Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐπὶ δὲ τούτοις ὁ μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, ὁ δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δʼ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας· τοὺς δʼ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους· οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.

ταῦτα διαθέμενος ἐχείμαζεν ἐν ταῖς Ἀθήναις μετὰ τῆς Ὀκταουίας, καθὰ καὶ ἐν Ἀλεξανδρείᾳ μετὰ τῆς Κλεοπάτρας, τὰ μὲν ἐκ τῶν στρατοπέδων ἐπιστελλόμενα ἐφορῶν μόνα, ἀφέλειαν δὲ ἰδιωτικὴν αὖθις ἐξ ἡγεμονίας καὶ σχῆμα τετράγωνον ἔχων καὶ ὑπόδημα Ἀττικὸν καὶ θύρας ἠρεμούσας. ἔξοδοί τε ἦσαν ὁμοίως ἄνευ σημείων αὐτῷ, σὺν δύο φίλοις καὶ σὺν ἀκολούθοις δύο, ἐς διδασκάλων διατριβὰς ἢ ἀκροάσεις. καὶ τὸ δεῖπνον ἦν Ἑλληνικὸν καὶ μεθʼ Ἑλλήνων ἡ γυμνασία πανηγύρεις τε σὺν θυμηδίᾳ μετὰ τῆς Ὀκταουίας· πολὺς γὰρ καὶ ἐς τήνδε ἐρρύη, ταχὺς ὢν ἐς ἔρωτας γυναικῶν. λήγοντος δὲ τοῦ χειμῶνος, ὥσπερ ἑτέρῳ γενομένῳ, ἥ τε ἐσθὴς αὖθις καὶ μετὰ τῆς ἐσθῆτος ἡ ὄψις ἐνηλλάσσετο, καὶ πλῆθος ἦν ἀμφὶ τὰς θύρας αὐτίκα σημείων τε καὶ ἡγεμόνων καὶ δορυφόρων, καὶ φόβου πάντα μεστὰ καὶ καταπλήξεως· πρεσβεῖαί τʼ ἐσεδέχοντο, αἳ τέως ἠρέμουν κεκελευσμέναι, καὶ δίκαι διεκρίνοντο, καὶ νῆες καθείλκοντο, καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα συνεκινεῖτο.

καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, Καίσαρι δὲ καὶ Πομπηίῳ διελύθησαν αἱ γενόμεναι σπονδαί, κατὰ μὲν αἰτίας, ὡς ὑπενοεῖτο, ἑτέρας, αἱ δὲ ἐς τὸ φανερὸν ὑπὸ τοῦ Καίσαρος ἐκφερόμεναι αἵδε ἦσαν. Πελοπόννησον Ἀντώνιος μὲν ἐδίδου Πομπηίῳ, κελεύων, ὅσα ἔτι ὤφειλον αὑτῷ Πελοποννήσιοι δόντα ἢ αὐτὸν ἀναδεξάμενον ἀποδώσειν παραλαβεῖν ἢ περιμεῖναι τὴν πρᾶξιν αὐτῶν. ὁ δὲ οὐκ ἐδέχετο μὲν ἐπὶ τοῖσδε τὴν χώραν, ἡγούμενος αὑτῷ σὺν τοῖς ὀφλήμασι δεδόσθαι· χαλεπαίνων δέ, ὡς ὁ Καῖσαρ ἔλεγεν, εἴτε ἐπὶ τούτοις εἴτε κατὰ γνώμην ἄπιστον εἴθʼ ὑπὸ ζήλου τῶν ἑτέρων μεγάλους στρατοὺς ἐχόντων εἴτε Μηνοδώρου διερεθίζοντος αὐτὸν ἀνοχὰς μᾶλλον ἢ βεβαίους σπονδὰς εἶναι νομίζειν, ναῦς ἄλλας ἐποιεῖτο καὶ ἐρέτας συνέλεγε καὶ τῷ στρατῷ ποτε ἐδημηγόρησε χρῆναι παντὸς οὕνεκα παρασκευάζεσθαι. λῃστήριά τε αὖθις ἀφανῆ τὴν θάλασσαν ἠνώχλει, καὶ μικρὸν ἢ οὐδὲν ἄκος τοῦ λιμοῦ γεγένητο Ῥωμαίοις, ὥστε ἐβόων οὐκ ἀπαλλαγὴν τῶν κακῶν, ἀλλʼ ἐπίληψιν τετάρτου τυράννου κατὰ σπονδὰς γεγονέναι. καὶ ὁ Καῖσάρ τινα λῃστήρια συλλαβὼν ἐβασάνιζεν, οἳ Πομπήιον σφᾶς ἔλεγον ἐπιπέμψαι· καὶ τάδε αὐτὰ ὁ Καῖσαρ τῷ δήμῳ προσέφερε καὶ ἐπέστελλεν αὐτῷ Πομπηίῳ. ὁ δὲ ἐξελογεῖτο μὲν ὑπὲρ τούτων, ἀντενεκάλει δὲ Πελοποννήσου χάριν.

