τοιούτους φαίνεσθαι καὶ τὴν χροιάν. τὸ γοῦν τῆς συναγωγῆς ἔνθεον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἀποθέμενοι τοῖς πολλοῖς ἐξομοιοῦνται, μεθ᾿ ὧν καὶ διαιτῶνται· μᾶλλον δὲ ἐλέγχονται, τὴν ἐπίπλαστον ἀποθέμενοι τῆς σεμνότητος ὑπόκρισιν, οἷοι ὄντες ἐλελήθεσαν· καὶ τὸν περὶ θεοῦ λόγον σεβασάμενοι καταλελοίπασιν ἔνδον οὗ ἤκουσαν, ἔξωθεν δὲ ἄρα μετὰ τῶν ἀθέων ἀλύουσι, κρουμάτων καὶ τερετισμάτων ἐρωτικῶν αὐλῳδίας τε καὶ κρότου καὶ μέθης καὶ παντὸς ἀναπιμπλάμενοι συρφετοῦ· τοῦτο δὴ ᾄδοντες καὶ ἀντᾴδοντες αὐτοὶ οἱ πρόσθεν ἐξυμνοῦντες ἀθανασίαν, ἐπὶ τέλει τὴν ἐξωλεστάτην κακοὶ κακῶς ψάλλοντες παλινῳδίαν· »φάγωμεν καὶ πίωμεν,

301 P
αὔριον γὰρ ἀποθνῄσκομεν.« οἳ δὲ οὐκ αὔριον ἀληθῶς, ἀλλ᾿ ἤδη τεθνήκασι τῷ θεῷ, θάπτοντες τοὺς σφετέρους νεκρούς, τουτέστιν αὑτοὺς εἰς θάνατον κατορύττοντες. ἀντιτάσσεται δὲ αὐτοῖς εὖ μάλα ἐρρωμένως ὁ ἀπόστολος· »μὴ πλανᾶσθε· οὔτε
281
μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι,« καὶ ὅσα ἄλλα τούτοις ἐπᾴδει, »βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.« εἰ δὲ καὶ εἰς βασιλείαν θεοῦ κεκλήμεθα, ἀξίως τῆς βασιλείας πολιτευώμεθα θεὸν ἀγαπῶντες καὶ τὸν πλησίον. ἀγάπη δὲ οὐκ ἐν φιλήματι, ἀλλ᾿ ἐν εὐνοίᾳ κρίνεται. οἳ δὲ οὐδὲν ἀλλ᾿ ἢ φιλήματι καταψοφοῦσι τὰς ἐκκλησίας, τὸ φιλοῦν ἔνδον οὐκ ἔχοντες αὐτό. καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν (»ἅγιον« αὐτὸ κέκληκεν ὁ ἀπόστολος), † ἀπογευομένης [ἀξίως τῆς βασιλείας πολιτευώμεθα] τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι᾿ οὗ μάλιστα διακονεῖται τρόπος ἥμερος. ἔστι δὲ καὶ ἄλλο ἄναγνον φίλημα, πλῆρες ἰοῦ, ἁγιωσύνην ὑποκρινόμενον. ἦ οὐκ ἴστε ὅτι καὶ τὰ φαλάγγια προσαπτόμενα μόνον τῷ στόματι ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους, φιλήματα δὲ πολλάκις ἐνίησιν ἰὸν ἀκολασίας; σαφὲς τοίνυν ἡμῖν γεγένηται ὡς οὐκ ἔστιν ἀγάπη τὸ φίλημα· »ἡ γὰρ ἀγάπη τοῦ θεοῦ ἐστίν.« »αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ,« φησὶν Ἰωάννης, »ἵνα τὰς ἐντολὰς τηρήσωμεν,« οὐχ ἵνα σαίνωμεν ἀλλήλους ἐν τῷ στόματι, »καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.« ἀλλὰ μὴν καὶ οἱ κατὰ τὰς ὁδοὺς τῶν ἀγαπητῶν ἀσπασμοὶ παρρησίας ἀνοήτου γέμοντες καταφανῶν τοῖς ἐκτὸς εἶναι
111 S
βουλομένων οὐδὲ ἐλαχίστης μετέχουσι χάριτος. εἰ γὰρ »ἐν τῷ ταμιείῳ« μυστικῶς »προσεύ
302 P
χεσθαι« τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ »τὸν πλησίον«, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν ἐξαγοραζομένους τὸν καιρόν· τὸ γὰρ »ἅλας τῆς γῆς« ἡμεῖς, »ὃς δ᾿ ἂν εὐλογῇ«, φησί, »φίλον τὸ πρωΐ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.«

Δοκεῖ δὲ ὑπὲρ πάντα τῆς τῶν γυναικῶν ὄψεως ἀπεστράφθαι. οὐ γὰρ ἁψαμένους μόνον, ἀλλὰ καὶ θεασαμένους ἔστιν ἁμαρτεῖν, ὃ μάλιστα ἀποφεύγειν χρὴ τὸν γνησίως παιδαγωγούμενον. »οἱ ὀφθαλμοὶ

282
γάρ σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρα νευέτω δίκαια·« μὴ γὰρ οὐκ ἐξὸν καὶ ἰδόντα καρτερεῖν; ἀλλὰ τὸ ἐμπεσεῖν φυλακτέον. δυνατὸν γὰρ ἰδόντα ὀλισθεῖν, ἀμήχανον δὲ μὴ ἰδόντα ἐπιθυμεῖν. οὐ γὰρ τὸ καθαρεύειν μόνον ἀπόχρη τοῖς σώφροσιν, ἀλλὰ καὶ τὸ ἐκτὸς εἶναι τοῦ ψόγου σπουδαστέον πᾶσαν ἀποκλείσαντας ὑπονοίας αἰτίαν πρὸς συγκεφαλαίωσιν ἁγνείας, ὡς μὴ μόνον εἶναι ἡμᾶς πιστούς, ἀλλὰ καὶ ἀξιοπίστους φανῆναι. καὶ γὰρ οὖν καὶ τοῦτο παραφυλακτέον, ὥς φησιν ὁ ἀπόστολος, »μή τις ἡμᾶς μωμήσηται· προνοούμενοι γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.« »ἀπόστρεψον δὲ τὸν ὀφθαλμὸν ἀπὸ γυναικὸς κεχαριτωμένης, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον,« φησὶν ἡ γραφή. κἂν πύθῃ τὴν αἰτίαν, προσεπεξηγήσεταί σοι· »ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἀπεπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται,« εἰς πῦρ ἄγουσα ἀκατάπαυστον διὰ τὴν ἁμαρτίαν ἡ ἐκ πυρὸς ὁρμωμένη φιλία, ἣν ἔρωτα κεκλήκασιν.

Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας τὰς σφῶν μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν. οὐδὲ γὰρ προσγελᾶν δούλοις Ἀριστοτέλης εἴα ποτέ, πολλοῦ γε καὶ δεῖ κατ᾿ ὄψιν αὐτῶν φιλοφρονούμενον φαίνεσθαι τὴν γυναῖκα. ἄμεινον δὲ οἴκοθεν ἀρξαμένους ἀπὸ τοῦ γάμου τὴν σεμνότητα ἐπιδείκνυσθαι. μεγίστη γὰρ ἡ σωφροσύνης συζυγία καθαρᾶς ἡδονῆς ἀποπνέουσα. πάνυ γοῦν θαυμασίως ἡ τραγῳδία.

303 P
φεῦ φεῦ, γυναῖκες, (φησίν) ὡς ἐν ἀνθρώποις ἄρα οὐ χρυσός, οὐ τυραννίς, οὐ πλούτου χλιδὴ τοσοῦτον εἶχε διαφόρους τὰς ἡδονὰς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ γυναικὸς εὐσεβοῦς γνώμη δικαία καὶ φρονοῦσα τἄνδικα. ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον. ἐγνωκότες οὖν
283
»τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.« »ἀρκετὸς οὖν ὁ παρεληλυθὼς χρόνος,« ὁ Πέτρος φησί, »τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρείαις.« ὅρον ἔχωμεν τὸν σταυρὸν τοῦ κυρίου, ᾧ περισταυρούμεθα καὶ περιθριγκούμεθα τῶν προτέρων ἁμαρτιῶν. ἀναγεννηθέντες τοίνυν προσηλωθῶμεν [ἐν] τῇ ἀληθείᾳ καὶ ἀνανήψωμέν τε καὶ ἁγιασθῶμεν, »ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γενώμεθα;« ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ᾿ ἀρετὴν ἀνυπέρβλητος.

