Ονειροκριτικά
Artemidorus
Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.
Στῆθος ὑγιὲς καὶ ἀπαθὲς ἀγαθόν. τὸ δὲ λάσιον καὶ πεπυκνωμένον θριξὶν ἀνδράσι μὲν ἀγαθὸν καὶ κερδαλέον, γυναιξὶ δὲ χηρείαν μαντεύεται· ἀμελέστερον γὰρ διάγουσι καὶ δασύνονται, ἐπειδὰν μὴ παρῇ διʼ ὃν ἀσκοῦσι τὰ σώματα. ἀγαθοὶ δὲ καὶ οἱ μαζοὶ πάσης ἐκτὸς ὄντες αἰκίας. εἰ δὲ καὶ μείζονές τινι γίγνοιντο τὸ εὔρυθμον καὶ χάριεν φυλάσσοντες, τέκνων ἅμα καὶ σωμάτων ἐπίκτησιν προαγορεύουσι· παθόντες δέ τι καὶ οἷον ἡλκομένοι νόσον σημαίνουσιν, ἀποπίπτοντες δὲ θάνατον παισὶ τοῦ ἰδόντος· οὐκ ὄντων δὲ παίδων ἀπορίας εἰσὶ σημαντικοί, πολλάκις δὲ καὶ πένθους, μάλιστα δὲ γυναιξίν αὗται γὰρ ἐν τῷ πένθει καὶ τοὺς μαζοὺς λωβῶνται. τροφῷ δέ, εἰ τέκνον ἔχοι, εἰς τὸ τρεφόμενον ἀποβήσεται. πολλοὺς δὲ ἔχειν μαζοὺς τὸ αὐτὸ σημαίνει τῷ δοκεῖν τοὺς ὄντας μείζονας γεγονέναι, γυναικὶ δὲ καὶ μοιχείαν. τιτρώσκεσθαι δὲ κατὰ τὸ στῆθος ὑπὸ οὑτινοσοῦν γνωρίμου λυπηρὰν ἀκοῦσαί ποθεν ἀγγελίαν σημαίνει τοῖς πρεσβύταις· νέοις δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα δηλοῖ.
Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομένοις· φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. ἤδη δὲ
Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γράψαντι ἐπίστευσεν.
Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν [*](p. 41) ἥττονας ἔχειν· ὅσοι γὰρ προσγίνονται τοῖς κατὰ φύσιν δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύκασιν ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλαβον εἶναι τὸ τοιοῦτο.
Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ τρίχας ἀναφανῆναι.
Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύσεται ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ ‘δεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος.ʼ ἀγαθὸν δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέκνων καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει.
Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώνων τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νομιστέον. τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μέν τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς δέ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δέ τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει.
Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ [*](p. 42) φύσιν καὶ ἕκαστον κοσμίως κείμενον ἀγαθὸν ἄπαιδι καὶ πένητι· ὁ μέν γὰρ ὄψεται παῖδας ἰδίους, ὁ δὲ κτήματα· καὶ γὰρ οἱ παῖδες σπλάγχνα λέγονται ὡς ἐντόσθια, καὶ ὥσπερ οἴκῳ κτήματα, οὕτω τὰ σπλάγχνα ταῖς λαγόσιν ἔγκειται. πλουσίῳ δέ καὶ παντὶ τῷ λανθάνειν πειρωμένῳ ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δέ πᾶσι τὸ ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ πονηρῶν καὶ δικῶν ἐπαγογὴν σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἀνατμηθέντα δέ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον. ἀγαθὸν δʼ ἄν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνιωμένῳ· τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει· ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα
Τὸ αἰδοῖον ἔοικε γονεῦσι μέν, ἐπεὶ τὸν σπερματικὸν ἐπέχει λόγον· τέκνοις δέ, ἐπεὶ καὶ αὐτὸ τέκνων αἴτιον. γυναικὶ δὲ καὶ ἐρωμένῃ, ὅτι πρὸς ἀφροδίσια ἐπιτήδειόν ἐστιν. ἀδελφοῖς δὲ καὶ πᾶσι τοῖς καθʼ αἷμα προσήκουσιν, ἐπεὶ [*](p. 43) τοῦ παντὸς οἴκου ὁ λόγος ἤρτηται ἀπὸ τοῦ αἰδοίου. ἰσχύι δὲ καὶ τῇ τοῦ σώματος ἀνδρείᾳ, ὅτι καὶ αὐτὸ τούτων αἴτιον διὸ ἀνδρεία πρός τινων καλεῖται. λόγοις δὲ καὶ παιδείᾳ, ὅτι γονιμώτατον πάντων τὸ αἰδοῖόν ἐστιν ὥσπερ καὶ ὁ λόγος. εἶδον δὲ καὶ ἐν Κυλλήνῃ γενόμενος Ἑρμοῦ ἄγαλμα οὐδὲν ἄλλο ἢ αἰδοῖον δεδημιουργημένον λόγῳ τινὶ
Οἱ βουβῶνες οὐ μακρὰν τῶν αἰδοίων --- οὐδὲ διάφορόν τι σημαίνουσιν. ὅθεν χρὴ κατὰ ταὐτὰ τοὺς [*](p. 44) βουβῶνας τοῖς αἰδοίοις ἐκλαμβάνειν. οἱ δὲ μηροὶ τὰ μὲν ἄλλα πάντα ἐπίσης τοῖς αἰδοίοις σημαίνουσι, μόνον δὲ πιαλέοι γενόμενοι τοῖς πλουσίοις ἀηδεῖς τετήρηνται· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον περὶ τὰ ἀφροδίσια δαπάνας σημαίνουσι σχεδὸν δέ οὐδέ δαπάνας ἀλλὰ βλάβας.
Τὰ γόνατα πρός τε ἰσχὺν καὶ εὐανδρίαν ἐστὶ ληπτέα καὶ πρὸς κινήσεις καὶ πράξεις. ὅθεν ἐρρωμένα καὶ σῶα ὄντα ἀποδημεῖν τε καὶ ἄλλην κίνησιν ἡντιναοῦν ἐπιτρέπει κινεῖσθαι καὶ πράξεις ὑπαγορεύει καὶ ὑγεῖαν τῷ ἰδόντι ἤν δέ τι πάθῃ, τἀναντία. ὅ τι δʼ ἂν ἐκ τῶν γονάτων φυτὸν πεφυκέναι δόξῃ τις ἀργοῖς χρήσεται τοῖς γόνασιν· ἐὰν δὲ νοσῶν ἴδῃ, τεθνήξεται γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν σωμάτων ἀναλύεται συγκρίματα. οἶδα δέ τινα, ὅς ἔδοξεν ἐκ τοῦ γόνατος τοῦ δεξιοῦ ἰδεῖν πεφυκότα κάλαμον, καὶ συνέβη αὐτῷ σύριγγα ἐν τῷ γόνατι γενέσθαι καὶ γὰρ ὁ κάλαμος γόνυ τε ἔχει καὶ σύριγξ γίνεται. πολλάκις δέ τὰ γόνατα πρὸς ἀδελφοὺς καὶ κοινωνοὺς διατείνει, ἐπεὶ καὶ αὐτὰ ἀδελφά ἐστιν ἀλλήλων καὶ κοινωνεῖ τῆς πορείας. ἔτι καὶ ἀπελευθέρους σημαίνει· ἐπίσης γὰρ τοῖς ποσὶν ὑπηρετεῖ, πλὴν ὑπὲρ τοὺς πόδας ὄντα εἰκότως οὐχὶ δούλους ἀλλʼ ἀπελευθέρους σημαίνει.
Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι σημαίνουσι. σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ δούλους σημαίνειν διαφέρουσί.
Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ παντὶ τῷ μισθωτοὺς τρέφοντι· σομάτων γὰρ πλειόνων [*](p. 45) ἄρξουσι. κυβερνήτῃ δὲ ἰδόντι τὸ ὄναρ γαλήνην σημαίνει·
Νῶτον δὲ καὶ τὰ ὀπίσθια πάντα τοῦ γήρως εἶναι σημαντικὰ [*](p.46) νομίζομεν. ὅθεν ὀρθῶς ἔνιοι καὶ Πλούτωνος αὐτὰ καλοῦσιν ἴδια. τοιγαροῦν ὁποῖα ἄν τις αὐτὰ δόξῃ ἔχειν, τοιούτῳ χρήσεται τῷ γήρᾳ.
Ἐν τοῖς περὶ ἀλλοώσεως πρῶτον χρη τὸ ποσὸνὅπερ κατὰ μέγεθος θεωρεῖται, σκοπεῖν, δεύτερον τὸ ποιόν, ὃ κατὰ τὴν ὕλην θεωρεῖται, τρίτον τὸ κατὰ τὴν ἰδέαν ὅπερ ἴδιον τῆς μορφῆς. καὶ τὸ μὲν ποσόν, τοῦτ’ ἔστιν ἐκ μικροῦ μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον βραχὺ ὄν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον. δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν θάνατον γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μεταβάλλειν καὶ νεανίσκῳ τὸ εἰς παῖδα ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα μεταβάλλειν ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μεταβάλλει. εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μεταβάλοι,
Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα [*](p.47) μεταβάλοι ποτὲ ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ ὁ μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή, ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μόλιστα πολιτευομένῳ· ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παραλύσει πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ σωμασκοῦσι νόσον σημαίνει θηλύτεραι γὰρ γυναῖκες ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν. ἄνδρα δὲ ἔχουσα καὶ υἱὸν χήρα διατελέσει οὐ γὰρ ἀνδρὶ ἀνδρὸς ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ, πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη, πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθήσεται·
Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παραλελύσθαι ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν τοῖς νοσοῦσιν ἀπραγίαν δέ καὶ μακρονοσίαν τοῖς ἐρρωμένοις σημαίνει.
Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτον τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό
χαλκεύειν δὲ καὶ παρεστάναι ἄκμονι ταραχὰς καὶ λύπας σημαίνει, τῷ δὲ γῆμαι προῃρημένῳ εὔνουν μὲν τὴν γυναῖκα διὰ τὰς φύσας (συμπνέουσι γάρ), μάχιμον δὲ διὰ τὰς σφύρας, ἠχοῦσι γάρ. περὶ δὲ τῶν ἄλλων τεχνῶν ἔχοντας τὰ ὑποδείγματα ὁμοίως συμβάλλειν χρὴ πρὸς τὰς ὑποστάσεις ἀφορῶντας τάς τε τῶν τεχνῶν καὶ τὰς τοῦ ἰδόντος. ἔτι κἀκεῖνο. ὅσα σημαίνουσιν αἱ τέχναι, ἤν τις αὐτὰς ἐργάζεσθαι δόξῃ, τὰ αὐτὰ σημαίνουσι καὶ οἱ τεχνῖται ὁρώμενοι καὶ τὰ ἐργαστήρια αὐτῶν καὶ τὰ ἐργαλεῖα, μικρᾶς ἐπὶ τῶν ἐργαλείων ὑπεξαιρέσεως τηρουμένης· ὅσα γὰρ τέμνει καὶ διχάζει, ταῦτα πάντα διχονοίας καὶ στάσεις καὶ βλάβας σημαίνει, ὅσα δὲ τῶν ἐργαλείων ἑνοῖ συνδεῖ, ταῦτα
Γράμματα μανθάνειν μὴ εἰδότα ἀγαθόν τι μετὰ πόνου καὶ φόβου τῷ ἰδόντι ἐσόμενον προαγορεύει· φοβοῦνται γὰρ ἅμα καὶ πονοῦσιν οἱ μανθάνοντες, πλήν ἐπὶ τῷ συμφέροντι μανθάνουσιν. εἰ δέ τις εἰδὼς γράμματα πάλιν μανθάνοι, πονηρὸν καὶ ἄτοπον νομίζειν χρή· παιδαριῶδες γὰρ τὸ μανθάνειν. διὸ ἀπραξίας ἅμα τοῖς φόβοις καὶ πόνοις σημαίνει. μόνῳ δὲ τῷ ἐπιθυμοῦντι παιδὸς ἀγαθὸν τὸ τοιοῦτον οὐ γὰρ αὐτὸς ἀλλʼ ὁ ἐξ αὐτοῦ γενησόμενος παῖς μαθήσεται γράμματα. εἰ δέ τις Ἑλληνικὰ μανθάνοι γράμματα Ῥωμαῖος ὢν ἢ Ῥωμαϊκὰ Ἕλλην, ὁ μὲν εἰς Ἑλληνικὰς διατριβὰς ὁ δὲ εἰς Ῥωμαϊκὰς ἀφίξεται. πολλοὶ δὲ καὶ ἔγημαν Ῥωμαῖοι μὲν Ἑλληνίδας Ἕλληνες δὲ Ῥωμαίας τοιοῦτον ἰδόντες ὄνειρον. οἶδα δέ τινα, ὃς ἔδοξε Ῥωμαϊκὰ γράμματα μανθάνειν, καὶ εἰς δοῦλον κατεκρίθη· οὐδὲ γὰρ ἓν δοῦλος Ἑλληνιστὶ διδάσκεται. βαρβαρικὰ δὲ γράμματα ἀναγινώσκειν δοκεῖν καλῶς καὶ ἑκτικῶς εἰς βαρβάρους σημαίνει χώρας καὶ διατριβὰς ἀφικέσθαι κἀκεῖ πρᾶξαί τι λαμπρόν τὸ δὲ κακῶς ἀναγινώσκειν τὰ βαρβαρικὰ γράμματα [*](p.51) κακῶς ἐν βαρβάροις ἀπαλλάξαι σημαίνει ἢ νοσήσαντα παρακόψαι διὰ τὸ ξένον τῆς φονῆς. οἷα δʼ ἄν γράμματά τις μὴ δύνηται γράφειν ἀναγινώσκειν, ἀπραγήσει· καὶ εἰ μὲν ὀλίγα, πρὸς ἡμέρας· εἰ δὲ πολλά, πρὸς μῆνας.
Ἐφηβεύειν δοῦλος ἐὰν δόξῃ, ἐλεύθερος ἔσται, ἐπειδὴ μόνοις ἐλευθέροις ἐφίησιν ὁ νόμος. παντὶ δὲ χειροτέχνῃ καὶ ῥήτορι σχολὴν καὶ ἀργίαν εἰς ἐνιαυτὸν σημαίνει· χρὴ γὰρ τὸν ἔφηβον ἐν τῇ χλαμύδι τὴν δεξιὰν ἔχειν ἐνειλημένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἐνιαυτὸν δὲ εἶπον διὰ τὸν τῆς ἐφηβίας χρόνον. εἰ δέ που τριετίας ἐφηβεύουσι χρόνον, πρὸς τὸ τοπικὸν ἐξετάζειν χρή. ἀποδημεῖν δὲ κωλύει καὶ τὸν ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἐπανάγει· ἔνδημον γὰρ χρὴ εἶναι τὸν ἐφηβεύοντα. καὶ τῷ ἀγάμῳ γάμον προσημαίνει· νόμῳ μὲν γὰρ ἡ χλαμὺς περιτίθεται, νόμῳ δὲ καὶ ἡ γυνὴ γαμεῖται. καὶ εἰ μὲν ἡ χλαμὺς εἴη λευκή, ἐλευθέραν ὁ ἰδὼν γαμήσει· εἰ δὲ μέλαινα, ἀπελευθέραν· εἰ δὲ πορφυρᾶ, εὐγενεστέραν ἑαυτοῦ, οὐδαμῶς δὲ δούλην. εἰ δέ τις ἐπιθυμῶν τέκνων καὶ γεγονότα υἱὸν ἔχων ἴδοι τὸ ὄναρ, οὐκ αὐτὸς ἀλλʼ ὁ υἱὸς αὐτοῦ ἐφηβεύσει. ἀνδρὶ δὲ πρεσβύτῃ καὶ ὑπὲρ ἡλικίαν θάνατον μαντεύεται τὸ ὄναρ, καὶ τοὺς παρανομοῦντας ἐλέγχει. τοῖς δὲ δικαιοπραγοῦσι συλλαμβάνει· σχεδὸν γὰρ ἡ ἐφηβία κανών ἐστιν ὀρθοῦ βίου καὶ ὑγιοῦς. ἀθλητῇ δὲ πρὸ μὲν ἐγκρίσεως πονηρόν, ἐπειδὴ ἔκκρισιν ὡς ὑπὲρ ἡλικίαν προαγορεύει· οὐ γὰρ εἰς μακρὰν ὁ ἔφηβος ἔσται ἀνήρ· παλαιστῇ δὲ ἀθλοῦντι τὸ μὴ καταλαθεῖν [*](p.52)
Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν ἀπόλαυσις τῷ ἰδόντι περιέσται. ἁρπαστὸν δὲ καὶ σφαῖρα φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταίρας ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν. ἁλτῆρες δὲ καὶ ἡ διʼ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπραξίας καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προαγορεύουσιν ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο ἢ παρασκευὴ χειρῶν. θύλακοι δέ καὶ σφῆνες καὶ ὑπεράλματα καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦμεν, ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν.
Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλομένοις συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. τὰ δὲ κρυπτὰ ἐλέγχει διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκειται γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, διʼ ὧν ἕξεισι μὲν τὸ πνεῦμα, οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρεσίᾳ ὄντας τῆς δουλείας ἐλευθεροῖ ἴδιον γὰρ ἐλευθέρων τὸ ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν οὐ γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ
Τὸ δὲ πενταθλεῖν δοκεῖν ἐπὶ πάντων ἐτήρησα ἀποδημίαν μὲν πρῶτον τὴν ἐκ τόπου εἰς τόπον κίνησιν σημαῖνον διὰ τὸν δρόμον, ἔπειτα δὲ ζημίας τινὰς ἢ δαπάνας ἀκαίρους ἐξοδιασμούς τινας παρὰ γνώμην διὰ τὸν δίσκον, ὃς χάλκεος ὢν τῶν χειρῶν ἀπορρίπτεται πολλάκις δὲ ἀνίας τε καὶ φροντίδας ἐπὶ τούτοις διὰ τὰ πηδήματα τὰ ἐν τῇ ἁλτηρίᾳ· συνάλλεσθαι γάρ φαμεν καὶ τοὺς ἀνιωμένους ἐπὶ τοῖς προσπεσοῦσιν αἰφνίδιον ἔτι καὶ μάχας καὶ ἀντιλογίας πρός τινας διὰ τοὺς ἄκοντας καὶ τὸν ῥοῖζον καὶ τὸ τάχος, ἃ λόγοις ἔοικεν εὐτόνοις· ἔπειτα περὶ γῆς πρός τινας
Τρέχειν ἁπλοῦν δρόμον πᾶσιν ἀγαθὸν πλὴν νοσούντων, ὅταν γε νικᾶν ὑπολάβωσιν· οἱ μὲν γὰρ ἐπὶ τὸ τέρμα τῶν προκειμένων ἀφίξονται (διὸ καὶ οἱ δοῦλοι ἐλευθεροῦνται ἐπὶ τούτῳ τῷ ὀνείρῳ), οἱ δὲ ἐπὶ τὸ πέρας τοῦ βίου τὸ ζῆν τελευτήσαντες ἀφίξονται. ὁ δὲ δίαυλος τὰ αὐτὰ τῷ σταδίῳ σημαίνων ἐξ ὑπερθέσεως ἕκαστα ποιεῖν εἴωθεν, ὡς καὶ ὁ δόλιχος ἐκ πολλῶν ὑπερθέσεων. ἐξαιρέτως δὲ ὁ δόλιχος γυναιξὶ πορνείαν κ ἑταιρικὸν βίον προαγορεύει.
Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν. ἀθληταῖς δὲ παισὶ μὲν [*](p. 56) οὐκ ἐπίσημον διὰ τὴν τῆς ἐγκρίσεως ἡλικίαν, ἀνδράσι δὲ ἄπρακτον παιδικὴ γὰρ ἡ ἔγκρισις. τὸ δὲ δοκεῖν ἐκκρίνεσθαι πάντας βλάπτον ἔτι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. οἶδα δέ τινα, ὃς ἔδοξεν Ὀλυμπίασιν ἐκκρίνεσθαι, καὶ εἰς μέταλλον κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι αὐτῷ.
Παλαίειν τινὶ τῶν ἀφʼ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασιαζόντων ὁποτέρου ἄν παλαίοντος ὄναρ ἡ νίκη γένηται, τούτου καὶ μεθʼ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς