Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Πομπήιον δὲ οἱ μὲν ἄλλοι πάντες ὁμαλῶς ἔπειθον ἐς τὴν εἰρήνην, Μηνόδωρος δὲ ἀπὸ Σαρδοῦς ἐπέστελλεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ βραδύνειν ἔτι, ὡς τοῦ λιμοῦ σφῶν προπολεμοῦντος καὶ τῶν συμβάσεων, εἰ καραδοκοίη, κρεισσόνων ἐσομένων· Μοῦρκόν τε τούτοις ἐνιστάμενον ὑποβλέπειν ἐκέλευεν ὡς ἀρχὴν αὑτῷ περικτώμενον. ὁ δὲ καὶ τέως τὸν Μοῦρκον διά τε ἀξίωμα καὶ γνώμην ἐγκρατῆ βαρυνόμενος ἔτι μᾶλλον ἐκ τῶνδε ἀπερρίπτει, καὶ οὐδὲν ἦν, ὅ τι Μούρκῳ προσεῖχεν, ἕως ὁ μὲν Μοῦρκος ἀχθόμενος ἐς Συρακούσας ὑπεχώρει καί τινας ἰδὼν φύλακας ἑπομένους ἐκ Πομπηίου, φανερῶς αὐτὸν ἐν τοῖς φύλαξιν ἐλοιδόρει. ὁ δὲ χιλίαρχον καὶ λοχαγὸν αὐτοῦ Μούρκου διαφθείρας ἔπεμψεν ἀνελεῖν αὐτὸν καὶ φάσκειν ὑπὸ θεραπόντων ἀνῃρῆσθαι· ἔς τε πίστιν τῆς ὑποκρίσεως τοὺς θεράποντας ἐσταύρου. οὐ μὴν ἐλάνθανε δεύτερον ἐπὶ Βιθυνικῷ τόδε μύσος ἐργασάμενος, περὶ ἄνδρα καὶ τὰ πολέμια λαμπρὸν καὶ τῆς αἱρέσεως ἐγκρατῆ φίλον ἀπʼ ἀρχῆς καὶ ἐς αὐτὸν Πομπήιον εὐεργέτην τε ἐν Ἰβηρίᾳ γενόμενον καὶ ἑκόντα ἐλθόντα ἐς Σικελίαν.

Μοῦρκος μὲν δὴ τεθνήκει, τῶν δʼ ἄλλων τὸν Πομπήιον ἐς τὰς διαλύσεις ἐπειγόντων καὶ τὸν Μηνόδωρον διαβαλλόντων ἐς φιλαρχίαν ὡς οὐκ εὐνοίᾳ τοῦ δεσπότου μᾶλλον ἢ ὅπως αὐτὸς ἄρχοι στρατοῦ καὶ χώρας ἐνιστάμενον, ἐνδοὺς ὁ Πομπήιος ἐς τὴν Αἰναρίαν διέπλει ναυσὶ πολλαῖς ἀρίσταις, ἑξήρους λαμπρᾶς ἐπιβεβηκώς. καὶ Δικαιάρχειαν μὲν οὕτω σοβαρῶς παρέπλευσε περὶ ἑσπέραν, ἐφορώντων τῶν πολεμίων· ἅμα δὲ ἕῳ, καταπηχθέντων σταυρῶν ἐξ ὀλίγου διαστήματος ἐν τῇ θαλάσσῃ, σανίδες τοῖς σταυροῖς ἐπετέθησαν, καὶ διὰ τῶνδε τῶν καταστρωμάτων ὁ μὲν Καῖσαρ καὶ ὁ Ἀντώνιος παρῆλθον ἐς τὸ πρὸς τῇ γῇ πεποιημένον, ὁ δὲ Πομπήιος καὶ ὁ Λίβων ἐς τὸ πελαγιώτερον, ὀλίγου ῥεύματος αὐτοὺς διείργοντος μὴ κεκραγότας ἀλλήλων ἀκούειν. ἐπεὶ δὲ ὁ μὲν Πομπήιος ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς ἥκειν ᾤετο ἀντὶ Λεπίδου, οἱ δὲ ὡς κάθοδον αὐτῷ δώσοντες μόνην, τότε μὲν ἐπʼ οὐδενὶ ἔργῳ διεκρίθησαν, διαπομπαὶ δὲ συχναὶ τῶν φίλων ἦσαν ἐπὶ ποικίλαις ἑκατέρων προκλήσεσιν. ᾔτει δʼ ὁ Πομπήιος τῶν προγεγραμμένων τε καὶ οἷ συνόντων τοῖς μὲν ἀνδροφόνοις Γαΐου Καίσαρος φυγὴν ἄδολον, τοῖς δὲ λοιποῖς κάθοδόν τε ἔντιμον καὶ τὰς οὐσίας, ἃς ἀναλώκεσαν. ἐπειγόμενοι δὲ ἐς τὰς συμβάσεις ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ δήμου, ἐς τὸ τέταρτον μόλις ἐνεδίδουν ὡς ὠνησόμενοι παρὰ τῶν ἐχόντων· καὶ τοῖς προγεγραμμένοις αὐτοῖς περὶ τούτων ἐπέστελλον, ἐλπίζοντες αὐτοῖς αὐτοὺς ἀγαπῆσειν. οἱ δὲ ἐδέχοντο πάντα, ἐπεὶ καὶ Πομπήιον αὐτὸν ἐδεδοίκεσαν ἤδη διὰ τὸ Μούρκου μύσος· καὶ προσιόντες τῷ Πομπηίῳ συνθέσθαι παρεκάλουν, ὅτε καὶ τὴν ἐσθῆτα κατερρήξατο ὁ Πομπήιος ὡς καὶ τῶνδε προδιδόντων αὑτόν, ὧν προμάχεται, καὶ θαμινὰ τὸν Μηνόδωρον ὡς στρατηγικὸν καὶ μόνον εὔνουν ἀνεκάλει.

Μουκίας δὲ αὐτὸν τῆς μητρὸς καὶ Ἰουλίας τῆς γυναικὸς ἐναγουσῶν, αὖθις οἱ τρεῖς συνῆλθον ἐς τὸ ἀμφίκλυστον Δικαιαρχέων χῶμα, περιορμουσῶν τῶν φυλακίδων νεῶν, καὶ συνέβησαν ἐπὶ τοῖσδε· λελύσθαι μὲν τὸν πόλεμον αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τὰς ἐμπορίας ἀκωλύτους εἶναι πανταχοῦ, Πομπήιον δὲ τὰς φρουρὰς ἐξαγαγεῖν, ὅσαι κατὰ τὴν Ἰταλίαν εἰσί, καὶ μηκέτι τοὺς ἀποδιδράσκοντας οἰκέτας ὑποδέχεσθαι μηδʼ ἐφορμεῖν ναυσὶ τὴν ἀκτὴν τῆς Ἰταλίας, ἄρχειν δὲ Σαρδοῦς καὶ Σικελίας καὶ Κύρνου καὶ ὅσων ἄλλων εἶχεν ἐς τότε νήσων, ἐς ὅσον ἄρχοιεν τῶν ἑτέρων Ἀντώνιός τε καὶ Καῖσαρ, πέμποντα Ῥωμαίοις τὸν ἐκ πολλοῦ τεταγμένον αὐταῖς φέρειν σῖτον, ἐπιλαβεῖν δὲ καὶ Πελοπόννησον ἐπὶ ταύταις, ὑπατεῦσαι δʼ ἀπόντα, διʼ ὅτου κρίνοι τῶν φίλων, καὶ τῆς μεγίστης ἱερωσύνης ἐς τοὺς ἱερέας ἐγγραφῆναι. καὶ τάδε μὲν εἶναι Πομπηίῳ, κάθοδον δὲ τοῖς ἔτι φεύγουσι τῶν ἐπιφανῶν, πλὴν εἴ τις ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος ψήφῳ καὶ κρίσει κατέγνωσται· καὶ τῆς περιουσίας τοῖς μὲν ἄλλοις, ὅσοι κατὰ φόβον ἔφευγον καὶ τὰ ὄντα αὐτοῖς ἐκ βίας ἀπωλώλει, τὸ ἐντελὲς ἀποδοθῆναι χωρὶς ἐπίπλων, τοῖς δὲ προγεγραμμένοις μοῖραν τετάρτην. καὶ τῶν ἐστρατευμένων τῷ Πομπηίῳ τοὺς μὲν οἰκέτας ἐλευθέρους εἶναι, τοῖς δʼ ἐλευθέροις, ὅτε παύσαιντο τῆς στρατείας, τὰ αὐτὰ δοθῆναι γέρα τοῖς ἐστρατευμένοις Καίσαρί τε καὶ Ἀντωνίῳ.

