De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἔτι δὲ νυκτὸς κατέπλευσέ τις Αἰγύπτιος οὐ τῶν ἀφανῶν, ἐκβὰς δὲ τοῦ κέλητος μετὰ σπουδῆς ἐπυνθάνετο ποῦ Χαιρέας ἐστίν. Ἀχθεὶς οὖν πρὸς Πολύχαρμον ἑτέρῳ μὲν οὐδενὶ ἔφη τὸ ἀπόρρητον δύνασθαι εἰπεῖν, ἐπείγειν δὲ τὴν χρείαν, ὑπὲρ ἧς ἀφῖκται.

Καὶ ἐπὶ πολὺ μὲν ἀνεβάλλετο Πολύχαρμος τὴν πρὸς Χαιρέαν εἴσοδον, ἐνοχλεῖν ἀκαίρως οὐ θέλων· ἐπεὶ δὲ ὁ ἄνθρωπος κατήπειγε, παρανοίξας τοῦ θαλάμου τὴν θύραν ἐμήνυσε τὴν σπουδήν. Ὡς δὲ στρατηγὸς ἀγαθὸς Χαιρέας “κάλει” φησί· “πόλεμος γὰρ ἀναβολὴν οὐ περιμένει.” Εἰσαχθεὶς δὲ ὁ Αἰγύπτιος,

ἔτι σκότους ὄντος, τῇ κλίνῃ παραστὰς “ἴσθι” φησὶν “ὅτι βασιλεὺς ὁ Περσῶν ἀνῄρηκε τὸν Αἰγύπτιον καὶ τὴν στρατιὰν τὴν μὲν εἰς Αἴγυπτον πέπομφε καταστησομένην τὰ ἐκεῖ, τὴν δὲ λοιπὴν ἄγει πᾶσαν ἐνθάδε καὶ ὅσον οὔπω παρέσται· πεπυσμένος γὰρ Ἄραδον ἑαλωκέναι λυπεῖται μὲν καὶ περὶ τοῦ πλούτου παντός, ὃν ἐνθάδε καταλέλοιπεν, ἀγωνιᾷ δὲ μάλιστα περὶ Στατείρας τῆς γυναικός.”

Ταῦτα ἀκούσας Χαιρέας ἀνέθορε· Καλλιρρόη δὲ αὐτοῦ λαβομένη “ποῖ σπεύδεισ” εἶπε “πρὶν βουλεύσασθαι

p.140
περὶ τῶν ἐφεστηκότων; ἂν γὰρ τοῦτο δημοσιεύσῃς, μέγαν πόλεμον κινήσεις σεαυτῷ, πάντων ἐπισταμένων ἤδη καὶ καταφρονούντων· πάλιν δὲ ἐν χερσὶ γενόμενοι πεισόμεθα τῶν πρότερον βαρύτερα.”

Ταχέως ἐπείσθη τῇ συμβουλῇ καὶ τοῦ θαλάμου προῆλθε μετὰ τέχνης. Κρατῶν γὰρ τῆς χειρὸς τὸν Αἰγύπτιον, συγκαλέσας τὸ πλῆθος “νικῶμεν, ἄνδρεσ” εἶπε, “καὶ τὴν πεζὴν στρατιὰν βασιλέως· οὗτος γὰρ ὁ ἀνὴρ τὰ εὐαγγέλια ἡμῖν φέρει καὶ γράμματα παρὰ τοῦ Αἰγυπτίου· δεῖ δὲ τὴν ταχίστην ἡμᾶς πλεῖν, ἔνθα ἐκεῖνος ἐκέλευσε. Συσκευασάμενοι οὖν πάντες ἐμβαίνετε.”

Ταῦτα εἰπόντος ὁ σαλπιστὴς τὸ ἀνακλητικὸν εἰς τὰς τριήρεις ἐσήμαινε. Λάφυρα δὲ καὶ αἰχμαλώτους τῆς προτεραίας ἦσαν ἐντεθειμένοι, καὶ οὐδὲν ἐν τῇ νήσῳ κατελέλειπτο, πλὴν εἰ μή τι βαρὺ καὶ ἄχρηστον.

Ἔπειτα ἔλυον τὰ ἀπόγεια καὶ ἀγκύρας ἀνῄρουν καὶ βοῆς καὶ ταραχῆς ὁ λιμὴν ἐπεπλήρωτο καὶ ἄλλος ἄλλο τι ἔπραττε. Παριὼν δὲ Χαιρέας εἰς τὰς τριήρεις σύνθημα λεληθὸς τοῖς τριηράρχοις δέδωκεν ἐπὶ Κύπρου πλεῖν, ὡς δῆτα ἀναγκαῖον ἔτι ἀφύλακτον οὖσαν αὐτὴν προκαταλαβεῖν· πνεύματι δὲ φορῷ χρησάμενοι τῆς ὑστεραίας κατήχθησαν εἰς Πάφον, ἔνθα ἐστὶν ἱερὸν Ἀφροδίτης.

Ἐπεὶ δὲ ὡρμίσαντο, Χαιρέας, πρὶν ἐκβῆναί τινα τῶν τριηρῶν, πρώτους ἐξέπεμψε τοὺς κήρυκας, εἰρήνην καὶ σπονδὰς τοῖς ἐπιχωρίοις καταγγεῖλαι. Δεξαμένων δὲ αὐτὸν ἐξεβίβασε τὴν δύναμιν ἅπασαν εἰς γῆν καὶ ἀναθήμασι τὴν Ἀφροδίτην ἐτίμησε· πολλῶν δὲ ἱερείων συναχθέντων εἱστίασε τὴν στρατιάν.

Σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς ἀπήγγειλαν οἱ ἱερεῖς ʽοἱ αὐτοὶ δέ εἰσι καὶ μάντεισ̓ ὅτι καλὰ γέγονε τὰ ἱερεῖα. Τότε οὖν θαρρήσας ἐκάλεσε

p.141
τοὺς τριηράρχους καὶ τοὺς Ἕλληνας τοὺς τριακοσίους καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς αὑτὸν καὶ ἔλεξεν ὧδε “Ἄνδρες συστρατιῶται καὶ φίλοι,

κοινωνοὶ μεγάλων κατορθωμάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ πόλεμος ἀσφαλέστατος μεθ’ ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης· καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι περὶ τοῦ μέλλοντος ἀσφαλοῦς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμμεθα ἐν μέσοις τοῖς πολεμίοις.

Εἶτα οὖν συμβουλεύει τις ἡμῖν ἀπιέναι πρὸς βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας αὑτοὺς ἐμβαλεῖν;” Ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον. “Ποῖ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν, τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου γὰρ ἀναπτῆναι δυνάμεθα”

Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν “τί δὲ ζητοῦμεν ποῖ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν ἄγει καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν,

ἀλλ’ οὐδὲ Ἀθηναίους.” Ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. Σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων “ἀλλ’ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε

p.142
καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως· οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν προσλαμβανομένων.

Τοὺς δὲ Αἰγυπτίους ʽπολλοὶ γάρ εἰσιν’ οὐ προσῆκεν ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν. Κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”