Ταῦτα, εἰ καὶ τραχύτερον προηνέχθην οἰκονομούμενος τῆς ἐπανορθώσεως τὴν σωτηρίαν, ἐμοὶ μὲν λελέχθων, φησὶν ὁ παιδαγωγός, ἐπειδὴ »ὁ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ,« ὑμεῖς δὲ εἰ μὲν ἀκούσεσθέ μου, σωθήσεσθε, εἰ δ᾿ οὐ προσέξετε τοῖς εἰρημένοις, οὔ μοι μέλει· μέλει δὲ ὅμως καὶ οὕτως· »τὴν γὰρ μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρεῖται.« »ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε«, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν· ἀγαθὰ μὲν γὰρ ὄντως »ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη ποτέ«, περὶ τὸν ὄντως ὄντα βασιλέα τὰ ὄντως

304 P
ὄντα ἀγαθὰ ὄντα καὶ ἀναμένοντα ἡμᾶς· ἀγαθῶν γάρ ἐστι καὶ δοτὴρ καὶ φύλαξ· κατὰ μετουσίαν δὲ ἐκείνων τὰ τῇδε συνωνυμεῖ, παιδαγωγοῦντος ἐνθέως τοῦ λόγου τὴν ἀνθρώπων ἀσθένειαν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν νόησιν.

Ὅσα μὲν οὖν οἴκοι παραφυλακτέον καὶ ὡς τὸν βίον ἐπανορθωτέον, ὁ παιδαγωγὸς ἡμῖν ἅδην διείλεκται· ἃ δ᾿ οὖν καὶ κατὰ τὰς ὁδοὺς ὁμιλεῖν αὐτῷ φίλον τοῖς παιδίοις ἄχρις ἂν ἀγάγῃ αὐτὰ πρὸς

284
τὸν διδάσκαλον, ταῦτα δὲ ἡμῖν ἐν κεφαλαίου μέρει δι᾿ αὐτῶν ὑποτίθεται καὶ παρατίθεται τῶν γραφῶν, γυμνὰς παρατιθέμενος τὰς παραγγελίας, ἁρμοζόμενος μὲν
112 S
τῷ χρόνῳ τῆς καθοδηγήσεως, τὰς δὲ ἐξηγήσεις αὐτῶν ἐπιτρέπων τῷ διδασκάλῳ· καὶ γὰρ ὁ νόμος αὐτοῦ τὸν φόβον ὑπεκλύειν βούλεται τὸ ἑκούσιον ἐλευθερώσας εἰς πίστιν. ἄκους, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι᾿ ὧν ἀφίξῃ πρὸς σωτηρίαν. ἄγω δέ σε τὴν ὁδὸν τὴν σωτήριον. ἀπόστα τῶν τῆς πλάνης ὁδῶν, »ὅτι κύριος γινώσκει ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.« ἕπου τοίνυν, ὦ παιδίον, τὴν ἀγαθὴν ὁδόν, ἣν ἄν σοι ἐξηγήσωμαι, τὰ ὦτά μοι ὑποσχὼν τὰ ἀκουστικά, »καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους« ἔθνεσιν, ἡμῖν δὲ ὁρατούς· »σοφίας δὲ θησαυροὶ ἀνέκλειπτοι«, οὓς θαυμάζων ὁ ἀπόστολος »ὢ βάθος« φησὶ »πλούτου καὶ σοφίας«. θησαυροὶ δὲ ὑφ᾿ ἑνὸς πολλοὶ χορηγούμενοι θεοῦ, οἳ μὲν διὰ τοῦ νόμου, οἳ δὲ διὰ προφητῶν ἀποκαλύπτονται, οἳ δὲ τῷ θείῳ στόματι, ἄλλος δὲ τοῦ πνεύματος τῇ ἑπτάδι ἐπᾴδων· εἷς δὲ ὢν ὁ κύριος διὰ πάντων τούτων ὁ αὐτός ἐστιν παιδαγωγός. ἔστι μὲν οὖν αὐτόθεν κεφαλαιώδης ὑποθήκη καὶ βιωτικὴ παραίνεσις, πάντα ἐμπεριέχουσα· »καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς.« δυνατὸν δὲ καὶ διὰ δυεῖν ἐμπεριλαβεῖν τὰς ἐντολάς, ὥς φησιν ὁ κύριος· »ἀγαπήσεις τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.« εἶτα »ἐκ τούτων« ἐπιφέρει »ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.« ναὶ μὴν καὶ πρὸς τὸν πυθόμενον, »τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;« »τὰς ἐντολὰς οἶδας« ἀπεκρίνατο· τοῦ δὲ καταφήσαντος »τοῦτο ποίει« φησὶ »καὶ σωθήσῃ«. οὐ μὴν ἀλλὰ διαιρετικώτερον τὸ φιλάνθρωπον τοῦ παιδαγωγοῦ διὰ τῶν ποικίλων καὶ σωτηρίων
305 P
ἐντολῶν παραθετέον, ὡς ἔχοιμεν πρὸς ἀφθόνου διατάξεως τῶν γραφῶν καὶ τῆς σωτηρίας ἑτοιμοτέραν τὴν εὕρεσιν.

285

Ἔστιν ἡμῖν ἡ δεκάλογος ἡ διὰ Μωυσέως, ἁπλῷ καὶ μονογενεῖ αἰνιττομένη στοιχείῳ, † προσηγορίαν σωτήριον ἁμαρτιῶν περιγράφουσα »οὐ μοιχεύσεις, οὐκ εἰδωλολατρήσεις«, οὐ παιδοφθορήσεις, »οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα«, καὶ τὰ ἀκόλουθα τούτοις. ταῦτα ἡμῖν παραφυλακτέον καὶ ὅσα ἄλλα κατὰ τὰς ἀναγνώσεις τῶν βιβλίων παραγγέλλεται. παραγγέλλει δὲ καὶ διὰ Ἡσαΐου· »λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, δικαιώσατε χήραν· καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος.« πολλὰς δ᾿ ἂν καὶ παρὰ τοῖς ἄλλοις εὕροιμεν ὑποθήκας, οἷον φέρε, εὐχῆς μὲν πέρι· »τὰ ἔργα τὰ ἀγαθά«, φησίν, »εὐχὴ κυρίῳ δεκτή«, λέγει ἡ γραφή. καὶ ὁ τρόπος τῆς εὐχῆς ὑπαγορεύεται· »ἐὰν ἴδῃς«, φησί, »γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. τότε φανήσεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθεν ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε.« τίς οὖν ὁ καρπὸς τῆς εὐχῆς ταύτης; »τότε ἐπιβοήσῃ, καὶ ὁ θεὸς ὑπακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι.« περὶ δὲ νηστείας »ἵνα τί μοι«, φησίν, »νηστεύετε; λέγει κύριος. οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτως καλέσετε νηστείαν δεκτήν.« τί οὖν αἰνίττεται ἡ νηστεία; »ἰδοὺ αὕτη«, φησίν, »ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην, λέγει κύριος. λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε.« ναὶ μὴν καὶ περὶ θυσιῶν· »τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ ἐρίφων οὐ βούλομαι, οὐδ᾿

306 P
ἄν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι.«
286
πῶς οὖν θύσω τῷ κυρίῳ; »θυσία«, φησίν, »τῷ κυρίῳ πνεῦμα συντετριμμένον.« πῶς οὖν στέψω ἢ μύρῳ χρίσω; ἢ τί θυμιάσω τῷ κυρίῳ; »ὀσμή«, φησίν, »εὐωδίας τῷ θεῷ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν.« ταῦτα στέφη καὶ θυσίαι καὶ ἀρώματα καὶ ἄνθη τοῦ θεοῦ. ἔτι περὶ ἀνεξικακίας· »ἐὰν ἁμάρτῃ«, φησίν, »ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ τὸ ἑπτάκις ἐπιστρέφῃ πρός σε λέγων· μετανοῶ, ἄφες αὐτῷ·« καὶ τοῖς μὲν στρατευομένοις διὰ Ἰωάννου παραγγέλλει ἀρκεῖσθαι μόνοις τοῖς ὀψωνίοις, τοῖς δὲ τελώναις μηδὲν πλέον πράσσειν παρὰ τὰ διατεταγμένα· δικαστῇ δὲ »οὐ λήψῃ« φησὶ »πρόσωπον ἐν κρίσει, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια·« »ῥύσασθε ἀδικουμένους.« ἀλλὰ καὶ τοῖς οἰκονομικοῖς· »κτῆσις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται.« ναὶ μὴν καὶ περὶ ἀγάπης· »ἀγάπη«, φησί, »καλύπτει πλῆθος ἁμαρτιῶν·« καὶ περὶ πολιτείας·
113 S
»ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ·« ὅρκου δὲ πέρι καὶ μνησικακίας· »μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας· ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς· ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ αὐτοῦ μὴ μνησικακείτω, ὅρκον ψευδῆ μὴ ἀγαπάτω.« ἀλλὰ καὶ ψεύσταις καὶ τετυφωμένοις προσαπειλεῖ, τοῖς μὲν ὧδέ πως· »οὐαὶ τοῖς λέγουσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ«, τοῖς δὲ ὡδί· »οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες·« »ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται.« καὶ τοὺς μὲν ἐλεήμονας μακαρίζει, »ὅτι αὐτοὶ ἐλεηθήσονται«, ὀργὴν δὲ ἡ σοφία ταλανίζει, »ὅτι ἄρα ἀπολέσει καὶ φρονίμους.« ἤδη δὲ
307 P
ἀγαπᾶν τοὺς ἐχθροὺς κελεύει καὶ τοὺς καταρωμένους ἡμᾶς εὐλογεῖν προσεύχεσθαί τε ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. »τῷ τύπτοντί σε«, φησίν, »εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἐὰν ἄρῃ σού τις τὸν χιτῶνα, μὴ κωλύσῃς καὶ τὸ ἱμάτιον.« περὶ δὲ τῆς πίστεως· »πάντα ὅσα ἐὰν αἰτήσησθε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε«, φησίν· »πιστὸν δὲ ἀπίστοις οὐδὲν« κατὰ Πίνδαρον. καὶ οἰκέταις
287
μὲν χρηστέον ὡς ἑαυτοῖς. ἄνθρωποι γάρ εἰσιν ὡς ἡμεῖς· »ὁ γὰρ θεὸς πᾶσι, τοῖς ἐλευθέροις καὶ τοῖσι δούλοις, ἐστίν, ἂν σκοπῇς, ἴσος.« δεῖ δὲ καὶ τοὺς πλημμελοῦντας τῶν οἰκετῶν οὐ κολάζειν, ἐπιτιμᾶν δέ· »ὁ γὰρ φειδόμενος«, φησί, »τῆς βακτηρίας ἑαυτοῦ μισεῖ τὸν ἑαυτοῦ υἱόν.« ἔτι τὴν μὲν φιλοδοξίαν ἀποσκορακίζει. »οὐαὶ ὑμῖν, Φαρισαῖοι«, λέγων, »ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.« τὴν δὲ μετάνοιαν τοῦ ἁμαρτωλοῦ ἀσπάζεται, τὴν ἑπομένην ταῖς ἁμαρτίαις μετάνοιαν ἀγαπῶν· μόνος γὰρ ἀναμάρτητος αὐτὸς ὁ λόγος· τὸ μὲν (γὰρ) ἐξαμαρτάνειν ἅπασιν ἔμφυτον καὶ κοινόν, ἀναδραμεῖν δὲ τὴν ἁμαρτίαν οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλὰ ἀξιολόγου. περὶ δὲ τῆς μεταδόσεως »δεῦτε« εἶπε »πρός με πάντες οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ καὶ δεδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με.« καὶ πότε τι τούτων τῷ κυρίῳ πεποιήκαμεν ἡμεῖς; αὐτὸς ἐρεῖ πάλιν ὁ παιδαγωγὸς τὴν εὐποιίαν [καὶ] τῶν ἀδελφῶν ἀγαπητικῶς εἰς ἑαυτὸν μετατρέπων καὶ λέγων· »ἐφ᾿ ὅσον ἐποιήσατε τοῖς μικροῖς τούτοις, ἐμοὶ ἐποιήσατε. καὶ ἀπελεύσονται οἱ τοιοῦτοι εἰς ζωὴν αἰώνιον.«

Τοιοίδε μὲν οἱ λογικοὶ νόμοι, οἱ παρακλητικοὶ λόγοι οὐκ ἐν πλαξὶ λιθίναις δακτύλῳ γεγραμμέναις κυρίου, ἀλλ᾿ ἐν καρδίαις ἀνθρώπων ἐναπογεγραμμένοι ταῖς μόνον φθορὰν οὐκ ἐπιδεχομέναις. διὰ τοῦτό τοι κατεάγασιν αἱ πλάκες τῶν σκληροκαρδίων, ἵν᾿ αἱ πίστεις τῶν νηπίων ἐν μαλθακαῖς τυπωθῶσιν διανοίαις. ἄμφω δὲ τὼ νόμω διηκόνουν τῷ λόγῳ εἰς παιδαγωγίαν τῆς ἀνθρωπότητος, ὃ μὲν διὰ Μωυσέως, ὃ δὲ δι᾿ ἀποστόλων. οἵα γοῦν καὶ δι᾿ ἀποστόλων

288
ἡ παιδαγωγία. ἀναγκαῖόν μοι δοκεῖ καὶ
308 P
περὶ τοῦ εἴδους διαλεχθῆναι τούτου, μᾶλλον δὲ ἐμαυτοῦ μεμνημένος ὁ παιδαγωγός φησιν αὐτός, οὗ σπερματικῶς πάλιν τὰς ὑποθήκας ἐκθήσομαι· »ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρῄζοντι. πᾶσα πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν σὺν πάσῃ κακίᾳ. γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. γίνεσθε οὖν φρόνιμοι καὶ μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.« »αἱ μὲν γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ κυρίῳ, οἱ δὲ ἄνδρες τὰς γυναῖκας τὰς ἑαυτῶν ἀγαπάτωσαν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν.« ἀγαπάτωσαν οὖν ἀλλήλους οἱ συνεζευγμένοι »ὡς τὰ ἴδια σώματα«. »τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν. οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ἐκ ψυχῆς μετ᾿ εὐνοίας δουλεύοντες. καὶ οἱ κύριοι, εὖ ποιεῖτε τοὺς οἰκέτας ὑμῶν, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν.« »εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. τὸ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.« »εἰρηνεύετε ἐν ἑαυτοῖς. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. τὸ πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθε
309 P
νεῖτε· πάντα· δὲ
114 S
δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.« »τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ
289
λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.« »ἐντρέφεσθε τοῖς λόγοις τῆς πίστεως· γυμνάζεσθε πρὸς εὐσέβειαν. ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.« »οἱ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν.« »ὁ μεταδιδοὺς ἔστω ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ· τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, τὴν φιλοξενίαν διώκοντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες.«

Ὀλίγα ταῦτα ἐκ πολλῶν δείγματος χάριν ἀπ᾿ αὐτῶν διεξελθὼν τῶν θείων γραφῶν ὁ παιδαγωγὸς τοῖς αὑτοῦ παρατίθεται παισίν, δι᾿ ὧν, ὡς ἔπος εἰπεῖν, ἄρδην ἐκκόπτεται κακία καὶ περιγράφεται ἀδικία. μυρίαι δὲ ὅσαι ὑποθῆκαι εἰς πρόσωπα ἐκλεκτὰ διατείνουσαι ἐγγεγράφαται ταῖς βίβλοις ταῖς ἁγίαις, αἳ μὲν πρεσβυτέροις, αἳ δὲ ἐπισκόποις καὶ διακόνοις, ἄλλαι χήραις, περὶ ὧν ἄλλος ἂν εἴη λέγειν καιρός. πολλὰ δὲ καὶ δι᾿ αἰνιγμάτων, πολλὰ δὲ καὶ διὰ παραβολῶν τοῖς ἐντυγχάνουσιν ἔξεστιν ὠφελεῖσθαι. ἀλλ᾿ οὐκ ἐμόν, φησὶν ὁ παιδαγωγός, διδάσκειν ἔτι ταῦτα, διδασκάλου δὲ εἰς τὴν ἐξήγησιν τῶν ἁγίων ἐκείνων λόγων χρῄζομεν, πρὸς ὃν ἡμῖν βαδιστέον. καὶ δὴ ὥρα γε ἐμοὶ μὲν πεπαῦσθαι τῆς παιδαγωγίας, ὑμᾶς δὲ ἀκροᾶσθαι τοῦ διδασκάλου. παραλαβὼν δὲ οὗτος ὑμᾶς ὑπὸ καλῇ τεθραμμένους ἀγωγῇ ἐκδιδάξεται τὰ λόγια. διδασκαλεῖον δὲ ἡ ἐκκλησία ἥδε καὶ ὁ νυμφίος ὁ μόνος διδάσκαλος, ἀγαθοῦ πατρὸς ἀγαθὸν βούλημα, σοφία γνήσιος, ἁγίασμα γνώσεως· »καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,« ὥς φησιν ὁ Ἰωάννης, ὁ ἰώμενος ἡμῶν καὶ σῶμα καὶ ψυ

310 P
χήν, τὸν ἀίδιον ἄνθρωπον, Ἰησοῦς, »οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. καὶ ἐν τούτῳ γιγνώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ
290
γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς κἀκεῖνος περιεπάτησεν καὶ αὐτός περιπατεῖν.«

Ὢ τῆς μακαρίου θρέμματα παιδαγωγίας· τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι᾿ ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς μανθάνει. πάντα ὁ λόγος καὶ ποιεῖ καὶ διδάσκει καὶ παιδαγωγεῖ. ἵππος ἄγεται χαλινῷ, καὶ ταῦρος ἄγεται ζυγῷ, θηρίον βρόχῳ ἁλίσκεται, ὁ δ᾿ ἄνθρωπος μεταπλάσσεται λόγῳ, ᾧ θηρία τιθασεύεται καὶ νηκτὰ δελεάζεται καὶ πτηνὰ κατασύρεται. οὗτος ὡς ἀληθῶς τεχνάζεται ἵππῳ χαλινόν, ταύρῳ ζυγόν, θηρίῳ βρόχον, κάλαμον ἰχθύι, πάγην ὀρνέῳ· οὗτος πολιτεύεται καὶ γεωργεῖ, ἄρχει καὶ ὑπουργεῖ καὶ τὰ ὅλα δημιουργεῖ· ἐν μὲν γαῖαν ἔτευξ᾿, ἐν δ᾿ οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ᾿ οὐρανὸς ἐστεφάνωται. ὢ τῶν θείων δημιουργημάτων, ὢ τῶν θείων παραγγελμάτων· ὕδωρ τοῦτο, ἐν ἑαυτῷ κυμαινέτω· πῦρ τοῦτο, τὴν ὀργὴν συνεχέτω, ἀὴρ τοῦτο, εἰς αἰθέρα πλανάσθω· γῆ δὲ καὶ πεπήχθω καὶ φερέσθω, ὅταν ἐγὼ θέλω. ἄνθρωπον ἔτι πλάσαι βούλομαι· ὕλην ἔχω τὰ στοιχεῖα· συνοικῶ μου τῷ πλάσματι. ἐάν με γνωρίσῃς, δουλεύσει σοι τὸ πῦρ. τοσοῦτος ὁ λόγος οὗτος ὁ παιδαγωγὸς ὁ τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου δημιουργὸς καὶ δι᾿ αὐτὸν ἤδη καὶ τοῦ κόσμου παιδαγωγός· οὗ τῇ ἐγκελεύσει ἄμφω συνεστήκαμεν προσμένοντες τὴν κρίσιν. »οὐ γὰρ ὑπόκλοπον φορεῖ βροτοῖσι φωνάεντα λόγον † ἔσται λόγος σοφία,« ὥς φησι Βακχυλίδης. τὰ δὲ »ἄμεμπτα καὶ ἀκέραια καὶ ἄμωμα τοῦ θεοῦ« κατὰ τὸν Παῦλον »τέκνα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης φωστήρων

