Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Λεύκιος δὲ ἦν Κοκκήιος ἑκατέρῳ φίλος καὶ ὑπὸ Καίσαρος ἐς Φοινίκην τοῦ προτέρου θέρους πρὸς τὸν Ἀντώνιον ἀπέσταλτο μετὰ Καικίνα, ἐπανιόντος δὲ τοῦ Καικίνα παρὰ Ἀντωνίῳ κατέμενεν. οὗτος τότε ὁ Κοκκήιος, τὸν καιρὸν οὐ μεθείς, ὑπεκρίνατο μεταπεμφθῆναι πρὸς Καίσαρος ἀσπασόμενος αὐτόν. συγχωροῦντος δʼ ἀπιέναι τοῦ Ἀντωνίου πειρώμενος ἤρετο, εἴ τι καὶ αὐτὸς ὁ Ἀντώνιος ἐπιστέλλει τῷ Καίσαρι, κεκομισμένος διʼ αὐτοῦ Κοκκηίου γράμματα. καὶ ὁ Ἀντώνιος “νῦν μέν,” ἔφη, “τί ἂν ἀλλήλοις γράφοιμεν, ὄντες ἐχθροί, εἰ μὴ κακῶς ἀγορεύοιμεν ἀλλήλους; ἀντέγραψα δὲ τοῖς πάλαι διὰ Καικίνα· καὶ εἰ βούλει, λάβε τὰ ἀντίγραφα.” ὁ μὲν οὕτως ἐπεχλεύασεν, ὁ δὲ Κοκκήιος οὐκ εἴα τω τὸν Καίσαρα καλεῖν ἐχθρόν, ἔς τε Λεύκιον καὶ τοὺς ἄλλους Ἀντωνίου φίλους τοιόνδε γεγενημένον. ὁ δέ “ἐκ Βρεντεσίου με,” φησίν, “ἀποκλείων καὶ τὰ ἐμὰ ἔθνη καὶ τὸν Καληνοῦ στρατὸν ἀφαιρούμενος ἔτι τοῖς φίλοις ἐστὶν εὔνους μόνοις· οὐδὲ τοὺς φίλους ἐμοὶ περισῴζειν ἔοικεν, ἀλλὰ ταῖς εὐεργεσίαις ἐχθροποιεῖν.” καὶ ὁ Κοκκήιος, ἃ μὲν ἐπεμέμφετο μαθών, οὐδὲν δὲ ἔτι ὀξυτέραν φύσιν ἐπερεθίσας, ᾤχετο πρὸς τὸν Καίσαρα.

ὁ δὲ αὐτὸν ἰδὼν ἐν θαύματι ἐποιεῖτο, ὅτι μὴ θᾶσσον ἔλθοι· “οὐ γάρ,” ἔφη, “καὶ τὸν σὸν ἀδελφόν, ἵνʼ ἐχθρὸς ᾖς μοι, περιέσωσα.” ὁ δέ “πῶς,” ἔφη, “τοὺς μὲν ἐχθροὺς φίλους ποιῇ, τοὺς δὲ φίλους ἐχθροὺς ἀποκαλεῖς τε καὶ τὸν στρατὸν ἀφαιρῇ καὶ τὰ ἔθνη;” καὶ ὁ Καῖσαρ “οὐ γάρ,” ἔφη, “Καληνοῦ τελευτήσαντος ἐχρῆν ἐπὶ μειρακίῳ τῷ Καληνοῦ παιδὶ γενέσθαι τοσαύτας ἀφορμάς, ἀπόντος ἔτι Ἀντωνίου· αἷς καὶ Λεύκιος ἐπαρθεὶς ἐμάνη, καὶ Ἀσίνιος καὶ Ἀηνόβαρβος γειτονεύοντες ἐχρῶντο καθʼ ἡμῶν. ἐπεὶ καὶ τὰ Πλάγκου τέλη κατὰ σπουδὴν κατέλαβον, ἵνα μὴ οἴχοιτο πρὸς Πομπήιον· οἱ γοῦν ἱππέες αὐτῶν διέπλευσαν ἐς Σικελίαν.” καὶ ὁ Κοκκήιος “ἑτέρως,” ἔφη, “τάδε λογοποιούμενα οὐδὲ Ἀντώνιος ἐπίστευεν, ἕως ἀπεκλείσθη τοῦ Βρεντεσίου καθάπερ πολέμιος.” καὶ ὁ Καῖσαρ οὐδὲν μὲν αὐτὸς ἔφη περὶ τοῦδε προστάξαι ʽοὐδὲ γὰρ προμαθεῖν προσπλέοντα οὐδʼ ἀφικέσθαι μετὰ πολεμίων προσδοκῆσαἰ, Βρεντεσίους δὲ αὐτοὺς καὶ τὸν ὑπολελειμμένον αὐτοῖς διὰ τὰς Ἀηνοβάρβου καταδρομὰς ταξίαρχον αὐτοκελεύστους ἀποκλεῖσαι τὸν Ἀντώνιον, συνθέμενον μὲν ἐχθρῷ κοινῷ Πομπηίῳ, ἐπαγαγόντα δὲ Ἀηνόβαρβον φονέα τοῦ ἐμοῦ πατρός, ψήφῳ καὶ κρίσει καὶ προγραφῇ κατεγνωσμένον καὶ πολιορκήσαντα μὲν τὸ Βρεντέσιον μετὰ Φιλίππους, πολιορκοῦντα δὲ ἔτι τὸν Ἰόνιον ἐν κύκλῳ, ἐμπρήσαντα δὲ τὰς ἐμὰς ναῦς καὶ τὴν Ἰταλίαν λεηλατήσαντα.