ὅσοι δὲ τῶν ἐπιφανῶν ἦσαν ἔτι παρὰ τῷ Πομπηίῳ, ὁρῶντες αὐτὸν αἰεὶ πειθόμενον τοῖς ἀπελευθέροις, διέφθειραν ἐνίους τῶν ἀπελευθέρων, εἴτε ἀπὸ σφῶν αὐτῶν εἴτε ἐς χάριν Καίσαρος, ἐξοτρύνειν ἐπὶ Μηνοδώρῳ, Κύρνου καὶ Σαρδοῦς ἔτι ἄρχοντι, τὸν δεσπότην. οἱ δὲ καὶ αὐτοὶ φθόνῳ τῆς Μηνοδώρου δυνάμεως ἑκόντες ἐποίουν. καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δʼ αὐτῶν ἡμερῶν Φιλάδελφος, ὁ Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων ὁ πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου· ὑπισχνεῖτο δὲ ἐγχειριεῖν Σαρδὼ καὶ Κύρνον καὶ τρία τέλη στρατοῦ καὶ ψιλῶν πλῆθος ἕτερον. καὶ τόδε ὂν ἔργον εἴτε Φιλαδέλφου εἴτε τῶν ἐς Μηνόδωρον παρὰ Πομπηίου διαβολῶν, ὁ Καῖσαρ οὐκ εὐθὺς μέν, ἐδέξατο δʼ ὅμως, ἡγούμενος ἔργῳ τὴν εἰρήνην λελύσθαι. καὶ Ἀντώνιον ἐξ Ἀθηνῶν ἐς τὸ Βρεντέσιον ἐς ἡμέραν ῥητὴν παρεκάλει, συμβουλευσόμενος αὐτῷ περὶ τοῦδε τοῦ πολέμου· ναῦς τε μακρὰς ἐκ Ῥαβέννης καὶ στρατὸν ἐκ τῆς Κελτικῆς καὶ παρασκευὴν ἄλλην ἐς τὸ Βρεντέσιον καὶ ἐς Δικαιάρχειαν ὀξέως περιέπεμπεν, ὡς ἑκατέρωθεν ἐπιπλευσούμενος τῇ Σικελίᾳ, ἢν Ἀντωνίῳ συνδοκῇ.

ὁ δὲ ἦλθε μὲν ἐς τὴν τεταγμένην ἡμέραν σὺν ὀλίγοις, Καίσαρα δὲ οὐχ εὑρὼν οὐ περιέμεινεν, εἴτε τὴν γνώμην τοῦ πολέμου μεμψάμενος ὡς παράσπονδον εἴτε τὴν Καίσαρος παρασκευὴν ἰδὼν πολλὴν οὖσαν ʽοὐ γάρ ποτε αὐτοὺς ἀνέπαυε φόβων ἡ τῆς μοναρχίας ἐπιθυμίἀ, εἴτε τι σημεῖον δειδισάμενος. τῶν γὰρ περικοιμωμένων αὐτοῦ τῇ σκηνῇ πρὸς θηρίων τις εὑρέθη δεδαπανημένος, ἄνευ τοῦ προσώπου μόνου, καθάπερ ἐς ἐπίδειξιν παραλελειμμένου, οὔτε τι βοήσας οὔτε τινὸς τῶν συναναπαυομένων ᾐσθημένου· καὶ λύκον ἔλεγον οἱ Βρεντέσιοι πρὸ ἕω φανῆναι τῶν σκηνωμάτων ἐκθέοντα. ἔγραφέ γε μὴν τῷ Καίσαρι μὴ λύειν τὰ συγκείμενα καὶ ἠπείλει Μηνόδωρον ἀπάξειν ὡς ἑαυτοῦ δραπέτην· γεγένητο γὰρ Πομπηίου Μάγνου, τὴν δὲ τοῦ Μάγνου περιουσίαν ὁ Ἀντώνιος ἐώνητο νόμῳ πιπρασκομένην ὡς πολεμίου.

ὁ δὲ Καῖσαρ ἔπεμπεν ἐς Σαρδόνα καὶ Κύρνον τοὺς παραληψομένους, ἃ Μηνόδωρος ἐνεχείριζεν, ἐκρατύνετο δὲ τὰ παράλια τῆς Ἰταλίας φρουρίοις πολλοῖς, μὴ αὖθις αὐτὰ ὁ Πομπήιος ἐπιδράμοι. τριήρεις δὲ ἑτέρας ἐν Ῥώμῃ καὶ ἐν Ῥαβέννῃ προσέτασσε γίγνεσθαι καὶ στρατὸν πολὺν ἐκ τῆς Ἰλλυρίδος μετεπέμπετο· Μηνόδωρόν τε ἐλθόντα ἐλεύθερον εὐθὺς ἀπέφηνεν ἐξ ἀπελευθέρου καὶ ὧν αὐτὸς ἤγαγε νεῶν, ἐπέτρεπεν ἡγεῖσθαι, ὑποστρατηγοῦντα τῷ ναυάρχῳ Καλουισίῳ. ταῦτα μὲν δὴ καθιστάμενος ὁ Καῖσαρ καὶ παρασκευὴν ἔτι πλέονα συνάγων ἐβράδυνε καὶ τὸν Ἀντώνιον οὐ περιμείναντα ἐμέμφετο, τὴν δʼ οὖσαν ἤδη παρασκευὴν ἐκέλευε Κορνιφίκιον ἐκ Ῥαβέννης μεταγαγεῖν ἐς Τάραντα. Κορνιφικίῳ μὲν δὴ χειμὼν περιπλέοντι ἐπιγίγνεται, καὶ μόνη τῶν νεῶν ἡ ναυαρχὶς ἡ γενομένη Καίσαρι διεφθάρη· καὶ ἔδοξε τοῦτʼ ἐς τὰ μέλλοντα σημῆναι. ἐπιπολαζούσης δὲ ὑπονοίας ἔτι, ὡς παρασπόνδως ὁ πόλεμος ὅδε γίγνοιτο, τὴν ὑπόνοιαν ὁ Καῖσαρ ἐκλύων ἐπέστελλε τῇ πόλει καὶ τὸν στρατὸν αὐτὸς ἐδίδασκεν, ὅτι τὰς σπονδὰς ὁ Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε καὶ τοῦθʼ οἱ λῃσταὶ κατείποιεν αὐτοῦ, κατείποι δὲ καὶ Μηνόδωρος τὴν ὅλην γνώμην, μάθοι δὲ καὶ Ἀντώνιος καὶ διὰ τοῦτο Πελοπόννησον οὐ δοίη.

ὡς δὲ αὐτῷ τὰ ἐν χερσὶν ἕτοιμα γεγένητο, ἐπέπλει τῇ Σικελίᾳ, αὐτὸς μὲν ἐκ Τάραντος, Καλουίσιος δὲ Σαβῖνος καὶ Μηνόδωρος ἀπὸ Τυρρηνίας· περιῄει δὲ καὶ τὸ πεζὸν ἐς Ῥήγιον, καὶ μετὰ σπουδῆς ἐταχύνετο ἅπαντα. ὁ δὲ Πομπήιος τῆς μὲν αὐτομολίας τοῦ Μηνοδώρου ἐπιπλέοντος ἤδη Καίσαρος ᾔσθετο, πρὸς δὲ τὸν ἑκατέρωθεν ἐπίπλουν αὐτὸς μὲν ὑπέμεινεν ἐν Μεσσήνῃ τὸν Καίσαρα, Καλουισίῳ δὲ καὶ Μηνοδώρῳ τὸν ἔχθιστον τῷ Μηνοδώρῳ μάλιστα τῶν ἐξελευθέρων ἑαυτοῦ Μενεκράτη προσετασσεν ἀπαντᾶν ἐπὶ στολου πολλοῦ. ὅδε οὖν ὁ Μενεκράτης ἐπιφαίνεται τοῖς πολεμίοις περὶ δείλην ἑσπέραν πελάγιος. καὶ οἱ μὲν ἐς τὸν κόλπον τὸν ὑπὲρ Κύμης συνέφυγον καὶ τὴν νύκτα ἀνεπαύοντο, καὶ Μενεκράτης ἐς Αἰναρίαν παρῆλθεν· ἠοῦς δὲ ἀρχομένης οἱ μὲν τὸν κόλπον ἐν χρῷ παρὰ τὴν γῆν αὐτὴν μηνοειδεῖ στόλῳ παρέπλεον, ἵνα μὴ αὐτοὺς διεκπλέοιεν οἱ πολέμιοι, ὁ δὲ Μενεκράτης αὐτοῖς αὖθις ἐπιφαίνεταί τε καὶ εὐθὺς ἐπλησίαζεν ὑπὸ ῥύμης καὶ τάχους· δρᾶν δὲ οὐκ ἀναγομένους ἐς τὸ πέλαγος οὐδὲν μέγα ἔχων, ἐς τὴν γῆν ἐγχρίμπτων ἐξεώθει. οἱ δὲ ἐξώκελλόν τε ὁμοῦ καὶ τὰς ἐμβολὰς ἀπεμάχοντο. ἦν δὲ τοῖς μὲν ἐς τὸ πέλαγος ἀναχώρησίς τε καὶ ἐφόρμησις, ὅτε βούλοιντο, καὶ σκαφῶν ἑτέρων ἀλλαγὴ παρὰ μέρος· οἱ δὲ ἔκαμνον ἔκ τε τῶν πετρῶν, ἐφʼ ἃς ἐπώκελλον, καὶ ὑπὸ τῆς ἀκινησίας τῶν νεῶν· πεζομαχεῖν γὰρ πρὸς ναυμαχοῦντας ἐῴκεσαν, οὔτε διώκειν οὔτε ἐκκλίνειν ἔχοντες.

