Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

οὕτω μὲν ἐς στάσεις τότε πάντα, καὶ ἐς δυσαρχίαν τοῖς στασιάρχοις τὰ στρατόπεδα ἐτέτραπτο, τὴν δὲ Ῥώμην λιμὸς ἐπίεζεν, οὔτε τῆς θαλάσσης τι αὐτοῖς φερούσης διὰ Πομπήιον, οὔτε τῆς Ἰταλίας διὰ τοὺς πολέμους γεωργουμένης. ὃ δὲ καὶ γένοιτο, ἐς τοὺς στρατοὺς ἐδαπανᾶτο. ἐκλώπευόν τε οἱ πολλοὶ νυκτὸς ἐν τῇ πόλει καὶ κλοπῆς ἔτι βιαιότερον ἠνώχλουν, καὶ ἠνώχλουν ἀδεῶς, καὶ ἡ δόξα ἐς τοὺς στρατιώτας ἐφέρετο. ὁ δὲ λεὼς ἀπέκλειε τὰ ἐργαστήρια καὶ τὰς ἀρχὰς ἐξανίστη, ὡς οὔτε ἀρχῶν οὔτε τεχνῶν χρῄζοντες ἐν ἀπορούσῃ καὶ λῃστευομένῃ πόλει.

Λευκίῳ δὲ ὄντι δημοτικῷ καὶ δυσχεραίνοντι τῇ τῶν τριῶν ἀρχῇ, οὐδὲ ἐπὶ τῷ χρόνῳ παύσεσθαι νομιζομένῃ, προσκρούσματα ἐς τὸν Καίσαρα ἐγίγνετο καὶ διαφοραὶ μείζους· τούς τε γεωργούς, ὅσοι τῆς γῆς ἀφῃροῦντο, ἱκέτας γιγνομένους τῶν δυνατῶν ἑκάστου μόνος ὑπεδέχετο καὶ βοηθήσειν ὑπισχνεῖτο, κἀκείνων ὑπισχνουμένων ἀμυνεῖν, ἐς ὃ κελεύοι. ὅθεν αὐτὸν ὁ στρατὸς ὁ Ἀντωνίου κατεμέμφετο καὶ ὁ Καῖσαρ ὡς ἀντιπράσσοντα Ἀντωνίῳ, καὶ Φουλβία ὡς πολεμοποιοῦντα ἐν ἀκαίρῳ, μέχρι τὴν Φουλβίαν ὁ Μάνιος πανούργως μετεδίδαξεν ὡς εἰρηνευομένης μὲν τῆς Ἰταλίας ἐπιμενεῖν Ἀντώνιον Κλεοπάτρᾳ, πολεμουμένης δʼ ἀφίξεσθαι κατὰ τάχος. τότε γὰρ δὴ γυναικός τι παθοῦσα ἡ Φουλβία τὸν Λεύκιον ἐπέτριβεν ἐς τὴν διαφοράν. ἐξιόντος δὲ τοῦ Καίσαρος ἐς τὰ λοιπὰ τῶν κατοικίσεων, ἔπεμπεν ἑψομένους αὐτῷ τοὺς Ἀντωνίου παῖδας ἅμα τῷ Λευκίῳ, ὡς μηδὲν ἐκ τῆς ὄψεως ὁ Καῖσαρ ἐν τῷ στρατῷ πλέον ἔχοι. ἱππέων δὲ Καίσαρος ἐκτρεχόντων ἐπὶ τὴν Βρεττίων ἠιόνα, πορθουμένην ὑπὸ Πομπηίου, δόξας ὁ Λεύκιος ἢ ὑποκρινάμενος ἐφʼ ἑαυτὸν καὶ τοὺς Ἀντωνίου παῖδας τόδε τὸ ἱππικὸν ἀπεστάλθαι, διέδραμεν ἐς τὰς Ἀντωνίου κατοικίας, συλλεγόμενος φρουρὰν τῷ σώματι, καὶ τὸν Καίσαρα τῷ στρατῷ διέβαλλεν ἐς ἀπιστίαν πρὸς Ἀντώνιον. ὁ δὲ ἀντεδίδασκεν αὐτούς, ὅτι αὑτῷ μὲν καὶ Ἀντωνίῳ πάντα εἶναι φίλια καὶ κοινά, Λεύκιον δὲ ὑφʼ ἑτέρας γνώμης αὐτοὺς πολεμοποιεῖν ἐς ἀλλήλους ἀντιπράσσοντα τῇ τῶν τριῶν ἀρχῇ, διʼ ἣν οἱ στρατευόμενοι τὰς ἀποικίας ἔχουσι βεβαίους· καὶ τοὺς ἱππέας εἶναι καὶ νῦν ἐν Βρεττίοις τὰ ἐντεταλμένα φυλάσσοντας.

ὧν οἱ ἡγεμόνες τοῦ στρατοῦ πυνθανόμενοι διῄτησαν αὐτοῖς ἐν Τεανῷ καὶ συνήλλαξαν ἐπὶ τοῖσδε, τοὺς μὲν ὑπάτους τὰ πάτρια διοικεῖν μὴ κωλυομένους ὑπὸ τῶν τριῶν ἀνδρῶν, μηδενὶ δὲ γῆν ὑπὲρ τοὺς στρατευσαμένους ἐν Φιλίπποις ἐπινέμεσθαι, τά τε χρήματα τῶν δεδημευμένων καὶ τιμὰς τῶν ἔτι πιπρασκομένων καὶ τὸν στρατὸν Ἀντωνίου τὸν περὶ τὴν Ἰταλίαν ἐπʼ ἴσης διανέμεσθαι καὶ μηδέτερον αὐτῶν ἔτι καταλέγειν ἐκ τῆς Ἰταλίας, στρατεύοντι δὲ ἐπὶ Πομπήιον τῷ Καίσαρι δύο συμμαχεῖν τέλη παρὰ Ἀντωνίου, ἀνεῷχθαι δὲ τὰς Ἄλπεις τοῖς ὑπὸ Καίσαρος πεμπομένοις ἐς τὴν Ἰβηρίαν καὶ μὴ κωλύειν αὐτοὺς ἔτι Ἀσίνιον Πολλίωνα, Λεύκιον δὲ ἐπὶ τοῖσδε συνηλλαγμένον ἀποθέσθαι τὴν φρουρὰν τοῦ σώματος καὶ πολιτεύειν ἀδεῶς. τάδε μὲν ἦν, ἃ συνέθεντο ἀλλήλοις διὰ τῶν ἡγεμόνων τοῦ στρατοῦ, ἐπράχθη γε μὴν αὐτῶν δύο μόνα τὰ τελευταῖα· καὶ Σαλουιδιηνὸς ἄκων αὐτῷ συμπεριῆλθε τὰς Ἄλπεις.

οὐ γιγνομένων δὲ τῶν ἄλλων ἢ βραδυνόντων, ἐς Πραινεστὸν ἀνεχώρει Λεύκιος, δεδιέναι λέγων Καίσαρα διὰ τὴν ἀρχὴν δορυφορούμενον, αὐτὸς ἀφρούρητος ὤν. ἀνεχώρει δὲ καὶ Φουλβία πρὸς Λέπιδον, ἤδη λέγουσα περὶ τοῖς τέκνοις δεδιέναι· τοῦτον γὰρ ἀντὶ τοῦ Καίσαρος προυτίθει. καὶ τάδε μὲν ἐγράφετο παρʼ ἑκατέρων Ἀντωνίῳ, καὶ φίλοι μετὰ τῶν γραμμάτων ἐς αὐτὸν ἐπέμποντο, οἳ διδάξειν ἔμελλον περὶ ἑκάστων. καὶ οὐχ εὗρον ἐρευνώμενος, ὅ τι σαφῶς ἀντεγράφετο αὐτοῖς. οἱ δὲ τῶν στρατῶν ἡγεμόνες συνομόσαντες κρινεῖν τοῖς ἄρχουσιν αὖθις, ὃ δοκοίη δίκαιον εἶναι, καὶ τοὺς ἀπειθοῦντας ἐς αὐτὸ συναναγκάσειν, ἐκάλουν ἐπὶ ταῦτα τοὺς περὶ Λεύκιον. οὐ δεξαμένων δʼ ἐκείνων, ὁ Καῖσαρ ἐπιφθόνως αὐτοὺς ἔν τε τοῖς ἡγεμόσι τοῦ στρατοῦ καὶ παρὰ τοῖς Ῥωμαίων ἀρίστοις ἐπεμέμφετο. οἱ δὲ ἐξέθεον ἐς τὸν Λεύκιον καὶ παρεκάλουν οἰκτεῖραι μὲν ἐπὶ τοῖς ἐμφυλίοις τὴν πόλιν καὶ τὴν Ἰταλίαν, δέξασθαι δὲ κοινῷ νόμῳ τὴν κρίσιν ἢ ἐπὶ σφῶν ἢ ἐπὶ τῶν ἡγεμόνων γενέσθαι.

