De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Κατέπεσεν οὖν σκοτοδινιάσας· θεασαμένη δὲ αὐτὸν ἡ ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπε “θάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς ἡ θεὸς ἐξέπληξεν· ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. Ἀλλ’ ἀγαθοῦ μεγάλου τοῦτ’ ἔστι σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, ἡ δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν

αὐτήν.” “Τίς γάρ ἐστιν” ὁ Χαιρέας εἶπεν “αὕτη;” “Ἡ δέσποινα τῶν χωρίων τούτων, ὦ τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.” Ἀκούσας ὁ Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ’ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους.

Ὁ δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ’ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα· πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ “ὦ θάλασσα” φησὶ “φιλάνθρωπε, τί με διέσωσας; ἢ ἵνα εὐπλοήσας ἴδω Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου.

Τί ποιήσω ὁ δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν ʽἀπόδος μοι τὴν γυναῖκα;ʼ τοῦτο δὲ λέγει τίς γεγαμηκότι;

p.61

Ἀλλ’ οὐδ᾽, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ’ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.” Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.

Ἐν δὲ τῷ μεταξὺ Φωκᾶς, ὁ οἰκονόμος Διονυσίου, θεασάμενος τριήρη ναύμαχον, οὐκ ἀδεὴς καθειστήκει· ναύτην δέ τινα ὑποκορισάμενος μανθάνει παῤ αὐτοῦ τὴν ἀλήθειαν, τίνες εἰσὶ καὶ πόθεν καὶ διὰ τίνα πλέουσι. Συνῆκεν οὖν ὅτι μεγάλην συμφορὰν ἡ τριήρης αὕτη κομίζει Διονυσίῳ καὶ οὐ βιώσεται Καλλιρρόης ἀποσπασθείς.

Οἷα δὲ φιλοδέσποτος ἐθελήσας προλαβεῖν τὸ δεινὸν καὶ σβέσαι πόλεμον μέγαν μέν, οὐ κοινὸν δέ, ἀλλὰ τῆς Διονυσίου μόνης οἰκίας, διὰ τοῦτο ἀφιππευσάμενος εἴς τι φρουρίον βαρβάρων, ἀνήγγειλεν ὅτι τριήρης πολεμία λανθάνει τάχα μὲν ἐπὶ κατασκοπὴν τάχα δὲ καὶ διὰ λῃστείαν ὑφορμοῦσα, συμφέρει δὲ τοῖς βασιλέως πράγμασιν ἀνάρπαστον αὐτὴν γενέσθαι πρὶν ἀδικεῖν.

Ἔπεισε τοὺς βαρβάρους καὶ συντεταγμένους ἤγαγεν. Ἐπιπεσόντες οὖν μέσῃ νυκτὶ καὶ πῦρ ἐμβαλόντες τὴν μὲν τριήρη κατέφλεξαν, ὅσους δὲ ζῶντας ἔλαβον, δήσαντες εἰς τὸ φρουρίον ἀνήγαγον. Νεμήσεως δὲ τῶν αἰχμαλώτων γενομένης ἱκέτευσαν Χαιρέας καὶ Πολύχαρμος ἑνὶ δεσπότῃ πραθῆναι. Καὶ ὁ λαβὼν αὐτοὺς ἐπώλησεν εἰς Καρίαν. Ἐκεῖ δὲ πέδας σύροντες παχείας εἰργάζοντο τὰ Μιθριδάτου.

Καλλιρρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος· ἀνεκώκυσε δὲ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοις “Χαιρέα, δεῦρο.” Τότε πρῶτον Διονύσιος ἤκουσεν ὄνομα Χαιρέου. Τῆς γυναικὸς οὖν ταραχθείσης ἐπύθετο

p.62
“τίς, ὃν ἐκάλεις;” Προύδωκε δὲ αὐτὴν τὰ δάκρυα καὶ τὴν λύπην οὐκ ἐδυνήθη κατασχεῖν, ἀλλ̓ ἔδωκε παρρησίαν τῷ πάθει.

“Δυστυχὴσ” φησὶν “ἄνθρωπος, ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις εὐτυχής· εἶδον γὰρ αὐτὸν δεδεμένον. Ἀλλὰ σὺ μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ ʽδηλοῖ γὰρ θάνατόν σου τὰ δεσμἄ, ἐγὼ δὲ ζῶ καὶ τρυφῶ, κατάκειμαι δὲ ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. Πλὴν οὐκ εἰς μακρὰν ἀφίξομαι πρὸς σέ.