ὁ δέ “σπένδεσθαι μέν,” ἔφη, “συνεχωρήσατε ἀλλήλοις, πρὸς οὓς ἂν ἐθέλητε· καὶ οὐδενὶ τῶν ἀνδροφόνων Ἀντώνιος ἐσπείσατο, οὐδὲν ἔλασσον ἢ αὐτὸς σὺ τὸν σὸν πατέρα τιμῶν. Ἀηνόβαρβος δὲ οὐκ ἔστι τῶν ἀνδροφόνων, ἡ δὲ ψῆφος αὐτῷ κατʼ ὀργὴν ἐπῆκται· οὐδὲ γὰρ τῆς βουλῆς πω τότε μετεῖχεν. εἰ δʼ ὡς φίλῳ Βρούτου μὴ συγγνῶναι νομίζοιμεν, οὐκ ἂν φθάνοιμεν ὀλίγου δεῖν ἅπασι χαλεπαίνοντες; Πομπηίῳ δὲ οὐ συνέθετο μὲν συμμαχήσειν ὁ Ἀντώνιος, πολεμούμενος δʼ ὑπὸ σοῦ προσλήψεσθαι σύμμαχον ἢ καὶ σοὶ συναλλάξειν, οὐδὲν ἀνήκεστον οὐδʼ ἐκεῖνον εἰργασμένον. σὺ δὲ καὶ τῶνδε τὴν αἰτίαν ἔχεις· εἰ γὰρ οὐκ ἐπολεμήθη κατὰ τὴν Ἰταλίαν, οὐδʼ ἂν οὗτοι πρεσβεύεσθαι ταῦτα πρὸς τὸν Ἀντώνιον ἐθάρρουν.” καὶ ὁ Καῖσαρ ἔτι ἐπικαλῶν “τὴν μὲν Ἰταλίαν,” ἔφη, “κἀμὲ σὺν αὐτῇ, Μανιος καὶ Φουλβία καὶ Αεύκιος ἐπολέμουν· ὁ δὲ Πομπήιος οὐ πρότερον, ἀλλὰ νῦν Ἀντωνίῳ θαρρῶν ἐπιβέβηκε τῆς παραλίου.” καὶ ὁ Κοκκήιος “οὐκ Ἀντωνίῳ θαρρῶν,” εἶπεν, “ἀλλὰ ὑπʼ Ἀντωνίου πεμφθείς. οὐ γὰρ ἐπικρύψω σε, ὅτι καὶ τὴν ἄλλην Ἰταλίαν ἐπιδραμεῖται ναυτικῷ πολλῷ ναυτικὸν οὐκ ἔχουσαν, εἰ μὴ διαλύσεσθε ὑμεῖς.” ὁ δὲ Καῖσαρ (οὐ γὰρ ἀμελῶς ἤκουσε τοῦ τεχνάσματος) ἐπισχὼν ὀλίγον εἶπεν· “ἀλλʼ οὐ χαιρήσει Πομπήιος, κακὸς κακῶς καὶ νῦν ἐκ Θουρίων ἐξελαθείς.” καὶ ὁ Κοκκήιος τὰ ἀμφίλογα πάντα κατιδὼν ἐπῆγε τὸν Φουλβίας θάνατον καὶ τρόπον αὐτοῦ, ὅτι πρὸς τὴν ὀργὴν Ἀντωτίου δυσχεράνασά τε νοσήσειε καὶ τὴν νόσον ἐπιτρίψειεν ὑπὸ τῆς δυσθυμίας, οὐκ ἰδόντος αὐτὴν οὐδὲ νοσοῦσαν Ἀντωνίου, ὡς αἴτιον τῇ γυναικὶ θανάτου γενόμενον· ἐκποδὼν δὲ κἀκείνης γενομένης, οὐδενὸς ὑμῖν ἐνδεῖν ἔτι ἔφη "πρὸς ἀλλήλους πλὴν ἀληθεῦσαι, περὶ ὧν ὑπενοήσατε."

οὕτω καθομιλῶν τὸν Καίσαρα ὁ Κοκκήιος ἐκείνην τε τὴν ἡμέραν ἐξενίζετο παρʼ αὐτῷ καὶ ἐδεῖτο ἐπιστεῖλαί τι τῷ Ἀντωνίῳ, νεώτερον ὄντα πρεσβυτέρῳ. ὁ δὲ πολεμοῦντι μὲν ἔτι οὐκ ἔφη γράψειν· οὐδὲ γὰρ ἐκεῖνον· μέμψεσθαι δʼ αὐτοῦ τῇ μητρί, ὅτι συγγενὴς οὖσα καὶ προτιμηθεῖσα ἐκ πάντων ὑφʼ αὑτοῦ, φύγοι τὴν Ἰταλίαν καθάπερ οὐ τευξομένη πάντων ὡς παρʼ υἱοῦ. ὧδε μὲν καὶ ὁ Καῖσαρ ἐτέχναζε καὶ ἐπέστελλε τῇ Ἰουλίᾳ. ἐξιόντι δὲ τοῦ στρατοπέδου τῷ Κοκκηίῳ πολλοὶ τῶν ταξιάρχων τὴν γνώμην ἐξέφερον τοῦ στρατοῦ. ὁ δὲ καὶ τἆλλα καὶ τόδε αὐτὸ τῷ Ἀντωνίῳ μετέφερεν, ἵνα εἰδείη πολεμήσοντας οὐ συντιθεμένῳ. συνεβούλευεν οὖν Πομπήιον μὲν ἐς Σικελίαν ἐξ ὧν ἐπόρθει μετακαλεῖν, Ἀηνόβαρβον δέ ποι πέμπειν, ἕως αἱ συνθῆκαι γένοιντο. παρακαλούσης δὲ καὶ τῆς μητρὸς ἐς ταῦτα τὸν Ἀντώνιον ʽγένει γὰρ ἦν ἐκ τῶν Ἰουλίων̓, ᾐσχύνετο Ἀντώνιος, εἰ μὴ γενομένων τῶν συμβάσεων τὸν Πομπήιον αὖθις ἐς συμμαχίαν καλοίη. τῆς δὲ μητρὸς οὐκ ἀπελπιζούσης αὐτὰς ἔσεσθαι καὶ Κοκκηίου ἰσχυριζομένου τε περὶ αὐτῶν καὶ ἐλπιζομένου τι πλέον εἰδέναι, ὁ Ἀντώνιος ἐνεδίδου καὶ τὸν Πομπήιον ἀναχωρεῖν ἐκέλευεν ἐς Σικελίαν, ὡς ἐπιμελησόμενος τῶν συγκειμένων, καὶ Ἀηνόβαρβον ἔπεμπεν ἡγεῖσθαι Βιθυνίας.

ὧν ὁ στρατὸς ὁ τοῦ Καίσαρος αἰσθανόμενοι πρέσβεις εἵλοντο τοὺς αὐτοὺς ἐς ἀμφοτέρους, οἳ τὰ μὲν ἐγκλήματα αὐτῶν ἐπέσχον ὡς οὐ κρῖναι σφίσιν, ἀλλὰ διαλλάξαι μόνον ᾑρημένοι, σφίσι δʼ αὐτοῖς προσελόμενοι Κοκκήιον μὲν ὡς οἰκεῖον ἀμφοῖν, ἐκ δὲ τῶν Ἀντωνίου Πολλίωνα καὶ Μαικήναν ἐκ τῶν Καίσαρος, ἔγνωσαν Καίσαρι καὶ Ἀντωνίῳ πρὸς ἀλλήλους ἀμνηστίαν εἶναι τῶν γεγονότων καὶ φιλίαν ἐς τὸ μέλλον. ὑπογύως δὲ Μαρκέλλου τεθνεῶτος, ὃς τὴν ἀδελφὴν Καίσαρος εἶχεν Ὀκταουίαν, ἐδικαίουν οἱ διαλλακταὶ τὴν Ὀκταουίαν Ἀντωνίῳ τὸν Καίσαρα ἐγγυῆσαι. καὶ ὁ μὲν αὐτίκα ἐνηγγύα, καὶ ἠσπάζοντο ἀλλήλους, καὶ βοαὶ παρὰ τοῦ στρατοῦ καὶ εὐφημίαι πρὸς ἑκάτερον αὐτῶν ἦσαν ἄπαυστοι διʼ ὅλης τε τῆς ἡμέρας καὶ ἀνὰ τὴν νύκτα πᾶσαν.

ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τὴν Ῥωμαίων αὖθις ἀρχὴν ἐφʼ ἑαυτῶν ἐμερίσαντο ἅπασαν, ὅρον μὲν εἶναι σφίσι Σκόδραν πόλιν τῆς Ἰλλυρίδος, ἐν μέσῳ τοῦ Ἰονίου μυχοῦ μάλιστα δοκοῦσαν εἶναι, ταύτης δʼ ἔχειν τὰ μὲν πρὸς ἕω πάντα τὸν Ἀντώνιον ἔθνη τε καὶ νήσους ἕως ἐπὶ ποταμὸν Εὐφράτην ἄνω, τὰ δὲ ἐς δύσιν τὸν Καίσαρα μέχρι ὠκεανοῦ. Λιβύης δὲ Λέπιδον ἄρχειν, καθὰ Καῖσαρ ἐδεδώκει. πολεμεῖν δὲ Πομπηίῳ μὲν Καίσαρα, εἰ μή τι συμβαίνοι, Παρθυαίοις δὲ Λ̓ντώνιον, ἀμυνόμενον τῆς ἐς Κράσσον παρασπονδήσεως. Ἀηνοβάρβῳ δʼ εἶναι πρὸς Καίσαρα συμβάσεις τὰς πρὸς Ἀντώνιον γενομένας. στρατὸν δὲ ἐκ τῆς Ἰταλίας προσκαταλέγειν ἀκωλύτως ἴσον ἑκάτερον.

αἵδε μὲν ἦσαν αἱ τελευταῖαι Καίσαρί τε καὶ Ἀντωνίῳ γενόμεναι συμβάσεις. καὶ εὐθὺς ἐς τὰ ἐπείγοντα τοὺς φίλους ἑκάτερος αὐτῶν περιέπεμπεν, Οὐεντίδιον μὲν ἐς τὴν Ἀσίαν Ἀντώνιος. ἀναστέλλειν Παρθυαίους τε καὶ Λαβιηνὸν τὸν Λαβιηνοῦ, μετὰ τῶν Παρθυαίων ἐν ταῖσδε ταῖς ἀσχολίαις Συρίαν τε καὶ τὰ μέχρι τῆς Ἰωνίας ἐπιδραμόντα.

ἃ μὲν δὴ Λαβιηνός τε καὶ Παρθυαῖοι δράσαντες ἔπαθον, ἡ Παρθυικὴ δηλώσει γραφή· Ἕλενον δὲ στρατηγὸν Καίσαρος, σὺν ὁρμῇ κατασχόντα Σαρδοῦς, αὖθις ἐξέβαλε τῆς Σαρδοῦς Μηνόδωρος ὁ Πομπηίου, καὶ τῷδε μάλιστα χαλεπαίνων ὁ Καῖσαρ οὐκ ἐδέχετο τὰς πείρας Ἀντωνίου συνάγοντος αὐτῷ Πομπήιον. ἐς δὲ Ῥώμην παρελθόντες ἐτέλουν τοὺς γάμους. καὶ ὁ Ἀντώνιος Μάνιον μὲν ἔκτεινεν ὡς ἐρεθίσαντά τε Φουλβίαν ἐπὶ διαβολῇ Κλεοπάτρας καὶ τοσῶνδε αἴτιον γενόμενον, Καίσαρι δὲ ἐνέφηνε Σαλουιδιηνόν, τὸν ἡγούμενον τῷ Καίσαρι τοῦ περὶ Ῥοδανὸν στρατοῦ, ἀπόστασιν ἰδίᾳ βουλεῦσαι καί οἱ περὶ τοῦδε προσπέμψαι περικαθημένῳ τὸ Βρεντέσιον. καὶ ὁ μὲν τόδε ἐξεῖπεν· οὐ πρὸς πάντων ἐπαινούμενον, εὐφυὴς ὢν ἄρα καὶ ταχὺς ἐς εὔνοιαν· ὁ δὲ Καῖσαρ αὐτίκα τὸν Σαλουιδιηνὸν ἐκάλει κατὰ σπουδήν, ὡς ἐπὶ δή τι μόνου χρῄζων καὶ εὐθὺς ἐκπέμψων αὖθις ἐς τὸν στρατόν, καὶ ἐλθόντα ἔκτεινε διελέγξας καὶ τὸν ὑπʼ αὐτῷ στρατὸν ὡς ὕποπτον ὄντα ἔχειν ἔδωκεν Ἀντωνίῳ.