De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον· τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ’ ὀλίγον ἀνέπνευσεν· ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν.

Ἐπεὶ δὲ οὔτε ὁ ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν καὶ ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου· πολλὴ δὲ ἦν ἀρωμάτων εὐωδία.

Τότ’ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δι’ ἐκεῖνο πτώματος, μόλις τε τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. Ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατο “σώζετε, βοηθεῖτε.” Ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσα “οἴμοι τῶν κακῶν· ζῶσα κατορώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον μακρόν.

Ὑγιαίνουσάν με πενθοῦσι. Τίνα τίς ἄγγελον πέμψει; Ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ’ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. Οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐδ’ ἀληθῶς ἀποθανοῦσαν. Ἀλλ’ ἤδη τάχατι βουλεύῃ περὶ γάμου.”