De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ἡ ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ

p.50
τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις ἐστεφανωμένη.

Ἔθυεν ἕκαστος πρὸ τῆς ἰδίας οἰκίας, οὐκ ἐν μόνοις τοῖς ἱεροῖς. Λογοποιίαι δὲ ἦσαν τίς ἡ νύμφη· τὸ δὲ δημωδέστερον πλῆθος ἀνεπείθετο διὰ τὸ κάλλος καὶ τὸ ἄγνωστον τῆς γυναικὸς ὅτι Νηρηὶς ἐκ θαλάσσης ἀναβέβηκεν ἢ ὅτι θεὰ πάρεστιν ἐκ τῶν Διονυσίου κτημάτων·

τοῦτο γὰρ οἱ ναῦται διελάλουν. Μία δὲ πάντων ἦν ἐπιθυμία Καλλιρρόην θεάσασθαι, καὶ περὶ τὸ ἱερὸν τῆς Ὁμονοίας ἠθροίσθη τὸ πλῆθος, ὅπου πάτριον ἦν τοῖς γαμοῦσι τὰς νύμφας παραλαμβάνειν. Τότε πρῶτον ἐκοσμήσατο μετὰ τὸν τάφον· κρίνασα γὰρ ἅπαξ γαμηθῆναι καὶ πατρίδα καὶ γένος τὸ κάλλος ἐνόμισεν. Ἐπεὶ δὲ ἔλαβε Μιλησίαν στολὴν καὶ στέφανον νυμφικόν,

ἀπέβλεψεν εἰς τὸ πλῆθος. Πάντες οὖν ἀνεβόησαν “ἡ Ἀφροδίτη γαμεῖ.” Πορφυρίδας ὑπεστρώννυον καὶ ῥόδα καὶ ἴα, μύρον ἔρραινον βαδιζούσης, οὐκ ἀπελείφθη ἐν ταῖς οἰκίαις οὐ παιδίον, οὐ γέρων, ἀλλ’ οὐδ’ ἐν αὐτοῖς τοῖς λιμέσι· μέχρι κεράμων ἀνέβη τὸ πλῆθος στενοχωρούμενον. Ἀλλ’ ἐνεμέσησε καὶ ταύτῃ τῇ ἡμέρᾳ πάλιν ὁ βάσκανος δαίμων ἐκεῖνος· ὅπως δέ, μικρὸν ὕστερον ἐρῶ. Βούλομαι δὲ εἰπεῖν πρῶτον τὰ γενόμενα ἐν Συρακούσαις κατὰ τὸν αὐτὸν χρόνον.

Οἱ μὲν γὰρ τυμβωρύχοι τὸν τάφον περιέκλεισαν ἀμελῶς, οἷα δὴ σπεύδοντες ἐν νυκτί· Χαιρέας δὲ φυλάξας αὐτὸ τὸ περίορθρον ἧκεν ἐπὶ τὸν τάφον προφάσει μὲν στεφάνους καὶ χοὰς ἐπιφέρων, τὸ δὲ ἀληθὲς γνώμην ἔχων ἑαυτὸν ἀνελεῖν· οὐ γὰρ ὑπέμενε Καλλιρρόης ἀπεζεῦχθαι, μόνον δὲ τὸν θάνατον τοῦ πένθους ἰατρὸν ἐνόμιζε· παραγενόμενος δὲ εὗρε τοὺς λίθους κεκινημένους καὶ φανερὰν τὴν εἴσοδον.

Ὁ μὲν οὖν ἰδὼν ἐξεπλάγη καὶ ὑπὸ δεινῆς ἀπορίας κατείχετο

p.51
τοῦ γεγονότος χάριν· ἄγγελος δὲ φήμη ταχεῖα Συρακουσίοις ἐμήνυσε τὸ παράδοξον. Πάντες οὖν συνέτρεχον ἐπὶ τὸν τάφον, ἐτόλμα δὲ οὐδεὶς ἔνδον παρελθεῖν, πρὶν ἐκέλευσεν Ἑρμοκράτης.

Ὁ δ’ εἰσπεμφθεὶς πάντα ἀκριβῶς ἐμήνυσεν. Ἄπιστον ἐδόκει τὸ μηδὲ τὴν νεκρὰν κεῖσθαι. Τότ’ οὖν ἠξίωσε Χαιρέας αὐτὸς ἐπιθυμίᾳ τοῦ πάλιν Καλλιρρόην ἰδεῖν κἂν νεκράν· ἐρευνῶν δὲ τὸν τάφον οὐδὲν εὑρεῖν ἐδύνατο.

Πολλοὶ μετ’ αὐτὸν εἰσῆλθον ὑπ’ ἀπιστίας· ἀμηχανία δὲ κατέλαβε πάντας, καί τις εἶπεν ἑστὼς “τὰ ἐντάφια σεσύληται, τυμβωρύχων τὸ ἔργον· ἡ νεκρὰ δὲ ποῦ;” Λογοποιίαι πολλαὶ καὶ διάφοροι τὸ πλῆθος κατεῖχον. Χαιρέας δὲ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἀνατείνας “τίς ἄρα θεῶν ἀντεραστής μου γενόμενος Καλλιρρόην ἀπενήνοχε καὶ νῦν ἔχει μεθ’ αὑτοῦ μὴ θέλουσαν, ἀλλὰ βιαζομένην ὑπὸ κρείττονος μοίρας;·

Διὰ τοῦτο καὶ αἰφνίδιον ἀπέθανεν, ἵνα μὴ νοήσῃ. Οὕτω καὶ Θησέως Ἀριάδνην ἀφείλετο Διόνυσος καὶ Σεμέλην ὁ Ζεύς. Μὴ γὰρ οὐκ ᾔδειν ὅτι θεὰν εἶχον γυναῖκα καὶ κρείττων ἦν ἢ καθ’ ἡμᾶς. Ἀλλ’ οὐκ ἔδει ταχέως αὐτὴν οὐδὲ μετὰ τοιαύτης προφάσεως ἐξ ἀνθρώπων ἀπελθεῖν.

Ἡ Θέτις θεὰ μὲν ἦν, ἀλλὰ Πηλεῖ παρέμεινε καὶ υἱὸν ἔσχεν ἐκεῖνος ἐξ αὐτῆς, ἐγὼ δὲ ἐν ἀκμῇ τοῦ ἔρωτος ἀπελείφθην. Τί πάθω; τί γένωμαι ὁ δυστυχής; ἐμαυτὸν ἀνέλω; καὶ μετὰ τίνος ταφῶ; ταύτην γὰρ εἶχον ἐλπίδα τῆς συμφορᾶς· εἰ θάλαμον μετὰ Καλλιρρόης κοινὸν οὐκ ἐτήρησα, τάφον αὐτῇ κοινὸν εὑρήσω.

Ἀπολογοῦμαί σοι, δέσποινα, τῆς ἐμῆς ψυχῆς. Σύ με ζῆν ἀναγκάζεις· ζητήσω γάρ σε διὰ γῆς καὶ θαλάσσης, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν ἀέρα δύνωμαι. Τοῦτο δέομαί σου; γύναι, σύ με μὴ φύγῃς.”

p.52
Θρῆνον τὸ πλῆθος ἐξέρρηξεν ἐπὶ τούτοις καὶ πάντες ὡς ἄρτι τεθνεῶσαν Καλλιρρόην ἤρξαντο θρηνεῖν.

Τριήρεις εὐθὺς κατεσπῶντο καὶ τὴν ζήτησιν πολλοὶ διενέμοντο· Σικελίαν μὲν γὰρ αὐτὸς Ἑρμοκράτης ἠρεύνα, Χαιρέας δὲ Λιβύην· εἰς Ἰταλίαν τινὲς ἐξεπέμποντο, καὶ ἄλλοι περαιοῦσθαι τὸν Ἰόνιον ἐκελεύσθησαν. Ἡ μὲν οὖν ἀνθρωπίνη βοήθεια παντάπασιν ἦν ἀσθενής, ἡ τύχη δὲ ἐφώτισε τὴν ἀλήθειαν, ἧς χωρὶς ἔργον οὐδὲν τέλειον· μάθοι δ’ ἄν τις ἐκ τῶν γενομένων.

Πωλήσαντες γὰρ οἱ τυμβωρύχοι τὸ δυσδιάθετον φορτίον, τὴν γυναῖκα, Μίλητον μὲν ἀπέλιπον, ἐπὶ Κρήτης δὲ τὸν πλοῦν ἐποιοῦντο, νῆσον ἀκούοντες εὐδαίμονα καὶ μεγάλην, ἐν ᾗ τὴν διάπρασιν τῶν φορτίων ἤλπισαν ἔσεσθαι ῥᾳδίαν.

Ὑπολαβὼν δὲ αὐτοὺς ἄνεμος σφοδρὸς εἰς τὸν Ἰόνιον ἐξέωσεν, κἀκεῖ λοιπὸν ἐπλανῶντο ἐν ἐρήμῳ θαλάσσῃ. Βρονταὶ δὲ καὶ ἀστραπαὶ καὶ νὺξ μακρὰ κατελάμβανε τοὺς ἀνοσίους, ἐπιδεικνυμένης τῆς προνοίας ὅτι τότε διὰ Καλλιρρόην εὐπλόουν. Ἐγγὺς γινομένους ἑκάστοτε τοῦ θανάτου ταχέως οὐκ ἀπήλλαττεν ὁ θεὸς τοῦ φόβου,

μακρὸν αὐτοῖς ποιῶν τὸ ναυάγιον. Γῆ μὲν οὖν τοὺς ἀνοσίους οὐκ ἐδέχετο, θαλαττεύοντες δὲ πολὺν χρόνον ἐν ἀπορίᾳ κατέστησαν τῶν ἀναγκαίων, μάλιστα δὲ τοῦ ποτοῦ, καὶ οὐδὲν αὐτοὺς ὠφέλει πλοῦτος ἄδικος, ἀλλὰ διψῶντες ἀπέθνησκον ἐν χρυσῷ. Βραδέως μὲν οὖν μετενόουν ἐφ’ οἷς ἐτόλμησαν, ὅτε οὐδὲν ὄφελος ἐγκαλοῦντες ἀλλήλοις.