ἐς ταῦτα συνέβησαν καὶ ταῦτα συνεγράψαντο καὶ ἐσημήναντο καὶ ταῖς ἱεραῖς παρθένοις φυλάσσειν ἔπεμψαν ἐς Ῥώμην. ἐξένιζον δʼ ἀλλήλους αὐτίκα, περὶ τῆς τάξεως διαλαχόντες, πρῶτος μὲν ἐπὶ ἑξήρους Πομπήιος περιωρμις μένης ἐς τὸ χῶμα, ταῖς δὲ ἑξῆς Ἀντώνιός τε καὶ Καῖσαρ, σκηνοποιησάμενοι καὶ οἵδε ἐπὶ τοῦ χώματος, πρόφασιν μὲν ὡς ἅπαντες ἐπὶ ἀκτῆς ἑστιῷντο, τάχα δʼ ἐς ἀσφάλειαν ἀνύποπτον. οὐδὲ γὰρ οὐδʼ ὣς εἶχον ἀμελῶς, ἀλλʼ αἵ τε νῆες αὐτοῖς παρώρμουν, καὶ οἱ φύλακες περιειστήκεσαν, καὶ οἱ περὶ τὸ δεῖπνον αὐτὸ ἀφανῶς εἶχον ὑπεζωσμένα ξιφίδια. λέγεται δὲ Μηνόδωρος ἑστιωμένων ἐν τῇ νηὶ τῶν ἀνδρῶν πέμψαι Πομπηίῳ, προτρέπων αὐτὸν ἐπιθέσθαι τοῖς ἀνδράσι καὶ τίσασθαι μὲν τῆς ἐς τὸν πατέρα καὶ τὸν ἀδελφὸν ἁμαρτίας, ἀναλαβεῖν δὲ τὴν ἀρχὴν τὴν πατρῴαν διʼ ὀξυτάτης ἀφορμῆς· ἐπιμελήσεσθαι γὰρ αὐτὸς ἐν ταῖς ναυσὶν ὢν μηδένα διαφυγεῖν. ὁ δʼ ἀποκρίνασθαι τοῦ γένους ἅμα καὶ τῆς χρείας ἀξίως· “εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ·” Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ. ἥρμοσαν δʼ ἐν τῷδε τῷ δείπνῳ τὴν Πομπηίου θυγατέρα, Λίβωνος οὖσαν θυγατριδῆν, Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντωνίου, ἀδελφιδῷ δὲ Καίσαρος. ἀπέφηναν δὲ τῆς ἐπιούσης ὑπάτους ἐς τετραετὲς Ἀντώνιον μὲν καὶ Λίβωνα πρώτους, ἀντικαθιστάντος ὅμως Ἀντωνίου, ὃν ἂν βούλοιτο, ἐπὶ δʼ ἐκείνοις Καίσαρά τε καὶ Πομπήιον, εἶτα Ἀηνόβαρβον καὶ Σόσιον, εἶτʼ αὖθις Ἀντώνιόν τε καὶ Καίσαρα, τρίτον δὴ τότε μέλλοντας ὑπατεύσειν καὶ ἐλπιζομένους τότε καὶ ἀποδώσειν τῷ δήμῳ τὴν πολιτείαν.

τάδε μὲν ἔπραξαν, καὶ διακριθέντες ἀλλήλων ὁ μὲν ἐς Σικελίαν ἔπλει, Καῖσαρ δὲ καὶ Ἀντώνιος ὥδευον ἐς Ῥώμην. πυθόμεναι δὲ ἥ τε πόλις καὶ ἡ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες ὡς ἐπὶ εἰρήνῃ, πολέμου τε ἀπαλλαγέντες ἐπιχωρίου καὶ ξεναγήσεως υἱῶν καὶ φρουρῶν ὕβρεως καὶ θεραπόντων αὐτομολίας καὶ λεηλασίας πεδίων καὶ γεωργίας ἀργίας, ὑπὲρ ἅπαντα δὲ τοῦ λιμοῦ, πιέσαντος αὐτοὺς ἐς ἔσχατον, ὥστε παροδεύουσιν αὐτοῖς οἷα σωτῆρσιν ἐγίγνοντο θυσίαι· καὶ τὸ ἄστυ ἔμελλεν ὑποδέξεσθαι περιφανῶς, εἰ μὴ νυκτός, ἐκκλίνοντες τὸ φορτικόν, ἔλαθον ἐς τὴν Ῥώμην ἐσελθόντες. μόνοι δὲ ἤχθοντο, ὅσοι τὰ τῶν ἐλευσομένων σὺν Πομπηίῳ χωρία κεκληρουχήκεσαν, ἡγούμεναι σφίσι τοὺς γεωμόρους ἀδιαλλάκτους ἐχθροὺς παροικήσειν καί, εἴ ποτε δυνηθεῖεν, ἐπιθήσεσθαι. οἱ δʼ ἀμφὶ τὸν Πομπήιον φυγάδες αὐτίκα, χωρὶς ὀλίγων, οἱ πλείους ἐν τῇ Δικαιαρχείᾳ τὸν Πομπήιον ἀσπασάμενοι κατέπλεον ἐς τὴν Ῥώμην. καὶ ἑτέρα τοῦ πλήθους ἦν ἡδονὴ καὶ βοαὶ ποικίλαι, τοσῶνδε οὕτως ἐπιφανῶν ἐξ ἀέλπτου περισεσωσμένων.

ἐπὶ δὲ τούτοις ὁ μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, ὁ δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δʼ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας· τοὺς δʼ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους· οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.

ταῦτα διαθέμενος ἐχείμαζεν ἐν ταῖς Ἀθήναις μετὰ τῆς Ὀκταουίας, καθὰ καὶ ἐν Ἀλεξανδρείᾳ μετὰ τῆς Κλεοπάτρας, τὰ μὲν ἐκ τῶν στρατοπέδων ἐπιστελλόμενα ἐφορῶν μόνα, ἀφέλειαν δὲ ἰδιωτικὴν αὖθις ἐξ ἡγεμονίας καὶ σχῆμα τετράγωνον ἔχων καὶ ὑπόδημα Ἀττικὸν καὶ θύρας ἠρεμούσας. ἔξοδοί τε ἦσαν ὁμοίως ἄνευ σημείων αὐτῷ, σὺν δύο φίλοις καὶ σὺν ἀκολούθοις δύο, ἐς διδασκάλων διατριβὰς ἢ ἀκροάσεις. καὶ τὸ δεῖπνον ἦν Ἑλληνικὸν καὶ μεθʼ Ἑλλήνων ἡ γυμνασία πανηγύρεις τε σὺν θυμηδίᾳ μετὰ τῆς Ὀκταουίας· πολὺς γὰρ καὶ ἐς τήνδε ἐρρύη, ταχὺς ὢν ἐς ἔρωτας γυναικῶν. λήγοντος δὲ τοῦ χειμῶνος, ὥσπερ ἑτέρῳ γενομένῳ, ἥ τε ἐσθὴς αὖθις καὶ μετὰ τῆς ἐσθῆτος ἡ ὄψις ἐνηλλάσσετο, καὶ πλῆθος ἦν ἀμφὶ τὰς θύρας αὐτίκα σημείων τε καὶ ἡγεμόνων καὶ δορυφόρων, καὶ φόβου πάντα μεστὰ καὶ καταπλήξεως· πρεσβεῖαί τʼ ἐσεδέχοντο, αἳ τέως ἠρέμουν κεκελευσμέναι, καὶ δίκαι διεκρίνοντο, καὶ νῆες καθείλκοντο, καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα συνεκινεῖτο.

καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, Καίσαρι δὲ καὶ Πομπηίῳ διελύθησαν αἱ γενόμεναι σπονδαί, κατὰ μὲν αἰτίας, ὡς ὑπενοεῖτο, ἑτέρας, αἱ δὲ ἐς τὸ φανερὸν ὑπὸ τοῦ Καίσαρος ἐκφερόμεναι αἵδε ἦσαν. Πελοπόννησον Ἀντώνιος μὲν ἐδίδου Πομπηίῳ, κελεύων, ὅσα ἔτι ὤφειλον αὑτῷ Πελοποννήσιοι δόντα ἢ αὐτὸν ἀναδεξάμενον ἀποδώσειν παραλαβεῖν ἢ περιμεῖναι τὴν πρᾶξιν αὐτῶν. ὁ δὲ οὐκ ἐδέχετο μὲν ἐπὶ τοῖσδε τὴν χώραν, ἡγούμενος αὑτῷ σὺν τοῖς ὀφλήμασι δεδόσθαι· χαλεπαίνων δέ, ὡς ὁ Καῖσαρ ἔλεγεν, εἴτε ἐπὶ τούτοις εἴτε κατὰ γνώμην ἄπιστον εἴθʼ ὑπὸ ζήλου τῶν ἑτέρων μεγάλους στρατοὺς ἐχόντων εἴτε Μηνοδώρου διερεθίζοντος αὐτὸν ἀνοχὰς μᾶλλον ἢ βεβαίους σπονδὰς εἶναι νομίζειν, ναῦς ἄλλας ἐποιεῖτο καὶ ἐρέτας συνέλεγε καὶ τῷ στρατῷ ποτε ἐδημηγόρησε χρῆναι παντὸς οὕνεκα παρασκευάζεσθαι. λῃστήριά τε αὖθις ἀφανῆ τὴν θάλασσαν ἠνώχλει, καὶ μικρὸν ἢ οὐδὲν ἄκος τοῦ λιμοῦ γεγένητο Ῥωμαίοις, ὥστε ἐβόων οὐκ ἀπαλλαγὴν τῶν κακῶν, ἀλλʼ ἐπίληψιν τετάρτου τυράννου κατὰ σπονδὰς γεγονέναι. καὶ ὁ Καῖσάρ τινα λῃστήρια συλλαβὼν ἐβασάνιζεν, οἳ Πομπήιον σφᾶς ἔλεγον ἐπιπέμψαι· καὶ τάδε αὐτὰ ὁ Καῖσαρ τῷ δήμῳ προσέφερε καὶ ἐπέστελλεν αὐτῷ Πομπηίῳ. ὁ δὲ ἐξελογεῖτο μὲν ὑπὲρ τούτων, ἀντενεκάλει δὲ Πελοποννήσου χάριν.

ὅσοι δὲ τῶν ἐπιφανῶν ἦσαν ἔτι παρὰ τῷ Πομπηίῳ, ὁρῶντες αὐτὸν αἰεὶ πειθόμενον τοῖς ἀπελευθέροις, διέφθειραν ἐνίους τῶν ἀπελευθέρων, εἴτε ἀπὸ σφῶν αὐτῶν εἴτε ἐς χάριν Καίσαρος, ἐξοτρύνειν ἐπὶ Μηνοδώρῳ, Κύρνου καὶ Σαρδοῦς ἔτι ἄρχοντι, τὸν δεσπότην. οἱ δὲ καὶ αὐτοὶ φθόνῳ τῆς Μηνοδώρου δυνάμεως ἑκόντες ἐποίουν. καὶ Πομπήιος μὲν ἐς ἀλλοτρίωσιν ὑπήγετο τοῦ Μηνοδώρου, τῶν δʼ αὐτῶν ἡμερῶν Φιλάδελφος, ὁ Καίσαρος ἀπελεύθερος, πρὸς τὸν Μηνόδωρον διέπλευσε σίτου κομιδῆς οὕνεκα καὶ Μικυλίων ὁ πιστότατος τῷ Μηνοδώρῳ πρὸς Καίσαρα περὶ αὐτομολίας τοῦ Μηνοδώρου· ὑπισχνεῖτο δὲ ἐγχειριεῖν Σαρδὼ καὶ Κύρνον καὶ τρία τέλη στρατοῦ καὶ ψιλῶν πλῆθος ἕτερον. καὶ τόδε ὂν ἔργον εἴτε Φιλαδέλφου εἴτε τῶν ἐς Μηνόδωρον παρὰ Πομπηίου διαβολῶν, ὁ Καῖσαρ οὐκ εὐθὺς μέν, ἐδέξατο δʼ ὅμως, ἡγούμενος ἔργῳ τὴν εἰρήνην λελύσθαι. καὶ Ἀντώνιον ἐξ Ἀθηνῶν ἐς τὸ Βρεντέσιον ἐς ἡμέραν ῥητὴν παρεκάλει, συμβουλευσόμενος αὐτῷ περὶ τοῦδε τοῦ πολέμου· ναῦς τε μακρὰς ἐκ Ῥαβέννης καὶ στρατὸν ἐκ τῆς Κελτικῆς καὶ παρασκευὴν ἄλλην ἐς τὸ Βρεντέσιον καὶ ἐς Δικαιάρχειαν ὀξέως περιέπεμπεν, ὡς ἑκατέρωθεν ἐπιπλευσούμενος τῇ Σικελίᾳ, ἢν Ἀντωνίῳ συνδοκῇ.