311 P
δίκην ἐν κόσμῳ φαίνεσθε«.

Ὅπερ οὖν λοιπὸν ἐπὶ τοιαύτῃ πανηγύρει τοῦ λόγου, τῷ λόγῳ προσευξώμεθα· ἵλαθι τοῖς σοῖς, παιδαγωγέ, παιδίοις, πατήρ, ἡνίοχε

291
Ἰσραήλ, υἱὲ καὶ πατήρ, ἓν ἄμφω, κύριε. δὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι πνεύματι, σοφίᾳ
115 S
τῇ ἀνεκφράστῳ· νύκτωρ, καθ᾿ ἡμέραν, εἰς τὴν τελείαν ἡμέραν, αἰνοῦντας εὐχάριστον αἶνον τῷ μόνῳ πατρὶ καὶ υἱῷ, υἱῷ καὶ πατρί, παιδαγωγῷ καὶ διδασκάλῳ υἱῷ, σὺν καὶ τῷ ἁγίῳ πνεύματι. πάντα τῷ ἑνί, ἐν ᾧ τὰ πάντα, δι᾿ ὃν τὰ πάντα ἕν, δι᾿ ὃν τὸ ἀεί, οὗ μέλη πάντες, οὗ δόξα, αἰῶνες, πάντα τῷ ἀγαθῷ, πάντα τῷ καλῷ, πάντα τῷ σοφῷ, τῷ δικαίῳ τὰ πάντα. ᾧ ἡ δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας. ἀμήν.

Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ. Στόμιον πώλων ἀδαῶν, πτερὸν ὀρνίθων ἀπλανῶν, οἴαξ νηῶν ἀτρεκής, ποιμὴν ἀρνῶν βασιλικῶν· τοὺς σοὺς ἀφελεῖς παῖδας ἄγειρον, αἰνεῖν ἁγίως, ὑμνεῖν ἀδόλως ἀκάκοις στόμασιν παίδων ἡγήτορα Χριστόν. ἁγίων βασιλεῦ, λόγε πανδαμάτωρ

312 P
πατρὸς ὑψίστου, σοφίας πρύτανι, στήριγμα πόνων αἰωνοχαρές, βροτέας γενεᾶς σῶτερ Ἰησοῦ, ποιμήν, ἀροτήρ, οἴαξ, στόμιον, πτερὸν οὐράνιον παναγοῦς ποίμνης, ἁλιεῦ μερόπων τῶν σῳζομένων
292
πελάγους κακίας, ἰχθῦς ἁγνοὺς κύματος ἐχθροῦ γλυκερῇ ζωῇ δελεάζων. ἡγοῦ προβάτων λογικῶν ποιμὴν ἅγι᾿, ἡγοῦ βασιλεῦ παίδων ἀνεπάφων. ἴχνια Χριστοῦ ὁδὸς οὐρανία. λόγος ἀέναος, αἰὼν ἄπλετος, φῶς ἀίδιον,
313 P
ἐλέους πηγή, ῥεκτὴρ ἀρετῆς σεμνῇ βιοτῇ θεὸν ὑμνούντων, Χριστὲ Ἰησοῦ, γάλα οὐράνιον μαστῶν γλυκερῶν νύμφης, χαρίτων σοφίας τῆς σῆς, ἐκθλιβόμενον οἱ νηπίαχοι ἀταλοῖς στόμασιν ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς, ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ, πέμπωμεν ἁπλῶς παῖδα κρατερόν. χορὸς εἰρήνης οἱ χριστόγονοι· λαὸς σώφρων, ψάλλωμεν ὁμοῦ θεὸν εἰρήνης.