ἐν δὲ τούτῳ Μηνόδωρος καὶ Μενεκράτης καθορῶσιν ἀλλήλους καὶ τὸν ἄλλον πόνον ἀφέντες αὐτίκα μετʼ ὀργῆς καὶ βοῆς ἀλλήλοις ἐπέπλεον, ἐν τῷδε τὴν νίκην καὶ τὸ κεφάλαιον τοῦ πολέμου τιθέμενοι, ἐν ᾧ τις αὐτῶν κρατήσειν ἔμελλεν. αἱ μὲν δὴ νῆες ἀλλήλαις ὑπὸ ῥύμης ἐνέπεσον καὶ συνέτριψαν ἡ μὲν τὸν ἔμβολον τῆς Μηνοδώρου νεώς, ἡ δὲ τὸν ταρσὸν τῆς Μενεκράτους· ἐπεὶ δὲ αὐταῖς ἑκατέρωθεν χεῖρες ἐπεβλήθησαν σιδηραῖ, τῶν μὲν νεῶν οὐδὲν ἔτι ἔργον ἦν, συνεστηκυίας ἑκατέρας, οἱ δὲ ἄνδρες ὥσπερ ἐν γῇ πόνου καὶ ἀρετῆς οὐδὲν ἀπέλειπον. ἀκόντιά τε γὰρ ἦν ἀθρόα καὶ λίθοι καὶ τοξεύματα ἐπʼ ἀλλήλους, καὶ ἐπὶ τὰς ναῦς καταρράκτας ἐρρίπτουν ἐς τὸ ἐπιέναι διʼ αὐτῶν. ὑψηλοτέρας δʼ οὔσης τῆς Μηνοδώρου νεώς, οἵ τε καταρράκται τοῖς τολμῶσιν ἦσαν εὐεπιβατώτεροι καὶ τὰ βαλλόμενα ὡς ἀφʼ ὑψηλοῦ βιαιότερα. τεθνεώτων δʼ ἤδη πολλῶν καὶ τῶν ὑπολοίπων κατατετρωμένων, ὁ μὲν Μηνόδωρος ὀβελῷ τὸν βραχίονα ἐτρώθη, καὶ ὁ ὀβελὸς ἐξῃρέθη, ὁ δὲ Μενεκράτης τὸν μηρὸν ἀκοντίῳ πολυγλώχινι Ἰβηρικῷ ὁλοσιδήρῳ, καὶ οὐκ ἦν ἐξελεῖν αὐτὸ σὺν ἐπείξει. ἀχρεῖος οὖν ὁ Μενεκράτης ἐς μάχην γενόμενος ἐπέμενε καὶ ὥς, τοὺς ἄλλους ἐποτρύνων, μέχρι λαμβανομένης τῆς νεὼς ἐς τὸν βυθὸν τοῦ πελάγους ἑαυτὸν ἔρριψεν. καὶ τὴν μὲν ναῦν ὁ Μηνόδωρος ἀνεδήσατο καὶ ἐς τὴν γῆν ἀπέπλευσεν, οὐδὲν ἔτι δρᾶν οὐδὲ ἐκεῖνος δυνάμενος.

καὶ τὸ μὲν λαιὸν τῆς ναυμαχίας οὕτως ἐπεπράχει. ἐκ δὲ τοῦ δεξιοῦ Καλουίσιος μέν, διαπλέων ἐς τὸ λαιόν, ἀπετέμετό τινας τῶν Μενεκράτους νεῶν καὶ ἐκφυγούσας εἰς τὸ πέλαγος ἐδίωκε, Δημοχάρης δʼ, ὁ τοῦ Μενεκράτους συνεξελεύθερός τε καὶ ὑποστράτηγος, ταῖς λοιπαῖς τοῦ Καλουισίου συμπεσών, τὰς μὲν ἐς φυγὴν ἐτρέπετο, τὰς δὲ ἐς πέτρας συνήραξε, καὶ τῶν ἀνδρῶν ἐξαλομένων ἐνεπίμπρα τὰ σκάφη, μέχρι Καλουίσιος ἐκ τῆς διώξεως ἐπανιὼν τάς τε φευγούσας τῶν ἰδίων ἐπανήγαγε καὶ τὰς ἐμπιπραμένας ἐκώλυσε. καὶ νυκτὸς ἐπιλαβούσης ηὐλίσαντο πάντες, ἔνθα καὶ τῆς προτέρας.

ἡ μὲν δὴ ναυμαχία ἐς τοῦτο ἐτελεύτα, καὶ προῦχεν ἐν αὐτῇ τὰ Πομπηίου παρὰ πολύ· Δημοχάρης δὲ βαρυθυμῶν ἐπὶ τῷ θανάτῳ Μενεκράτους ὡς ἐπὶ ἥττῃ μεγίστῃ (δύο γὰρ οἵδε ἦσαν μάλιστα τῷ Πομπηίῳ θαλάσσης ἐργάται, Μενεκράτης τε καὶ Μηνόδωρος), ἅπαντα μεθεὶς ἐκ χειρῶν εὐθὺς ἐς Σικελίαν ἔπλει, καθάπερ οὐ τὸ Μενεκράτους σῶμα καὶ ναῦν μίαν, ἀλλὰ τὸν στόλον ὅλον ἀποβαλών.