De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Οὐδεὶς ἂν ῥύσαιτο ἡμᾶς ἢ μόνη σύ· παρέξει γάρ σοι Διονύσιος ἡδέως αἰτουμένῃ χάριν πρώτην.” Ὤκνει μὲν οὖν ἡ Καλλιρρόη βαδίσαι πρὸς αὐτόν, λιπαρούσης δὲ καὶ δεομένης ἀντειπεῖν οὐκ ἐδυνήθη, προηνεχυριασμένη ταῖς εὐεργεσίαις ὑπ’ αὐτῆς. Ἵν’ οὖν μὴ ἀχάριστος δοκῇ “κἀγὼ μὲν” φησὶν “εἰμὶ δούλη καὶ οὐδεμίαν ἔχω παρρησίαν, εἰ δὲ ὑπολαμβάνεις δυνήσεσθαί τι κἀμέ, συνικετεύειν ἑτοίμη· γένοιτο δὲ ἡμᾶς τυχεῖν.” Ἐπεὶ δὲ ἦλθον,

ἐκέλευσεν ἡ Πλαγγὼν τὸν ἐπὶ ταῖς θύραις εἰσαγγεῖλαι πρὸς τὸν δεσπότην ὅτι Καλλιρρόη πάρεστιν. Ἐτύγχανε δὲ Διονύσιος ἐρριμμένος ὑπὸ λύπης, ἐτετήκει δὲ αὐτῷ καὶ τὸ σῶμα. Ἀκούσας οὖν ὅτι Καλλιρρόη πάρεστιν, ἄφωνος ἐγένετο, καί τις ἀχλὺς αὐτοῦ κατεχύθη πρὸς τὸ ἀνέλπιστον, μόλις δὲ ἀνενεγκὼν “ἡκέτω” φησί.

Στᾶσα δὲ ἡ Καλλιρρόη πλησίον καὶ κάτω κύψασα πρῶτον μὲν ἐρυθήματος ἐνεπλήσθη, μόλις δ’ ὅμως ἐφθέγξατο “ἐγὼ Πλαγγόνι ταύτῃ χάριν ἐπίσταμαι·

p.39
φιλεῖ γάρ με ὡς θυγατέρα. Δέομαι δή σου, κύριε, μὴ ὀργίζου τῷ ἀνδρὶ αὐτῆς, ἀλλὰ χάρισαι τὴν σωτηρίαν.”

Ἔτι δὲ βουλομένη λέγειν οὐκ ἐδυνήθη. Συνεὶς οὖν ὁ Διονύσιος τὸ στρατήγημα τῆς Πλαγγόνος “ὀργίζομαι μὲν” εἶπε, “καὶ οὐδεὶς ἂν ἀνθρώπων ἐρρύσατο μὴ ἀπολέσθαι Φωκᾶν καὶ τὴν Πλαγγόνα τοιαῦτα πεπραχότας· χαρίζομαι δὲ αὐτοὺς ἡδέως σοί, καὶ γινώσκετε ὑμεῖς ὅτι διὰ Καλλιρρόην ἐσώθητε.” Προσέπεσεν αὐτοῦ τοῖς γόνασιν ἡ Πλαγγών, καὶ Διονύσιος ἔφη “τοῖς Καλλιρρόης προσπίπτετε γόνασιν,

αὕτη γὰρ ὑμᾶς ἔσωσεν.” Ἐπεὶ δὲ ἡ Πλαγγὼν ἐθεάσατο τὴν Καλλιρρόην χαίρουσαν καὶ σφόδρα ἡδομένην ἐπὶ τῇ δωρεᾷ “σὺ οὖν” εἶπε “χάριν ὁμολόγησον ὑπὲρ ἡμῶν Διονυσίῳ” καὶ ἅμα ὤθησεν αὐτήν. Ἡ δὲ τρόπον τινὰ καταπεσοῦσα περιέπεσε τῇ δεξιᾷ τοῦ Διονυσίου, κἀκεῖνος, ὡς δῆθεν ἀπαξιῶν τὴν χεῖρα δοῦναι, προσαγόμενος αὐτὴν κατεφίλησεν, εἶτα εὐθὺς ἀφῆκε, μὴ καί τις ὑποψία γένηται τῆς τέχνης.

Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος· οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον· οὔτε δι’ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν “τὰ μὲν πρῶτά σοι” φησὶν “ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος·