Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Πομπήιος δʼ ἐκ μὲν Σικελίας ἄκρᾳ Λακινίᾳ προσέσχε καὶ τὸ ἱερὸν τῆς Ἥρας πλουτοῦν ἀναθήμασιν ἐσύλησε, φεύγων ἐς Ἀντώνιον· ἐς δὲ Μιτυλήνην καταχθεὶς διέτριβεν, ἔνθα αὐτὸν ἔτι παῖδα μετὰ τῆς μητρὸς ὑπεξέθετο ὁ πατήρ, Γαΐῳ Καίσαρι πολεμῶν, καὶ ἡττηθεὶς ἀνέλαβεν. Ἀντωνίου δὲ πολεμοῦντος ἐν Μηδίᾳ Μήδοις τε καὶ Παρθυαίοις, γνώμην ὁ Πομπήιος ἐποιεῖτο ἑαυτὸν ἐπανελθόντι ἐπιτρέψαι. ἐπεὶ δʼ ἐπύθετο ἡσσῆσθαι Ἀντώνιον καὶ τὸ συμβὰν ἡ φήμη μειζόνως μετέφερεν, αὖθις ἦν ἐν ἐλπίσιν ὡς ἢ διαδεξόμενος Ἀντώνιον, εἰ τέθνηκεν, ἢ μεριούμενος ἐπανελθόντι· ἐνθύμιός τέ οἱ συνεχὲς ἦν Λαβιηνὸς οὐ πρὸ πολλοῦ τὴν Ἀσίαν ἐπιδραμών. ὧδε δὲ ἔχοντι ἀγγέλλεται Ἀντώνιος εἰς Ἀλεξάνδρειαν ἐπανελθών. καὶ τεχνάζων ἔτι ἐπʼ ἀμφότερα διεπρεσβεύετο πρὸς αὐτόν, ἐπιτρέπων ἐκείνῳ καὶ φίλον εἶναι διδοὺς καὶ σύμμαχον, ἔργῳ δὲ τὰ Ἀντωνίου κατασκεπτόμενος. ἔς τε Θρᾴκην καὶ ἐς τὸν Πόντον ἔπεμπεν ἑτέρους κρύφα πρὸς τοὺς ἑκατέρων δυνάστας ἐπινοῶν, εἰ μὴ κρατεῖ τῶν ἐνθυμουμένων, διὰ τοῦ Πόντου φυγεῖν ἐς Ἀρμενίαν. ἔπεμπε δὲ καὶ ἐς Παρθυαίους, ἐλπίσας ἐς τὰ λοιπὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντώνιον αὐτοὺς δέξεσθαι προθύμως στρατηγὸν Ῥωμαῖόν τε καὶ παῖδα Μάγνου μάλιστα. τάς τε ναῦς ἐπεσκεύαζε καὶ τὸν ἐν αὐταῖς στρατὸν ἐγύμναζεν, ὑποκρινόμενος ἢ δεδιέναι Καίσαρα ἢ Ἀντωνίῳ τάδε παρασκευάζειν.

ὁ δὲ Ἀντώνιος πυθόμενος μὲν εὐθὺς ἀμφὶ τοῦ Πομπηίου, στρατηγὸν ἐπʼ αὐτῷ Τίτιον ᾕρητο καὶ ναῦς καὶ στρατὸν ἐκ Συρίας λαβόντα ἐκέλευε πολεμοῦντι μὲν τῷ Πομπηίῳ πολεμεῖν κατὰ κράτος, ἐπιτρέποντα δὲ αὑτὸν Ἀντωνίῳ μετὰ τιμῆς ἄγειν. ἐλθοῦσι δὲ τοῖς πρέσβεσιν ἐχρημάτιζεν, ἀγγέλλουσιν οὕτως·

“ἡμᾶς Πομπήιος ἔπεμψεν οὐκ ἀπορῶν μὲν ἐς Ἰβηρίαν, εἰ πολεμεῖν ἐγνώκει, διαπλεῦσαι, φίλην οὖσαν αὐτῷ πατρόθεν καὶ συλλαβοῦσαν ἔτι ὄντι νεωτέρῳ καὶ καλοῦσαν ἐπὶ ταῦτα καὶ νῦν, αἱρούμενος δὲ εἰρηνεύειν τε σὺν σοὶ καὶ πολεμεῖν, εἰ δεήσειεν, ὑπὸ σοί. καὶ τάδε οὐ νῦν πρῶτον, ἀλλʼ ἔτι κρατῶν Σικελίας καὶ τὴν Ἰταλίαν πορθῶν, ὅτε σοι τὴν σὴν μητέρα περισώσας ἔπεμπε, προύτεινε. καὶ εἰ ἐδέξω, οὔτʼ ἂν ὁ Πομπήιος ἐξέπεσε Σικελίας (οὐ γὰρ ἂν Καίσαρι τὰς ναῦς κατʼ αὐτοῦ παρέσχες), οὔτʼ ἂν σὺ ἥττησο ἐν Παρθυαίοις, Καίσαρός σοι τὸν στρατὸν οὐ πέμψαντος, ὃν συνέθετο· ἐκράτεις δʼ ἂν ἤδη πρὸς οἷς εἶχες καὶ τῆς Ἰταλίας. οὐ δεξάμενον δέ σε ταῦτα, ἐν καιρῷ τότε μάλιστʼ ἄν σοι γενόμενα, ἀξιοῖ καὶ νῦν μὴ πολλάκις ὑπὸ Καίσαρος ἐνεδρευθῆναι λόγοις τε καὶ τῷ γενομένῳ κήδει, μνημονεύοντα, ὅτι Πομπηίῳ τε κηδεύων μετὰ συνθήκας ἐπολέμησεν ἄνευ προφάσεως, καὶ Λέπιδον κοινωνὸν ὄντα τῆς ἀρχῆς τὸ μέρος ἀφείλετο καὶ οὐδέτερα αὐτῶν ἐνείματό σοι.

λοιπὸς δʼ ἐς τὴν περιπόθητον αὐτῷ μοναρχίαν σὺ νῦν ὑπολείπῃ· ἤδη γάρ σοι καὶ ἐν χερσὶν ἦν, εἰ μὴ Πομπήιος ἔτι ἦν ἐν μέσῳ. καὶ τάδε εἰκὸς μὲν καὶ σὲ προορᾶν ἐπὶ σεαυτοῦ, προφέρει δέ σοι καὶ Πομπήιος ὑπὸ εὐνοίας, αἱρούμενος ἄνδρα ἄκακον καὶ μεγαλόφρονα ἀντὶ ὑπούλου τε καὶ δολεροῦ καὶ φιλοτέχνου. οὐδὲ ἐπιμέμφεταί σοι τῆς δόσεως τῶν νεῶν, ἃς ἐπʼ αὐτὸν Καίσαρι ἔδωκας ὑπʼ ἀνάγκης, ἀντιλαβεῖν στρατὸν ἐς Παρθυαίους δεόμενος, ἀλλʼ ὑπομιμνήσκει, τὸν οὐ πεμφθέντα στρατὸν προφέρων. συνελόντι δὲ εἰπεῖν, Πομπήιος ἑαυτὸν ἐπιτρέπει σοι μετὰ τῶν νεῶν, ἃς ἔτι ἔχει, καὶ τοῦ στρατοῦ, πιστοτάτου γε ὄντος αὐτῷ καὶ οὐδʼ ἐν τῇ φυγῇ καταλιπόντος, εἰρηνεύοντι μὲν μέγα κλέος, εἰ τὸν Μάγνου παῖδα περισῴζοις, πολεμοῦντι δὲ μοῖραν ἱκανὴν ἐς τὸν ἐσόμενον πόλεμον, ὅσον οὔπω παρόντα. ”

