De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, ὁ πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ·

“θάρρει, δέσποινα” εἶπε, “νῦν μὲν γὰρ οὐκ οἶδεν ὁ ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως· οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται· φύσει γάρ ἐστι φιλογύναιος.” Ταῦτα ἀκούσασα ἡ Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσα “νῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ἢ ταῦτα

p.135
ἐπαγγέλλου.

Γάμον οὐχ ὑπομένω· θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι· τάφος ἐμὸς ἔσται οὗτος ὁ τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν ὁ στρατηγός, ταύτην μοι δότω τὴν χάριν·

ἐνταῦθά με ἀποκτεινάτω.” Δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, ἡ δ’ οὐκ ἀνίστατο, ἀλλ’ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε· βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός.

Ὁ δὲ ἰδὼν “τοῦτο ἄλλο” φησὶν “ἦν. Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ’ οὐ χαίροντες αὐτὸ πράξουσι.” Ὡς οὖν εἶπεν ὁ Αἰγύπτιος “οὐδεμιᾷ γέγονε κακόν, δέσποτα· τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ’ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη,” γελάσας ὁ Χαιρέας εἶπεν “ὦ πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.” “Οὒ” φησί, “δέσποτα·

πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα,

ἡ δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.” Ὁ δὲ Χαιρέας “ἐπαφρόδιτος ἄρα” φησὶν “εἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ τὸ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται· πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.”

p.136

Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην,