Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ὅ τι δʼ ἂν ἐκ τοῦ σώματος φυτὸν πεφυκέναι δόξῃ τις, ὡς μὲν ἔνιοι λέγουσι, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώματα· ὡς δὲ ἐγώ φημι, τὰς κρίσεις δεῖ ποιεῖσθαι μὴ αὐτὸ μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δʼ ἂν συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου

224
καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὅς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.

Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους τε καὶ ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι καὶ περιβλέπτους διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα τι τοιοῦτο πάθος, οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει. [*](p.187) ἀτοπώτερον δʼ ἄν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτῳ συνεχόμενον πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη, ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ. εἰ δὲ παῖς, οὐ φυλάξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν εἰ δὲ γυνή, πάντως ἐπὶ τοῖς πραττομένοις ὑπʼ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ᾿ ἀναλογίαν κρίνειν χρή.

Βάλλειν λίθοις τινὰ κακῶς εἰπεῖν τινα σημαίνει, βάλλεσθαι δὲ λίθοις ὑπό τινος κακῶς ἀκούσεσθαι προαγορεύει· ἐοίκασι γὰρ οἱ λίθοι λόγοις ἀπρεπέσι καὶ μαχίμοις. πολλάκις δὲ τὸ βάλλεσθαι λίθοις καὶ ἀποδημίαν προηγόρευσε· δεῖ γὰρ ὡς εἰκὸς τὸν βαλλόμενον φυγεῖν. ἐπειδὰν

225
δὲ πολλοὶ ὦσιν οἱ βάλλοντες, ἀγαθοὶ τετήρηνται μόνοις τοῖς ἐξ ὄχλου ποριζομένοις.

Τέττιγες ἄνδρας σημαίνουσι μουσικοὺς διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν, ἐν δέ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους, ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας, οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.

Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ σημαντικὴ διὰ τὸ μηδὲν ἐδώδιμον ἔχειν, ποιμέσι δέ ἀγαθή, ὅτι φύσει συμβέβηκεν αὐτὴν λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δʼ ἂν εἴη πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπῃ οὖσι· καθάρσιος γὰρ εἶναι νενόμισται· τοῖς δέ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν.

Ἀσφόδελος τῇ σκίλλῃ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀποβαίνει, μόνους δέ τοὺς νοσοῦντας ἀναιρεῖ, ὡς πολλάκις [*](p. 188) ἐτήρησα. τὴν δέ αἰτίαν σαφῶς μὲν εἰπεῖν οὐκ ἔχω, εἰκὸς δὲ εἰπεῖν ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.

Πάσχειν δέ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν γνωρίμῳ, οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος

226
τοῦ σώματος τὸ αὐτὸ πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συναλγεῖν, κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνῳ· τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ αἱ τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις, ὁ δέ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρτάνοι. οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.

Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν μισθουμένοις. ἀγαθὸν δέ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δέ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆτινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δέ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.