τοιαῦτα τῶν πρέσβεων εἰπόντων, ὁ Ἀντώνιος τὰς ἐντολὰς αὐτοῖς ἐξέφερεν, ἃς ἐντείλαιτο Τιτίὼ· καὶ εἰ τῷ ὄντι ταῦτα φρονοίη Πομπήιος, ἥξειν αὐτὸν ἔφασκεν παραπεμπόμενον ὑπὸ Τιτίου. ἅμα δὲ ταῦτα ἐγίγνετο, καὶ οἱ πεμφθέντες ἐς Παρθυαίους ὑπὸ τοῦ Πομπηίου ἐλήφθησαν ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν καὶ ἐς Ἀλεξάνδρειαν ἤχθησαν. καὶ ὁ Ἀντώνιος ἕκαστα μαθὼν ἐκάλει τοὺς τοῦ Πομπηίου πρέσβεις καὶ τοὺς ληφθέντας αὐτοῖς ὑπεδείκνυεν. οἱ δὲ καὶ ὣς παρῃτοῦντο νέον ἄνδρα ἐν συμφοραῖς ἐσχάταις ὑπὸ δέους, εἰ ἄρα μὴ προσοῖτο φιλίως αὐτὸν ὁ Ἀντώνιος, ἀναγκασθέντα καὶ τῶν ἀεὶ Ῥωμαίοις ἐχθίστων ἀποπειρᾶσαι· δηλώσειν τʼ αὐτὸν αὐτίκα, ὅτε μάθοι τὰ Ἀντωνίου, μηδὲν ἔτι πείρας ἢ μηχανῆς δεόμενον. οἷς ὁ Ἀντώνιος ἐπίστευσεν, ὢν καὶ τὰ ἄλλα αἰεὶ τὸ φρόνημα ἁπλοῦς καὶ μέγας καὶ ἄκακος.

ἐν τούτῳ δὲ Φούρνιος, ὁ τῆς Ἀσίας ἡγούμενος Ἀντωνίῳ, τὸν Πομπήιον ἐλθόντα μὲν καὶ ἀτρεμοῦντα ἐδέχετο, οὔτε κωλύειν ἀξιόμαχος ὢν οὔτε πω τὴν γνώμην εἰδὼς τὴν Ἀντωνίου· γυμνάζοντα δὲ τὸν στρατὸν ὁρῶν κατέλεγέ τινας ἐκ τῶν ὑπηκόων καὶ Ἀηνόβαρβον ἄρχοντα γείτονος στρατοῦ καὶ Ἀμύνταν ἑτέρωθεν ἐκάλει κατὰ σπουδήν. συνελθόντων δʼ ὀξέως, ὁ Πομπήιος ἐμέμφετο, εἰ πολέμιον ἡγοῦνται τὸν πρέσβεις ἐς Ἀντώνιον ἀπεσταλκότα καὶ τὰ παρʼ ἐκείνου περιμένοντα. καὶ ταῦτα λέγων Ἀηνόβαρβον ὅμως ἐπενόει συλλαβεῖν ἐκ προδοσίας Κουρίου τινὸς τῶν ἀμφὶ τὸν Ἀηνόβαρβον, ἐλπίζων ἐς ἀντίδοσιν αὑτοῦ μεγάλην ἕξειν μοῖραν Ἀηνόβαρβον. γνωσθείσης δʼ οὖν τῆς προδοσίας, Κούριος μὲν ἐν τοῖς παροῦσι Ῥωμαίων ἐλεγχθεὶς ἀπέθανε, Πομπήιος δὲ Θεόδωρον ἐξελεύθερον, ὃς μόνος οἱ συνῄδει τὸ βούλευμα, ὡς ἐξειπόντα ἔκτεινεν. οὐκέτι δὲ τοὺς ἀμφὶ τὸν Φούρνιον λήσειν ἐλπίσας, Λάμψακον ἐκ προδοσίας κατέλαβεν, ἣ πολλοὺς εἶχεν Ἰταλοὺς ἐξ ἐποικίσεως Γαΐου Καίσαρος, καὶ μισθοῖς μεγάλοις εὐθὺς ἐστράτευε τοὺς Ἰταλούς. ἤδη δὲ ἔχων ἱππέας τε διακοσίους καὶ πεζοὺς τρία τέλη, ἐπεχείρησε Κυζίκῳ κατά τε γῆν καὶ διὰ θαλάσσης. οἱ δὲ αὐτὸν ἑκατέρωθεν ἀπεκρούσαντο· καὶ γάρ τις ἦν ἐν τῇ Κυζίκῳ στρατὸς οὐ πολὺς Ἀντωνίῳ, φύλακες τῶν ἐκεῖ τρεφομένων αὐτῷ μονομάχων. ἐς δὲ τὸν Ἀχαιῶν λιμένα ἐπανελθὼν ἐσιτολόγει.

