Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καθεζόμενος δʼ ἐπὶ τοῦ βήματος ἐκάλει τὸν Λεύκιον ἐκ τῆς Περυσίας μετὰ τῶν ἐν τέλει Ῥωμαίων. καὶ κατῄεσαν πολλοὶ μὲν ἀπὸ τῆς βουλῆς, πολλοὶ δὲ ἀπὸ τῶν καλουμένων ἱππέων, ἐν ὄψει πάντες οἰκτρᾷ καὶ ὀξείᾳ μεταβολῇ. ἅμα δὲ ἐξῄεσαν οὗτοι τῆς Περυσίας, καὶ φρουρὰ τὴν πόλιν περιέστη. ἐπεὶ δὲ ἀφίκοντο, Λεύκιον μὲν ὁ Καῖσαρ ἑαυτῷ παρεστήσατο, τῶν δὲ ἄλλων τοὺς μὲν οἱ φίλοι Καίσαρος, τοὺς δὲ οἱ λοχαγοὶ διέλαβον, προδεδιδαγμένοι πάντες ἐς τιμὴν ἀπάγειν ἅμα καὶ φυλακὴν ἄσημον. τοὺς δὲ Περυσίους ἀπὸ τοῦ τείχους παρακαλοῦντας ἐκέλευσεν ἥκειν, ἄνευ τῆς βουλῆς μόνης· καὶ ἐλθοῦσι συνέγνω. οἱ δὲ βουλευταὶ τότε μὲν φύλαξι παρεδόθησαν, μετʼ οὐ πολὺ δὲ ἀνῃρέθησαν, χωρὶς Αἰμιλίου Λευκίου, ὃς ἐν Ῥώμῃ δικάζων ἐπὶ τῷ φόνῳ Γαΐου Καίσαρος τὴν καταδικάζουσαν ἤνεγκε φανερῶς καὶ πάντας φέρειν ἐκέλευεν ὡς ἐκλυομένους μύσος.

τὴν δὲ Περυσίαν αὐτὴν ἐγνώκει μὲν ὁ Καῖσαρ ἐς διαρπαγὴν ἐπιτρέψαι τῷ στρατῷ, Κέστιος δέ τις αὐτῶν ὑπομαργότερος, ἐν Μακεδονίᾳ πεπολεμηκὼς καὶ ἐκ τοῦδε Μακεδονικὸν αὑτὸν ὀνομάζων, ἐνέπρησε τὴν οἰκίαν καὶ ἑαυτὸν ἐς τὸ πῦρ ἐνέβαλε, καὶ ἄνεμοι τὴν φλόγα ὑπολαβόντες περιήνεγκαν ἐκ ὅλην Περυσίαν, καὶ ἐνεπρήσθη χωρὶς τοῦ Ἡφαιστείου μόνου. τόδε μὲν δὴ τῇ Περυσίᾳ τέλος ἦν, δόξαν ἀρχαιότητος ἐχούσῃ καὶ ἀξιώσεως· ὑπὸ γὰρ Τυρρηνῶν πάλαι φασὶν αὐτὴν ἐν ταῖς πρώταις δυώδεκα πόλεσιν ἐν Ἰταλίᾳ γενέθαι. διὸ καὶ τὴν Ἥραν ἔσεβον, οἷα Τυρρηνοί· τότε δὲ ὅσοι τὰ λείψανα τῆς πόλεως διέλαχον, τὸν Ἥφαιστον σφίσιν ἔθεντο θεὸν εἶναι πάτριον ἀντὶ τῆς Ἥρας. τῆς δʼ ἐπιούσης ὁ μὲν Καῖσαρ ἐσπένδετο ἅπασιν, ὁ δὲ στρατὸς οὐκ ἐπαύετο ἐπί τισι θορυβῶν, ἕως ἀνῃρέθησαν· καὶ ἦσαν οἱ μάλιστα Καίσαρος ἐχθροί, Καννούτιός τε καὶ Γάιος Φλάυιος καὶ Κλώδιος ὁ Βιθυνικὸς καὶ ἕτεροι. τοῦτο μὲν δὴ τέλος ἦν τῆς ἐν Περυσίᾳ Λευκίου πολιορκίας, καὶ ὁ πόλεμος ὧδε ἐξελέλυτο, χαλεπώτατός τε καὶ χρόνιος ἐλπισθεὶς ἔσεσθαι τῇ Ἰταλίᾳ.

καὶ γὰρ Ἀσίνιος αὐτίκα καὶ Πλάγκος καὶ Οὐεντίδιος καὶ Κράσσος καὶ Ἀτήιος καὶ ὅσοι τῆσδε τῆς γνώμης ὄντες ἕτεροι στρατὸν εἶχον οὐκ εὐκαταφρόνητον, ἀλλʼ εἰς τρισκαίδεκα τέλη γεγυμνασμένα καὶ ἱππέας ἑξακισχιλίους ἐπὶ πεντακοσίοις, ἡγούμενοι τὸ κεφάλαιον τοῦ πολέμου Λεύκιον γενονέναι ἐπὶ θάλασσαν ᾔεσαν, ἕτερος ἑτέρας ὁδούς, οἱ μὲν ἐς Βρεντέσιον, οἱ δʼ ἐπὶ Ῥαβέννης, οἱ δʼ ἐς Τάραντα καὶ οἱ μὲν ἐς Μοῦρκον ἢ Ἀηνόβαρβον, οἱ δὲ ἐς Ἀντώνιον, διωκόντων αὐτοὺς τῶν Καίσαρος φίλων καὶ σπονδὰς προτεινόντων καὶ οὐκ ἐθέλουσιν ἐνοχλούντων τὰ πεζὰ μάλιστα· ὧν δὴ καὶ μόνων Ἀγρίππας ἔπεισε μεταθέσθαι δύο τέλη Πλάγκου, ἀποληφθέντα ἐν Καμερίᾳ. ἔφευγε δὲ καὶ Φουλβία μετὰ τῶν τέκνων ἐς Δικαιάρχειαν καὶ ἀπὸ Δικαιαρχείας ἐς τὸ Βρεντέσιον, μετὰ τρισχιλίων ἱππέων οἳ αὐτῇ παρὰ τῶν στρατηγῶν πομποὶ ἀπεστάλησαν. ἐν δὲ τῷ Βρεντεσίῳ νεῶν πέντε μακρῶν ἐκ Μακεδονίας οἱ μεταπέμπτων γενομένων ἐπιβᾶσα ἀνήγετο· καὶ αὐτῇ Πλάγκος συνέπλει, τὸν ἔτι λοιπὸν αὑτοῦ στρατὸν ἐκλιπὼν ὑπὸ δειλίας. οἱ δὲ Οὐεντίδιον σφῶν εἵλοντο ἄρχειν. Ἀσίνιος δὲ Ἀηνοβάρβῳ συνετίθετο φιλίαν εἶναι πρὸς Ἀντώνιον· καὶ ἐπέστελλον ἄμφω τάδε τῷ Ἀντωνίῳ καὶ ἀποβάσεις αὐτῷ καὶ ἀγορὰν ὡς αὐτίκα ἥξοντι εὐτρέπιζον ἀνὰ τὴν Ἰταλίαν.

ἄλλῳ δʼ Ἀντωνίου στρατῷ πολλῷ περὶ Ἄλπεις, οὗ Φούφιος Καληνὸς ἡγεῖτο, ὁ Καῖσαρ ἐπεβούλευεν, ἤδη μὲν τὸν Ἀντώνιον ὑπονοῶν, ἐλπίζων δὲ ἢ φίλῳ ἔτι ὄντι φυλάξειν ἢ πολεμοῦντος μεγάλην ἰσχὺν προσλήψεσθαι. διαμέλλοντος δὲ ὅμως ἔτι αὐτοῦ καὶ τὸ εὐπρεπὲς περιορωμένου, ὁ Καληνὸς ἐτελεύτησε· καὶ ὁ Καῖσαρ, ὡς ἐς ἀμφότερα πρόφασιν εὑρών, ᾔει καὶ παρελάμβανε τόν τε στρατὸν καὶ τὴν Κελτικὴν ἐπʼ αὐτῷ καὶ Ἰβηρίαν, καὶ τάσδε οὔσας ὑπὸ Ἀντωνίῳ, Φουφίου τοῦ παιδὸς Καληνοῦ καταπλαγέντος τε αὐτὸν καὶ παραδόντος ἅπαντα ἀμαχεί.

ὁ μὲν δὴ Καῖσαρ ἑνὶ τῷδε ἔργῳ ἕνδεκα τέλη στρατοῦ καὶ χώρας τοσάσδε λαβὼν τοὺς ἡγεμόνας αὐτῶν παρέλυε τῆς ἀρχῆς καὶ ἰδίους ἐπιστήσας ἐς Ῥώμην ἀνέστρεφεν· ὁ δὲ Ἀντώνιος χειμῶνος μὲν ἔτι τοὺς πρέσβεις κατεῖχε τοὺς ἀπὸ τῶν κληρουχιῶν πρὸς αὐτὸν ἐλθόντας, ἔτι ἐπικρύπτων, ἃ ἐφρόνει, ἦρι δʼ ἐκ μὲν Ἀλεξανδρείας ἐς Τύρον ὥδευεν, ἐκ δὲ Τύρου διαπλέων ἐπὶ Κύπρου καὶ Ῥόδου καὶ Ἀσίας ᾔσθετο τῶν ἐν τῇ Περυσίᾳ γεγονότων καὶ τὸν ἀδελφὸν ἐμέμφετο καὶ Φουλβίαν καὶ μάλιστα πάντων Μάνιον. Φουλβίαν μὲν οὖν εὗρεν ἐν Ἀθήναις, ἐκ Βρεντεσίου φυγοῦσαν· Ἰουλίαν δʼ αὐτῷ τὴν μητέρα Πομπήιος, ἐς αὐτὸν διαφυγοῦσαν, ἔπεμπεν ἐκ Σικελίας ἐπὶ νεῶν μακρῶν, καὶ παρέπεμπον αὐτὴν οἱ τῶν ἀμφὶ τὸν Πομπήιον ἄριστοι, Λεύκιός τε Λίβων, ὁ κηδεστὴς τοῦ Πομπηίου, καὶ Σατουρνῖνος καὶ ἕτεροι, ὅσοι χρῄζοντες τῆς Ἀντωνίου μεγαλοπραγίας ἠξίουν αὐτὸν συναλλαγέντα Πομπηίῳ σύμμαχον ἐπὶ Καίσαρι λαβεῖν Πομπήιον. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο χάριν μὲν ἐπὶ τῇ μητρὶ γιγνώσκειν Πομπηίῳ καὶ ἀποτίσειν ἐν χρόνῳ, αὐτὸς δέ, εἰ μὲν πολεμοίη Καίσαρι, χρήσεσθαι Πομπηίῳ συμμάχῳ, εἰ δʼ ἐμμένοι τοῖς πρὸς αὑτὸν ὡμολογημένοις ὁ Καῖσαρ, πειράσεσθαι καὶ Πομπηίον Καίσαρι συναλλάξαι.

ὁ μὲν ὧδε ἀπεκρίνατο, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἀπὸ Κελτῶν ἐπανιὼν ᾔσθετο μὲν τῶν ἐς Ἀθήνας διαπεπλευκότων, τὸ δὲ τῆς ἀποκρίσεως ἀκριβὲς ἄρα οὐκ εἰδὼς ἐξώτρυνε τοὺς κληρούχους ἐπὶ τὸν Ἀντώνιον ὡς κατάγοντα μετὰ τῶν γεωργῶν Πομπήιον, ὧν αὐτοὶ τὰ χωρία ἔχουσιν· ἐς γὰρ δὴ Πομπήιον οἱ πλέονες τῶν γεωργῶν ἐπεφεύγεσαν. καὶ πιθανοῦ τοῦ διερεθίσματος ὄντος, οὐδʼ ὣς οἱ κληροῦχοι προθύμως ἐπὶ τὸν Ἀντώνιον ἐστράτευον· οὕτως ἡ δόξα τῶν ἐν Φιλίπποις γεγονότων ἐδημαγώγει τὸν Ἀντώνιον. ὁ δὲ Καῖσαρ Ἀντωνίου μὲν καὶ Πομπηίου καὶ Ἀηνοβάρβου κατὰ πλῆθος ὁπλιτῶν ὑπεροίσειν ἐνόμιζεν ʽἦρχε γὰρ τελῶν ἐς τότε τεσσαράκοντα πλεόνων̓, ναῦν δὲ οὐδεμίαν ἔχων οὐδὲ καιρὸν ἐς ναυπηγίαν ὠρρώδει, ναῦς ἐκείνων ἐχόντων πεντακοσίας, μὴ τὴν Ἰταλίαν περιπλέοντες ἐς λιμὸν περιενέγκαιεν. ὧν ἐνθυμούμενος ʽἐλέλεκτο δὲ αὐτῷ περὶ πολλῶν παρθένων ἐς γάμον’ ἐπέστελλε Μαικήνᾳ συνθέσθαι Σκριβωνίᾳ, τῇ Λίβωνος ἀδελφῇ, τοῦ κηδεύοντος Πομπηίῳ, ἵνʼ ἔχοι καὶ τήνδε ἀφορμὴν ἐς διαλύσεις, εἰ δεήσειεν. καὶ πυθόμενος ὁ Λίβων ἐπέστελλε τοῖς οἰκείοις ἐγγυᾶν αὐτὴν τῷ Καίσαρι προθύμως. ὁ δὲ Καῖσαρ τῶν Ἀντωνίου φίλων καὶ στρατῶν ὅσους ὑπώπτευε, διέπεμπεν ἐπὶ προφάσεων ἄλλους ἀλλαχοῦ καὶ Λέπιδον ἐς τὴν ἐψηφισμένην αὐτῷ Λιβύην, ἄγοντα τῶν Ἀντωνίου τελῶν τὰ ὑποπτότατα ἕξ.

Λεύκιον δὲ καλέσας ἐπῄνει μὲν ἐς φιλαδελφίαν, εἰ τῇ Ἀντωνίου γνώμῃ ὑπομεμενηκὼς ἴδιον τὸ ἁμάρτημα ποιοῖτο, ὠνείδιζε δὲ ἐς ἀχαριστίαν, εἰ τοιούτου τυχὼν αὑτοῦ μηδὲ νῦν ὁμολογοίη περὶ Ἀντωνίου, σαφῶς ἤδη καὶ Πομπηίῳ συνθέσθαι λεγομένου. “ἐγὼ δέ σοι πιστεύων,” ἔφη, “Καληνοῦ τελευτήσαντος τά τε ἔθνη τὰ ὑπʼ αὐτῷ καὶ τὸν στρατόν, ἵνα μὴ ἄναρχος εἴη, διὰ τῶν ἐμαυτοῦ φίλων διῴκουν Ἀντωνίῳ. ἀλλὰ νῦν ἐκφανείσης τῆς ἐνέδρας ἐκεῖνά τε ἐμαυτοῦ πάντα ποιοῦμαι καὶ σοὶ πρὸς τὸν ἀδελφὸν ἀπιέναι θέλοντι συγχωρῶ μετὰ ἀδείας.” ὁ μὲν οὕτως εἶπεν, εἴτε πειρώμενος τοῦ Λευκίου, εἴτε τὸ λεχθὲν ἐκπεσεῖν ἐθέλων ἐς τὸν Ἀντώνιον· ὁ δὲ οἷα καὶ πρότερον εἶπε· “Φουλβίας μὲν ᾐσθόμην οὔσης μοναρχικῆς, ἐγὼ δὲ συνεχρώμην τοῖς τοῦ ἀδελφοῦ στρατοῖς ἐς τὴν ἁπάντων ὑμῶν καθαίρεσιν. καὶ νῦν, εἰ μὲν ἐπὶ καταλύσει τῆς μοναρχίας ἔρχοιτο ὁ ἀδελφός, καὶ φανερῶς καὶ λαθὼν οἰχήσομαι πρὸς αὐτόν, ἀγωνιούμενος αὖθις ὑπὲρ τῆς πατρίδος πρὸς σέ, καίπερ ἤδη μοι γενόμενον εὐεργέτην. εἰ δʼ ἐπιλέγοιτο κἀκεῖνος καὶ διακρίνοι τοὺς συμμοναρχήσοντας αὑτῷ, πολεμήσω σὺν σοὶ πρὸς αὐτόν, ἕως ἂν ἡγῶμαι μηδὲ σὲ μοναρχίαν καθίστασθαι· τὸ γὰρ τῆς πατρίδος αἰεὶ προθήσω καὶ χάριτος καὶ γένους.” ὧδε μὲν ὁ Λεύκιος εἶπεν, ὁ δὲ Καῖσαρ αὐτὸν καὶ τέως ἐν θαύματι ἄγων οὐκ ἔφη μὲν οὐδὲ βουλόμενον ἐπάξεσθαι κατὰ ἀδελφοῦ, πιστεύσειν δὲ ὡς τοιῷδε ἀνδρὶ πᾶσαν Ἰβηρίαν καὶ τὸν ἐν αὐτῇ στρατόν, ὑποστρατηγούντων αὐτῷ τῶν νῦν ἡγουμένων αὐτῆς Πεδουκαίου τε καὶ Λευκίου.

οὕτω μὲν δὴ καὶ Λεύκιον ὁ Καῖσαρ ἀπέπεμπε σὺν τιμῇ καὶ διὰ τῶν ὑποστρατήγων ἐφύλασσεν ἀφανῶς· Ἀντώνιος δὲ Φουλβίαν μὲν ἐν Σικυῶνι νοσηλευομένην ἀπέλιπεν, ἀπὸ δὲ Κερκύρας ἐς τὸν Ἰόνιον ἔπλει, στρατῷ μὲν οὐ πολλῷ ναυσὶ δὲ διακοσίαις, ἃς ἐν Ἀσίᾳ πεποίητο. πυθόμενος δὲ Ἀηνόβαρβον ἀπαντᾶν αὑτῷ ναυσὶ καὶ στρατῷ πολλῷ, οὐ δοκοῦντά τισιν οὐδʼ ἐπὶ ταῖς διαπεμφθείσαις σπονδαῖς εἶναι βέβαιον ʽἦν γὰρ Ἀηνόβαρβος τῶν κατεγνωσμένων τε ἐκ δίκης ἐπὶ Γαΐῳ Καίσαρι φόνου καὶ προγεγραμμένων ἐπὶ τῇ καταδίκῃ καὶ ἐν Φιλίπποις Ἀντωνίῳ καὶ Καίσαρι πεπολεμηκότων̓, ὅμως ἔπλει, πέντε ναυσὶν ἐπιβὰς ταῖς ἀρίσταις, ἵνα φαίνοιτο πιστεύων, καὶ τὰς λοιπὰς ἐκ διαστήματος ἕπεσθαι κελεύσας. καθορωμένου δὲ ἤδη τοῦ Ἀηνοβάρβου παντί τε τῷ στρατῷ καὶ παντὶ τῷ στόλῳ μετʼ ὀξείας εἰρεσίας προσπλέοντος, ἔδεισεν ὁ Πλάγκος Ἀντωνίῳ παρεστὼς καὶ ἐπισχεῖν αὐτὸν ἠξίου τὸν πλοῦν καὶ προπέμψαι τινὰς ἐς πεῖραν ὡς πρὸς ἀμφίβολον ἄνδρα. ὁ δὲ εἰπὼν αἱρεῖσθαι παρασπονδούμενος ἀποθανεῖν μᾶλλον ἢ σῴζεσθαι δειλὸς ὀφθείς, ἔπλει. πλησίον τε ἦσαν ἀλλήλων ἤδη, καὶ αἱ ναυαρχίδες ἐκ τῶν σημείων ἐφαίνοντο καὶ ἀλλήλαις προσέπλεον· καὶ τῶν ῥαβδούχων ὁ ἡγούμενος Ἀντωνίῳ, κατὰ τὴν πρῷραν, ὥσπερ ἔθος ἐστίν, ἑστώς, εἴτʼ ἐκλαθόμενος, ὅτι ἀμφίβολος ἀνὴρ καὶ στρατοῦ κἀκεῖνος ἡγούμενος ἰδίου προσπλέοι, εἴτε ἀπὸ εὐγενεστέρου φρονήματος, ὡς ὑπηκόοις ἢ ἐλάσσοσιν ἀνδράσιν ὑπαντῶσι, προσέταξε καθελεῖν τὸ σημεῖον. οἱ δὲ καθῄρουν τε καὶ τὴν ναῦν ἐς τὰ πλάγια τῆς Ἀντωνίου νεὼς περιέστρεφον. ὡς δὲ καὶ συνιδόντες ἀλλήλους ἠσπάσαντο καὶ ὁ στρατὸς ὁ τοῦ Ἀηνοβάρβου τὸν Ἀντώνιον ἡγεμόνα προσεῖπεν, ὁ μὲν Πλάγκος ἀνεθάρρει μόλις, ὁ δὲ Ἀντώνιος ἐς τὴν ἑαυτοῦ ναῦν τὸν Ἀηνόβαρβον ἀναδεξάμενος ἐς Παλόεντα κατέπλευσεν, ἔνθα ἦν Ἀηνοβάρβῳ καὶ τὸ πεζόν. καὶ ὁ Ἀηνόβαρβος τῆς σκηνῆς ἐξίστατο Ἀντωνίῳ.

ἐντεῦθεν ἐπὶ Βρεντεσίου διέπλεον, φυλασσομένου πρὸς πέντε Καίσαρος τάξεων, καὶ οἱ Βρεντέσιοι τὰς πύλας ἀπέκλειον, Ἀηνοβάρβῳ μὲν ὡς ἐκ πολλοῦ πολεμίῳ, Ἀντωνίῳ δὲ ὡς πολέμιον ἐπάγοντι. ὁ δὲ ἀγανακτῶν καὶ ἡγούμενος εἶναι τάδε καλλωπίσματα, τὸ δʼ ἀληθὲς ἀποκλείεσθαι πρὸς τῶν Καίσαρος φρουρῶν γνώμῃ Καίσαρος, διετάφρευε τῆς πόλεως τὸν ἰσθμὸν καὶ ἀπετείχιζεν. ἔστι δʼ ἡ πόλις χερρόνησος ἐν μηνοειδεῖ λιμένι, καὶ οὐκ ἦν ἔτι τοῖς ἐξ ἠπείρου προσελθεῖν ἀνάντει λόφῳ, διατετμημένῳ τε καὶ διατετειχισμένῳ. ὁ δὲ Ἀντώνιος καὶ τὸν λιμένα μέγαν ὄντα φρουρίοις πυκνοῖς περιεφράξατο καὶ τὰς νήσους τὰς ἐν αὐτῷ. ἔς τε τὰ παράλια τῆς Ἰταλίας περιέπεμπεν, οἷς εἴρητο τὰ εὔκαιρα καταλαμβάνειν. ἐκέλευε δὲ καὶ Πομπήιον ἐπιπλεῖν τῇ Ἰταλίᾳ καὶ δρᾶν, ὅ τι δύναιτο. ὁ δὲ ἄσμενος αὐτίκα Μηνόδωρον σὺν ναυσὶ πολλαῖς καὶ στρατοῦ τέσσαρσι τέλεσιν ἐκπέμψας Σαρδὼ Καίσαρος οὖσαν καὶ τὰ ἐν αὐτῇ δύο τέλη περιέσπασε τὴν συμφροσύνην Ἀντωνίου καταπλαγέντας. τῆς δὲ Ἰταλίας Σιποῦντα μὲν τῆς Αὐσονίας οἱ τοῦ Ἀντωνίου κατέλαβον, Θουρίους δὲ καὶ Κωνσεντίαν Πομπήιος ἐπολιόρκει καὶ τὴν χώραν ἐπενέμετο τοῖς ἱππεῦσιν.