Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

οὕτω μὲν ἑάλω Πομπήιος Σέξστος, ὁ λοιπὸς ἔτι παῖς Πομπηίου Μάγνου, νεώτερος μὲν ὑπὸ τοῦ πατρὸς ἀπολειφθεὶς καὶ ὑπὸ τοῦ ἀδελφοῦ μειράκιον ἤδη, λαθὼν δʼ ἐπʼ ἐκείνοις ἐς πολὺ καὶ κρύφα λῃστεύων ἐν Ἰβηρίᾳ, μέχρι, πολλῶν συνδραμόντων ἐς αὐτὸν ἐπιγνωσθέντα εἶναι Πομπηίου παῖδα, ἐλῄστευέ τε φανερώτερον, καὶ μετὰ Γάιον Καίσαρα ἐπολέμησεν ἐγκρατῶς καὶ στρατὸν ἤγειρε πολὺν καὶ ναῦς καὶ χρήματα, καὶ νήσους εἷλε, καὶ θαλασσοκράτωρ τῆς ἀμφὶ τὰς δύσεις θαλάσσης ἐγένετο, καὶ τὴν Ἰταλίαν περιήνεγκεν ἐς λιμὸν καὶ τοὺς ἐχθροὺς ἐς συμβάσεις, ἃς ἤθελε. τὸ δὲ μέγιστον, ἐπίκουρος ἐν ταῖς προγραφαῖς τῇ πόλει πανώλεθρα πασχούσῃ γενόμενος περιέσωσεν ἄνδρας ἀρίστους τε καὶ πολλούς, οἳ τότε διʼ αὐτὸν ἦσαν ἐν τῇ πατρίδι. ὑπὸ δὲ θεοβλαβείας αὐτὸς οὔ ποτε ἐπεχείρησε τοῖς πολεμίοις, πολλὰ τῆς τύχης εὔκαιρα παρεχούσης, ἀλλʼ ἠμύνετο μόνον.

καὶ Πομπήιος μὲν τοιόσδε γενόμενος ἑαλώκει, Τίτιος δὲ τὸν μὲν στρατὸν αὐτοῦ μετεστράτευσεν Ἀντωνίῳ, αὐτὸν δὲ Πομπήιον, τεσσαρακοστὸν ἔτος βιοῦντα, ἐν Μιλήτῳ κατέκανεν, εἴτε διʼ αὑτοῦ, μηνίων ἄρα τῆς ποτὲ ὕβρεως καὶ ἀχάριστος ἐς τὴν ἔπειτα εὐεργεσίαν γενόμενος, εἴτε καὶ ἐπιστείλαντος Ἀντωνίου. εἰσὶ δʼ οἱ Πλάγκον, οὐκ Ἀντώνιον λέγοντες ἐπιστεῖλαι, καὶ νομίζουσιν ἄρχοντα Συρίας, καὶ ταῖς ἐπιστολαῖς ἐπιτετραμμένον ἐς τὰ ἐπείγοντα ἐπιγράφειν τὸν Ἀντώνιον καὶ τῇ σφραγῖδι χρῆσθαι. καὶ Πλάγκον δὲ γράψαι νομίζουσιν οἱ μὲν συνειδότος Ἀντωνίου καὶ αἰδουμένου γράψαι διὰ ὄνομα τοῦ Πομπηίου καὶ διὰ Κλεοπάτραν, εὔνως ἔχουσαν τῷ Πομπηίῳ διὰ τὸν πατέρα Μάγνον, οἱ δὲ αὑτὸν ἐφʼ ἑαυτοῦ Πλάγκον, τάδε αὐτὰ συνιδόντα καὶ φυλαξάμενον, μὴ τὴν αἰσίαν Ἀντωνίου καὶ Καίσαρος ἐς ἀλλήλους αἰδῶ Πομπήιος καὶ Κλεοπάτρα Πομπηίῳ συνεργοῦσα ἀνατράψαιεν.

ἀλλὰ Πομπήιος μὲν ἐτεθνήκει, Ἀντώνιος δὲ αὖθις ἐς Ἀρμενίαν ἐστράτευε, καὶ ὁ Καῖσαρ ἐπὶ Ἰλλυριούς, οἳ τὴν Ἰταλίαν ἐλῄστευον, οἱ μὲν οὐχ ὑπακούσαντές πω Ῥωμαίων, οἱ δʼ ἐν τοῖς ἐμφυλίοις ἀποστάντες. καί μοι ἔδοξε τὰ Ἰλλυρικά, οὔτε ἀκριβῶς γενόμενά μοι γνώριμα οὔτε συντελοῦντα μῆκος ἰδίας συγγραφῆς οὔτε χώραν ἔχοντα ἑτέρωθι λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ.