Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Ῥωμαίους δʼ ὁ λιμὸς ἐπίεζεν, οὔτε τῶν ἑῴων ἐμπόρων ἐπιπλεόντων δέει Πομπηίου καὶ Σικελίας, οὔτε τῶν ἐκ δύσεως διὰ Σαρδὼ καὶ Κύρνον ἐχομένας ὑπὸ τῶν Πομπηίου, οὔτʼ ἐκ τῆς περαίας Λιβύης διὰ τοὺς αὐτοὺς ἑκατέρωθεν ναυκρατοῦντας. ἐπετίμητο δὴ πάντα, καὶ τῶνδε τὴν αἰτίαν ἐς τὴν ἔριν τῶν ἡγεμόνων ἀναφέροντες ἐβλασφήμουν αὐτοὺς καὶ ἐς διαλύσεις πρὸς Πομπήιον ἐπέσπερχον. οὐκ ἐνδιδόντος δὲ τοῦ Καίσαρος οὐδʼ ὥς, ὁ Ἀντώνιος αὐτὸν ἠξίου ταχύνειν γε τὸν πόλεμον διὰ τὴν ἀπορίαν. χρημάτων δʼ ἐς αὐτὸν οὐκ ὄντων προυτέθη διάγραμμα, εἰσφέρειν ἐπὶ μὲν τοῖς θεράπουσι τοὺς κεκτημένους ὑπὲρ ἑκάστου τὸ ἥμισυ τῶν πέντε καὶ εἴκοσι δραχμῶν ὡρισμένων ἐς τὸν πόλεμον τὸν Κασσίου τε καὶ Βρούτου, ἐσφέρειν δὲ καὶ μοῖραν τοὺς ἐκ διαθήκης τι καρπουμένους. τοῦτο τὸ γράμμα σὺν ὁρμῇ μανιώδει καθεῖλεν ὁ δῆμος ἀγανακτῶν, εἰ τὰ κοινὰ ταμιεῖα κεκενωκότες καὶ τὰ ἔθνη σεσυληκότες καὶ τὴν Ἰταλίαν αὐτὴν ἐσφοραῖς καὶ τέλεσι καὶ δημεύσεσι καταβαρήσαντες οὐκ ἐς πολέμους οὐδʼ ἐς ἐπίκτητον ἀρχήν, ἀλλʼ ἐς ἰδίους ἐχθροὺς ὑπὲρ οἰκείας δυναστείας, ὑπὲρ ἧς δὴ καὶ προγραφὰς καὶ σφαγὰς καὶ λιμὸν ἐκ τῶνδε πανώδυνον γεγονέναι, ἔτι καὶ τὰ λοιπὰ περιδύοιεν αὑτούς.

συνιστάμενοί τε ἐβόων καὶ τοὺς οὐ συνισταμένους ἔβαλλον καὶ ἠπείλουν διαρπάσειν αὐτῶν τὰς οἰκίας καὶ καταπρήσειν, ἕως τὸ μὲν πλῆθος ἅπαν ἠρέθιστο, ὁ δὲ Καῖσαρ σὺν τοῖς φίλοις καὶ ὀλίγοις ὑπασπισταῖς ἐς μέσους ἦλθεν, ἐντυχεῖν τε βουλόμενος καὶ τὴν μέμψιν ἐκλογίσασθαι. οἱ δὲ αὐτὸν εὐθὺς ὀφθέντα ἔβαλλόν τε ἀφειδῶς πάνυ καὶ οὐδʼ ὑπομένοντα καὶ ἑαυτὸν ἐμπαρέχοντα καὶ τιτρωσκόμενον ᾐδοῦντο. πυθόμενος δʼ ὁ Ἀντώνιος ἐβοήθει κατὰ σπουδήν. οἱ δὲ καὶ τόνδε, κατιόντα τὴν ἱερὰν ὁδόν, οὐκ ἔβαλλον μὲν ὡς ἕτοιμον ἐς τὰς Πομπηίου διαλύσεις, ἀναχωρεῖν δὲ ἐκέλευον· καὶ οὐ πειθόμενον, τότε ἔβαλλον. ὁ δὲ ὁπλίτας πλέονας, οἳ ἦσαν ἔξω τοῦ τείχους, ἐκάλει. καὶ οὐ παριέντων οὐδʼ ὣς αὐτόν, οἱ μὲν ὁπλῖται διαιρεθέντες ἐς τὰ πλάγια τῆς ὁδοῦ καὶ τῆς ἀγορᾶς ἐπεχείρουν ἐκ τῶν στενωπῶν καὶ τὸν ἐντυχόντα ἀνῄρουν· οἱ δʼ οὐκέτι εὐμαρῶς οὐδὲ φυγεῖν ἐδύναντο, βεβυσμένοι τε ὑπὸ πλήθους καὶ διαδρομὴν οὐκέτι ἔχοντες, ἀλλὰ φόνος ἦν καὶ τραύματα καὶ ἀπὸ τῶν τεγῶν οἰμωγαὶ καὶ βοαί. καὶ ὁ Ἀντώνιος μόλις τε παρῆλθε, καὶ τοῦ κινδύνου τὸν Καίσαρα περιφανῶς δὴ τότε μάλιστα οὗτος ἐξείλετο καὶ ἐς τὴν οἰκίαν περιέσωσε. διαφυγόντος δέ ποτε τοῦ πλήθους τὰ νεκρά, ἵνα μὴ ἐνοχλοίη θεωρούμενα, ἐς τὸν ποταμὸν ἀπερριπτεῖτο· καὶ ἕτερον πένθος ἦν ὁρωμένων ἀνὰ τὸ ῥεῦμα, καὶ περιδυόντων αὐτὰ τῶν στρατιωτῶν καὶ ὅσοι μετʼ αὐτῶν κακοῦργοι τὰ εὐσχήμονα μάλιστα ὡς οἰκεῖα ἔφερον. ἀλλὰ ταῦτα μὲν ἐπαύετο σὺν φόβῳ τε καὶ μίσει τῶν ἡγουμένων, ὁ δὲ λιμὸς ἤκμαζε, καὶ ὁ δῆμος ἔστενε καὶ ἡσύχαζεν.

ὁ δʼ Ἀντώνιος ἐδίδασκε τοὺς Λίβωνος οἰκείους Λίβωνα καλεῖν ἐκ Σικελίας ἐπὶ συνησθήσει τοῦ κήδους, ἐργασόμενόν τι καὶ μεῖζον· τὸ δʼ ἀσφαλὲς τῷ Λίβωνι ἀνεδέχετο αὐτός. οἱ μὲν δὴ ταχέως ἐπέστελλον, καὶ ὁ Πομπήιος τῷ Λίβωνι συνεχώρει. ἀφικόμενος δὲ ὁ Λίβων ἐς νῆσον ὡρμίσθη τὰς Πιθηκούσας, ἣ νῦν ἐστιν Αἰναρία. καὶ μαθὼν ὁ δῆμος αὖθις ἠθροίζετο καὶ παρεκάλει σὺν ὀλοφύρσει τὸν Καίσαρα πέμψαι Λίβωνι πίστιν, πρεσβεύειν ἐθέλοντι πρὸς αὐτὸν ὑπὲρ εἰρήνης. καὶ ὁ μὲν ἄκων ἔπεμπεν, ὁ δὲ δῆμος καὶ Μουκίαν, τὴν μητέρα τοῦ Πομπηίου, καταπρήσειν ἀπειλοῦντες, ἐξέπεμπον ἐργασομένην διαλύσεις. Λίβων μὲν δὴ συνεὶς τῶν ἐχθρῶν ἐνδιδόντων ἠξίου τοὺς ἡγεμόνας αὐτοὺς συνελθεῖν ὡς ἀλλήλοις ἐνδώσοντας, ὅ τι ἂν δοκῇ· βιασαμένου δὲ καὶ ἐς τοῦτο τοῦ δήμου, ἐξῄεσαν ἐς Βαΐας ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος.

Πομπήιον δὲ οἱ μὲν ἄλλοι πάντες ὁμαλῶς ἔπειθον ἐς τὴν εἰρήνην, Μηνόδωρος δὲ ἀπὸ Σαρδοῦς ἐπέστελλεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ βραδύνειν ἔτι, ὡς τοῦ λιμοῦ σφῶν προπολεμοῦντος καὶ τῶν συμβάσεων, εἰ καραδοκοίη, κρεισσόνων ἐσομένων· Μοῦρκόν τε τούτοις ἐνιστάμενον ὑποβλέπειν ἐκέλευεν ὡς ἀρχὴν αὑτῷ περικτώμενον. ὁ δὲ καὶ τέως τὸν Μοῦρκον διά τε ἀξίωμα καὶ γνώμην ἐγκρατῆ βαρυνόμενος ἔτι μᾶλλον ἐκ τῶνδε ἀπερρίπτει, καὶ οὐδὲν ἦν, ὅ τι Μούρκῳ προσεῖχεν, ἕως ὁ μὲν Μοῦρκος ἀχθόμενος ἐς Συρακούσας ὑπεχώρει καί τινας ἰδὼν φύλακας ἑπομένους ἐκ Πομπηίου, φανερῶς αὐτὸν ἐν τοῖς φύλαξιν ἐλοιδόρει. ὁ δὲ χιλίαρχον καὶ λοχαγὸν αὐτοῦ Μούρκου διαφθείρας ἔπεμψεν ἀνελεῖν αὐτὸν καὶ φάσκειν ὑπὸ θεραπόντων ἀνῃρῆσθαι· ἔς τε πίστιν τῆς ὑποκρίσεως τοὺς θεράποντας ἐσταύρου. οὐ μὴν ἐλάνθανε δεύτερον ἐπὶ Βιθυνικῷ τόδε μύσος ἐργασάμενος, περὶ ἄνδρα καὶ τὰ πολέμια λαμπρὸν καὶ τῆς αἱρέσεως ἐγκρατῆ φίλον ἀπʼ ἀρχῆς καὶ ἐς αὐτὸν Πομπήιον εὐεργέτην τε ἐν Ἰβηρίᾳ γενόμενον καὶ ἑκόντα ἐλθόντα ἐς Σικελίαν.

Μοῦρκος μὲν δὴ τεθνήκει, τῶν δʼ ἄλλων τὸν Πομπήιον ἐς τὰς διαλύσεις ἐπειγόντων καὶ τὸν Μηνόδωρον διαβαλλόντων ἐς φιλαρχίαν ὡς οὐκ εὐνοίᾳ τοῦ δεσπότου μᾶλλον ἢ ὅπως αὐτὸς ἄρχοι στρατοῦ καὶ χώρας ἐνιστάμενον, ἐνδοὺς ὁ Πομπήιος ἐς τὴν Αἰναρίαν διέπλει ναυσὶ πολλαῖς ἀρίσταις, ἑξήρους λαμπρᾶς ἐπιβεβηκώς. καὶ Δικαιάρχειαν μὲν οὕτω σοβαρῶς παρέπλευσε περὶ ἑσπέραν, ἐφορώντων τῶν πολεμίων· ἅμα δὲ ἕῳ, καταπηχθέντων σταυρῶν ἐξ ὀλίγου διαστήματος ἐν τῇ θαλάσσῃ, σανίδες τοῖς σταυροῖς ἐπετέθησαν, καὶ διὰ τῶνδε τῶν καταστρωμάτων ὁ μὲν Καῖσαρ καὶ ὁ Ἀντώνιος παρῆλθον ἐς τὸ πρὸς τῇ γῇ πεποιημένον, ὁ δὲ Πομπήιος καὶ ὁ Λίβων ἐς τὸ πελαγιώτερον, ὀλίγου ῥεύματος αὐτοὺς διείργοντος μὴ κεκραγότας ἀλλήλων ἀκούειν. ἐπεὶ δὲ ὁ μὲν Πομπήιος ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς ἥκειν ᾤετο ἀντὶ Λεπίδου, οἱ δὲ ὡς κάθοδον αὐτῷ δώσοντες μόνην, τότε μὲν ἐπʼ οὐδενὶ ἔργῳ διεκρίθησαν, διαπομπαὶ δὲ συχναὶ τῶν φίλων ἦσαν ἐπὶ ποικίλαις ἑκατέρων προκλήσεσιν. ᾔτει δʼ ὁ Πομπήιος τῶν προγεγραμμένων τε καὶ οἷ συνόντων τοῖς μὲν ἀνδροφόνοις Γαΐου Καίσαρος φυγὴν ἄδολον, τοῖς δὲ λοιποῖς κάθοδόν τε ἔντιμον καὶ τὰς οὐσίας, ἃς ἀναλώκεσαν. ἐπειγόμενοι δὲ ἐς τὰς συμβάσεις ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ τοῦ δήμου, ἐς τὸ τέταρτον μόλις ἐνεδίδουν ὡς ὠνησόμενοι παρὰ τῶν ἐχόντων· καὶ τοῖς προγεγραμμένοις αὐτοῖς περὶ τούτων ἐπέστελλον, ἐλπίζοντες αὐτοῖς αὐτοὺς ἀγαπῆσειν. οἱ δὲ ἐδέχοντο πάντα, ἐπεὶ καὶ Πομπήιον αὐτὸν ἐδεδοίκεσαν ἤδη διὰ τὸ Μούρκου μύσος· καὶ προσιόντες τῷ Πομπηίῳ συνθέσθαι παρεκάλουν, ὅτε καὶ τὴν ἐσθῆτα κατερρήξατο ὁ Πομπήιος ὡς καὶ τῶνδε προδιδόντων αὑτόν, ὧν προμάχεται, καὶ θαμινὰ τὸν Μηνόδωρον ὡς στρατηγικὸν καὶ μόνον εὔνουν ἀνεκάλει.

Μουκίας δὲ αὐτὸν τῆς μητρὸς καὶ Ἰουλίας τῆς γυναικὸς ἐναγουσῶν, αὖθις οἱ τρεῖς συνῆλθον ἐς τὸ ἀμφίκλυστον Δικαιαρχέων χῶμα, περιορμουσῶν τῶν φυλακίδων νεῶν, καὶ συνέβησαν ἐπὶ τοῖσδε· λελύσθαι μὲν τὸν πόλεμον αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τὰς ἐμπορίας ἀκωλύτους εἶναι πανταχοῦ, Πομπήιον δὲ τὰς φρουρὰς ἐξαγαγεῖν, ὅσαι κατὰ τὴν Ἰταλίαν εἰσί, καὶ μηκέτι τοὺς ἀποδιδράσκοντας οἰκέτας ὑποδέχεσθαι μηδʼ ἐφορμεῖν ναυσὶ τὴν ἀκτὴν τῆς Ἰταλίας, ἄρχειν δὲ Σαρδοῦς καὶ Σικελίας καὶ Κύρνου καὶ ὅσων ἄλλων εἶχεν ἐς τότε νήσων, ἐς ὅσον ἄρχοιεν τῶν ἑτέρων Ἀντώνιός τε καὶ Καῖσαρ, πέμποντα Ῥωμαίοις τὸν ἐκ πολλοῦ τεταγμένον αὐταῖς φέρειν σῖτον, ἐπιλαβεῖν δὲ καὶ Πελοπόννησον ἐπὶ ταύταις, ὑπατεῦσαι δʼ ἀπόντα, διʼ ὅτου κρίνοι τῶν φίλων, καὶ τῆς μεγίστης ἱερωσύνης ἐς τοὺς ἱερέας ἐγγραφῆναι. καὶ τάδε μὲν εἶναι Πομπηίῳ, κάθοδον δὲ τοῖς ἔτι φεύγουσι τῶν ἐπιφανῶν, πλὴν εἴ τις ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος ψήφῳ καὶ κρίσει κατέγνωσται· καὶ τῆς περιουσίας τοῖς μὲν ἄλλοις, ὅσοι κατὰ φόβον ἔφευγον καὶ τὰ ὄντα αὐτοῖς ἐκ βίας ἀπωλώλει, τὸ ἐντελὲς ἀποδοθῆναι χωρὶς ἐπίπλων, τοῖς δὲ προγεγραμμένοις μοῖραν τετάρτην. καὶ τῶν ἐστρατευμένων τῷ Πομπηίῳ τοὺς μὲν οἰκέτας ἐλευθέρους εἶναι, τοῖς δʼ ἐλευθέροις, ὅτε παύσαιντο τῆς στρατείας, τὰ αὐτὰ δοθῆναι γέρα τοῖς ἐστρατευμένοις Καίσαρί τε καὶ Ἀντωνίῳ.

ἐς ταῦτα συνέβησαν καὶ ταῦτα συνεγράψαντο καὶ ἐσημήναντο καὶ ταῖς ἱεραῖς παρθένοις φυλάσσειν ἔπεμψαν ἐς Ῥώμην. ἐξένιζον δʼ ἀλλήλους αὐτίκα, περὶ τῆς τάξεως διαλαχόντες, πρῶτος μὲν ἐπὶ ἑξήρους Πομπήιος περιωρμις μένης ἐς τὸ χῶμα, ταῖς δὲ ἑξῆς Ἀντώνιός τε καὶ Καῖσαρ, σκηνοποιησάμενοι καὶ οἵδε ἐπὶ τοῦ χώματος, πρόφασιν μὲν ὡς ἅπαντες ἐπὶ ἀκτῆς ἑστιῷντο, τάχα δʼ ἐς ἀσφάλειαν ἀνύποπτον. οὐδὲ γὰρ οὐδʼ ὣς εἶχον ἀμελῶς, ἀλλʼ αἵ τε νῆες αὐτοῖς παρώρμουν, καὶ οἱ φύλακες περιειστήκεσαν, καὶ οἱ περὶ τὸ δεῖπνον αὐτὸ ἀφανῶς εἶχον ὑπεζωσμένα ξιφίδια. λέγεται δὲ Μηνόδωρος ἑστιωμένων ἐν τῇ νηὶ τῶν ἀνδρῶν πέμψαι Πομπηίῳ, προτρέπων αὐτὸν ἐπιθέσθαι τοῖς ἀνδράσι καὶ τίσασθαι μὲν τῆς ἐς τὸν πατέρα καὶ τὸν ἀδελφὸν ἁμαρτίας, ἀναλαβεῖν δὲ τὴν ἀρχὴν τὴν πατρῴαν διʼ ὀξυτάτης ἀφορμῆς· ἐπιμελήσεσθαι γὰρ αὐτὸς ἐν ταῖς ναυσὶν ὢν μηδένα διαφυγεῖν. ὁ δʼ ἀποκρίνασθαι τοῦ γένους ἅμα καὶ τῆς χρείας ἀξίως· “εἴθε Μηνόδωρον ἦν ἐργάσασθαι ταῦτα χωρὶς ἐμοῦ·” Μηνοδώρῳ γὰρ ἁρμόζειν ἐπιορκεῖν, οὐ Πομπηίῳ. ἥρμοσαν δʼ ἐν τῷδε τῷ δείπνῳ τὴν Πομπηίου θυγατέρα, Λίβωνος οὖσαν θυγατριδῆν, Μαρκέλλῳ τῷ προγόνῳ μὲν Ἀντωνίου, ἀδελφιδῷ δὲ Καίσαρος. ἀπέφηναν δὲ τῆς ἐπιούσης ὑπάτους ἐς τετραετὲς Ἀντώνιον μὲν καὶ Λίβωνα πρώτους, ἀντικαθιστάντος ὅμως Ἀντωνίου, ὃν ἂν βούλοιτο, ἐπὶ δʼ ἐκείνοις Καίσαρά τε καὶ Πομπήιον, εἶτα Ἀηνόβαρβον καὶ Σόσιον, εἶτʼ αὖθις Ἀντώνιόν τε καὶ Καίσαρα, τρίτον δὴ τότε μέλλοντας ὑπατεύσειν καὶ ἐλπιζομένους τότε καὶ ἀποδώσειν τῷ δήμῳ τὴν πολιτείαν.

τάδε μὲν ἔπραξαν, καὶ διακριθέντες ἀλλήλων ὁ μὲν ἐς Σικελίαν ἔπλει, Καῖσαρ δὲ καὶ Ἀντώνιος ὥδευον ἐς Ῥώμην. πυθόμεναι δὲ ἥ τε πόλις καὶ ἡ Ἰταλία, ἐπαιάνιζον αὐτίκα ἅπαντες ὡς ἐπὶ εἰρήνῃ, πολέμου τε ἀπαλλαγέντες ἐπιχωρίου καὶ ξεναγήσεως υἱῶν καὶ φρουρῶν ὕβρεως καὶ θεραπόντων αὐτομολίας καὶ λεηλασίας πεδίων καὶ γεωργίας ἀργίας, ὑπὲρ ἅπαντα δὲ τοῦ λιμοῦ, πιέσαντος αὐτοὺς ἐς ἔσχατον, ὥστε παροδεύουσιν αὐτοῖς οἷα σωτῆρσιν ἐγίγνοντο θυσίαι· καὶ τὸ ἄστυ ἔμελλεν ὑποδέξεσθαι περιφανῶς, εἰ μὴ νυκτός, ἐκκλίνοντες τὸ φορτικόν, ἔλαθον ἐς τὴν Ῥώμην ἐσελθόντες. μόνοι δὲ ἤχθοντο, ὅσοι τὰ τῶν ἐλευσομένων σὺν Πομπηίῳ χωρία κεκληρουχήκεσαν, ἡγούμεναι σφίσι τοὺς γεωμόρους ἀδιαλλάκτους ἐχθροὺς παροικήσειν καί, εἴ ποτε δυνηθεῖεν, ἐπιθήσεσθαι. οἱ δʼ ἀμφὶ τὸν Πομπήιον φυγάδες αὐτίκα, χωρὶς ὀλίγων, οἱ πλείους ἐν τῇ Δικαιαρχείᾳ τὸν Πομπήιον ἀσπασάμενοι κατέπλεον ἐς τὴν Ῥώμην. καὶ ἑτέρα τοῦ πλήθους ἦν ἡδονὴ καὶ βοαὶ ποικίλαι, τοσῶνδε οὕτως ἐπιφανῶν ἐξ ἀέλπτου περισεσωσμένων.

ἐπὶ δὲ τούτοις ὁ μὲν Καῖσαρ ἐς τὴν Κελτικὴν ἐξώρμα ταρασσομένην, ὁ δὲ Ἀντώνιος ἐπὶ τὸν πόλεμον τῶν Παρθυαίων. καὶ αὐτῷ τῆς βουλῆς ψηφισαμένης εἶναι κύρια, ὅσα ἔπραξέ τε καὶ πράξει, αὖθις στρατηγοὺς πανταχῇ περιέπεμπε καὶ τἆλλα ὡς ἐπενόει πάντα διεκόσμει. ἵστη δέ πῃ καὶ βασιλέας, οὓς δοκιμάσειεν, ἐπὶ φόροις ἄρα τεταγμένοις, Πόντου μὲν Δαρεῖον τὸν Φαρνάκους τοῦ Μιθριδάτου, Ἰδουμαίων δὲ καὶ Σαμαρέων Ἡρῴδην, Ἀμύνταν δὲ Πισιδῶν καὶ Πολέμωνα μέρους Κιλικίας καὶ ἑτέρους ἐς ἕτερα ἔθνη. τὸν δὲ στρατόν, ὅσος ἔμελλεν αὐτῷ συγχειμάσειν, περιουσιάσαι τε βουλόμενος καὶ γυμάσαι, τοὺς μὲν αὐτῶν ἐπὶ Παρθηνοὺς ἔπεμπεν, Ἰλλυρικὸν ἔθνος Ἐπιδάμνῳ πάροικον, προθυμοτάτους γενομένους Βρούτῳ, τοὺς δʼ ἐπὶ Δαρδανέας, ἕτερον Ἰλλυριῶν γένος, αἰεὶ Μακεδονίαν ἐπιτρέχοντας· τοὺς δʼ ἐν Ἠπείρῳ μένειν ἐκέλευεν, ὡς ἂν ἐν κύκλῳ πάντας ἔχῃ, μέλλων αὐτὸς ἐν Ἀθήναις χειμάσειν. ἔπεμπε δὲ καὶ Φούρνιον ἐς Λιβύην, τὰ ὑπὸ Σεξστίῳ τέλη τέσσαρα ἄξοντα ἐπὶ Παρθυαίους· οὐ γάρ πω πέπυστο αὐτὰ Λέπιδον ἀφῃρῆσθαι Σεξστίου.

ταῦτα διαθέμενος ἐχείμαζεν ἐν ταῖς Ἀθήναις μετὰ τῆς Ὀκταουίας, καθὰ καὶ ἐν Ἀλεξανδρείᾳ μετὰ τῆς Κλεοπάτρας, τὰ μὲν ἐκ τῶν στρατοπέδων ἐπιστελλόμενα ἐφορῶν μόνα, ἀφέλειαν δὲ ἰδιωτικὴν αὖθις ἐξ ἡγεμονίας καὶ σχῆμα τετράγωνον ἔχων καὶ ὑπόδημα Ἀττικὸν καὶ θύρας ἠρεμούσας. ἔξοδοί τε ἦσαν ὁμοίως ἄνευ σημείων αὐτῷ, σὺν δύο φίλοις καὶ σὺν ἀκολούθοις δύο, ἐς διδασκάλων διατριβὰς ἢ ἀκροάσεις. καὶ τὸ δεῖπνον ἦν Ἑλληνικὸν καὶ μεθʼ Ἑλλήνων ἡ γυμνασία πανηγύρεις τε σὺν θυμηδίᾳ μετὰ τῆς Ὀκταουίας· πολὺς γὰρ καὶ ἐς τήνδε ἐρρύη, ταχὺς ὢν ἐς ἔρωτας γυναικῶν. λήγοντος δὲ τοῦ χειμῶνος, ὥσπερ ἑτέρῳ γενομένῳ, ἥ τε ἐσθὴς αὖθις καὶ μετὰ τῆς ἐσθῆτος ἡ ὄψις ἐνηλλάσσετο, καὶ πλῆθος ἦν ἀμφὶ τὰς θύρας αὐτίκα σημείων τε καὶ ἡγεμόνων καὶ δορυφόρων, καὶ φόβου πάντα μεστὰ καὶ καταπλήξεως· πρεσβεῖαί τʼ ἐσεδέχοντο, αἳ τέως ἠρέμουν κεκελευσμέναι, καὶ δίκαι διεκρίνοντο, καὶ νῆες καθείλκοντο, καὶ ἡ ἄλλη παρασκευὴ πᾶσα συνεκινεῖτο.