αἰδουμένου δὲ τοῦ Λευκίου τά τε λεγόμενα καὶ τοὺς λέγοντας, ὁ Μάνιος μάλα θρασέως ἔφη τὸν μὲν Ἀντώνιον οὐδὲν ἀλλʼ ἢ χρήματα μόνα ἀγείρειν ἐν ξένοις ἀνδράσι, τὸν δὲ Καίσαρα καὶ τὴν στρατιὰν καὶ τὰ ἐπίκαιρα τῆς Ἰταλίας ταῖς θεραπείας προκαταλαμβάνειν· τήν τε γὰρ Κελτικὴν Ἀντωνίῳ πρότερον δεδομένην ἐλευθεροῦν μετʼ ἐξαπάτης Ἀντωνίου, καὶ τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀντὶ μόνων ὀκτωκαίδεκα πόλεων τοῖς ἐστρατευμένοις καταγράφειν, τέσσαρσί τε καὶ τριάκοντα τέλεσιν ἀντὶ ὀκτὼ καὶ εἴκοσι τῶν συμμαχησάντων ἐπινέμειν οὐ γῆν μόνην, ἀλλὰ καὶ τὰ ἐκ τῶν ἱερῶν χρήματα, συλλέγοντα μὲν ὡς ἐπὶ Πομπήιον, ἐφʼ ὃν οὐδέ πω παρατάττεται λιμωττούσης ὧδε τῆς πόλεως, διαιροῦντα δὲ τοῖς στρατοῖς ἐς θεραπείαν κατὰ Ἀντωνίου καὶ τὰ δεδημευμένα οὐ πιπράσκοντα μᾶλλον ἢ δωρούμενον αὐτοῖς. χρῆναι δέ, εἰ τῷ ὄντι εἰρηνεύειν ἐθέλοι, τῶν μὲν ἤδη διῳκημένων ὑποσχεῖν λόγον, ἐς δὲ τὸ μέλλον, ἃ ἂν κοινῇ βουλευομένοις δοκῇ, μόνα πράσσειν. οὕτω μὲν θρασέως ὁ Μάνιος ἠξίου μήτε τὸν Καίσαρά τινος εἶναι κύριον ἔργου μήτε τὴν Ἀντωνίου συνθήκην βέβαιον, ὡρισμένου τῶν ἐγκεχειρισμένων ἑκάτερον αὐτοκράτορα εἶναι καὶ τὸ πρασσόμενον ὑπὸ ἀλλήλων εἶναι κύριον. πανταχόθεν οὖν ὁ Καῖσαρ ἑώρα πολεμησείοντας αὐτούς, καὶ παρεσκευάζοντο αὐτῶν ἑκάτεροι.

δύο δὲ στρατοῦ τέλη τὰ ἐς Ἀγκῶνα πόλιν ᾠκισμένα, Καίσαρί τε ὄντα πατρῷα καὶ ἐστρατευμένα Ἀντωνίῳ, τῆς τε ἰδίας παρασκευῆς αὐτῶν πυθόμενοι καὶ τὴν εἰς ἑκάτερον σφῶν οἰκειότητα αἰδούμενοι, πρέσβεις ἔπεμψαν ἐς Ῥώμην, οἳ ἔμελλον ἑκατέρων ἐς διαλύσεις δεήσεσθαι. Καίσαρος δʼ αὐτοῖς εἰπόντος οὐκ Ἀντωνίῳ πολεμεῖν, ἀλλʼ ὑπὸ Λευκίου πολεμεῖσθαι, συμβαλόντες οἱ πρέσβεις τοῖς ἡγεμόσι τοῦδε τοῦ στρατοῦ, κοινῇ πάντες ἐς Λεύκιον ἐπρέσβευον, ἀξιοῦντες αὐτὸν ἐς δίκην Καίσαρι συνελθεῖν· δῆλοί τε ἦσαν, ὃ πράξειν ἔμελλον, εἰ μὴ τὴν κρίσιν ὑποδέχοιτο. δεξαμένων δὲ τῶν ἀμφὶ τὸν Λεύκιον, χωρίον τε ὥριστο τῇ δίκῃ Γάβιοι πόλις ἐν μέσῳ Ῥώμης τε καὶ Πραινεστοῦ, καὶ συνέδριον τοῖς κρίνουσιν ἐγίνετο καὶ βήματα ἐν μέσῳ δύο τοῖς ἐροῦσιν ὡς ἐν δίκῃ. πρότερος δʼ ὁ Καῖσαρ ἐλθὼν ἱππέας ἔπεμψεν ἐς τὴν πάροδον τοῦ Λευκίου, ἐρευνησομένους ἄρα, μή τίς ποθεν ὁρῷτο ἐνέδρα. καὶ οἱ ἱππέες οἵδε ἑτέροις ἱππεῦσι τοῦ Λευκίου, προδρόμοις ἄρα ἢ καὶ τοῖσδε κατασκόποις, συμβαλόντες ἔκτεινάν τινας αὐτῶν. καὶ ἀνεχώρησε δείσας ὁ Λεύκιος, ὡς ἔλεγεν, ἐπιβουλήν· καλούμενός τε ὑπὸ τῶν ἡγεμόνων τοῦ στρατοῦ, παραπέμψειν αὐτὸν ὑπισχνουμένων, οὐκέτι ἐπείθετο.