Φουρνίου δὲ οὐκ ἄρχοντος μὲν χειρῶν, ἀεὶ δʼ αὐτῷ παραστρατοπεδεύοντος σὺν ἱππεῦσι πολλοῖς καὶ σιτολογεῖν οὐκ ἐῶντος οὐδὲ προσποιεῖσθαι τὰς πόλεις, ὁ Πομπήιος ἱππέας οὐκ ἔχων ἐπεχείρησε τῷ τοῦ Φουρνίου στρατοπέδῳ κατὰ μέτωπον καὶ κατόπιν ἐκ περιόδου λαθών. ὅθεν ὁ Φούρνιος ἐς τὸν Πομπήιον ἐπεστραμμένος ὑπὸ τῶν ὄπισθεν ἐξεβλήθη τοῦ στρατοπέδου. καὶ φεύγοντας αὐτοὺς διὰ τοῦ Σκαμανδρίου πεδίου διώκων ὁ Πομπήιος ἔκτεινε πολλούς· καὶ γὰρ ἦν τὸ πεδίον ὑγρὸν ἐξ ὄμβρων. οἱ δὲ περισωθέντες τότε μὲν ὑπεχώρουν, οὐκ ὄντες ἀξιόμαχοι. προσδεχομένων δὲ ἀπό τε Μυσίας καὶ τῆς Προποντίδος καὶ ἑτέρωθεν, οἳ πενόμενοι διὰ τὰς συνεχεῖς εἰσφορὰς ἐμισθοφόρουν ἀσμένως τῷ Πομπηίῳ κατὰ δόξαν μάλιστα τῆς ἐν Ἀχαιῶν λιμένι γενομένης νίκης, ἱππικοῦ δʼ ἀπορῶν ὁ Πομπήιος, καὶ παρʼ αὐτὸ βλαπτόμενος ἐν ταῖς προνομαῖς, ἐπύθετο ἴλην ἱππέων Ἰταλικὴν ἐς Ἀντώνιον χωρεῖν, ὑπὸ Ὀκταουίας χειμεριζούσης ἐν Ἀθήναις ἀπεσταλμένην· καὶ εὐθὺς ἔπεμπέ τινας ἐς διαφθορὰν τῆς ἴλης μετὰ χρυσίου.

ἀλλὰ τούσδε μὲν ὁ τῆς Μακεδονίας ἡγούμενος Ἀντωνίῳ συνέλαβε καὶ τὸ χρυσίον τοῖς ἱππεῦσι διένειμεν· ὁ δὲ Πομπήιος Νίκαιάν τε καὶ Νικομήδειαν καταλαβὼν ἐχρηματίζετο λαμπρῶς, καὶ ἐς μεγάλα ταχέως αὐτῷ πάντα ηὔξετο παρʼ ἐλπίδα. Φουρνίῳ δὲ οὐ μακρὰν παραστρατοπεδεύοντι πρῶται μὲν ἧκον ἐκ Σικελίας, ἦρος ἀρχομένου, νῆες ἑβδομήκοντα, ὅσαι περιεσώθησαν ἐξ ὧν Ἀντώνιος ἐκεχρήκει κατὰ Πομπηίου Καίσαρι ʽμετὰ γὰρ τὸ Σικελικὸν ἔργον αὐτὰς ὁ Καῖσαρ ἀπέλυσεν̓, ἧκεν δὲ καὶ ἐκ Συρίας Τίτιος ἑτέραις ἑκατὸν εἴκοσι ναυσὶ καὶ στρατῷ πολλῷ, καὶ κατῆραν ἅπαντες ἐς Προκόννησον. δείσας οὖν ὁ Πομπήιος τὰς ναῦς ἐνέπρησε καὶ τοὺς ἐρέτας ὥπλισεν, ὡς ἄμεινον ὁμοῦ πᾶσι κατὰ τὴν γῆν συνοισόμενος. Κάσσιος δὲ ὁ Παρμήσιος καὶ Νασίδιος καὶ Σατορνῖνος καὶ Θέρμος καὶ Ἀντίστιος ὅσοι τε ἄλλοι τῶν ἀξιολόγων ἔτι τῷ Πομπηίῳ παρῆσαν φίλοι, καὶ ὁ τιμιώτατος αὐτῷ Φάννιος καὶ ὁ κηδεστὴς αὐτοῦ Πομπηίου Λίβων ὡς εἶδον αὐτὸν οὐδὲ Τιτίου παρόντος, ὅτῳ τὰ περὶ αὐτὸν Ἀντώνιος ἐπέτρεπε, παυόμενον τοῦ πρὸς τὸν ἀμείνονα πολέμου, ἀπέγνωσαν αὐτοῦ καὶ πράξαντες ὑπὲρ ἑαυτῶν πίστιν ἐς Ἀντώνιον μετῆλθον.

ὁ δʼ ἔρημος ὢν ἤδη φίλων ἐς τὰ μεσόγαια τῆς Βιθυνίας ἀνεχώρει, λεγόμενος ἐς Ἀρμενίους ἐπείγεσθαι. καὶ αὐτόν, νυκτὸς ἀναζεύξαντα ἀφανῶς, ἐδίωκεν ὅ τε Φούρνιος καὶ ὁ Τίτιος, καὶ ἐπʼ ἐκείνοις Ἀμύντας. συντόνῳ δὲ δρόμῳ περὶ ἑσπέραν καταλαβόντες ἐστρατοπέδευσαν ἕκαστος ἐφʼ ἑαυτοῦ περὶ λόφῳ τινί, ἄνευ τάφρου καὶ χάρακος, ὡς ἐν ἑσπέρᾳ καὶ κόπῳ. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Πομπήιος νυκτὸς ἐπέθετο πελτασταῖς τρισχιλίοις καὶ πολλοὺς ἔκτεινεν εὐναζομένους ἔτι καὶ ἀναπηδῶντας· οἱ δὲ καὶ γυμνοὶ πάμπαν αἰσχρῶς ἔφευγον. καὶ δοκεῖ τότε ὁ Πομπήιος ἅπαντι τῷ στρατῷ νυκτὸς ἐπελθὼν ἢ τῆς γε τροπῆς γενομένης ἐπαγαγὼν τάχʼ ἂν αὐτῶν ἐντελῶς ἐπικρατῆσαι. νῦν δʼ ὁ μὲν καὶ ταῦτα θεοῦ βλάπτοντος ὑπερεῖδε καὶ οὐδὲν ἐπʼ ἔργῳ τοιῷδε πλέον ἢ αὖθις ἐς τὸ μεσόγαιον ἐχώρει· οἱ δʼ ἁλισθέντες εἵποντο καὶ σιτολογοῦντα ἠνώχλουν, ἕως κινδυνεύων ὑπὸ τῆς ἀπορίας ἠξίωσεν ἐς λόγους ἐλθεῖν Φουρνίῳ, φίλῳ τε Μάγνου γεγενομένῳ καὶ ἀξιώσει προύχοντι τῶν ἄλλων καὶ βεβαιοτέρῳ τὸν τρόπον.

ποταμὸν δʼ ἐν μέσῳ λαβὼν ἔλεγε μὲν, ὅτι πρεσβεύσαιτο πρὸς Ἀντώνιον, ἐπετίθει δʼ, ὅτι τροφῶν ἐν τοσούτῳ δεόμενος καὶ ἀμελούμενος ὑπὸ αὐτῶν, τάδε ἐργάσαιτο. “ὑμεῖς δὲ εἰ μὲν Ἀντωνίου γνώμῃ πολεμεῖτέ μοι, κακῶς ὁ Ἀντώνιος ὑπὲρ ἑαυτοῦ βουλεύεται, τὸν ἐπιόντα πόλεμον οὐ προορῶν· εἰ δὲ τὴν Ἀντωνίου γνώμην φθάνετε, μαρτύρομαι καὶ παρακαλῶ περιμεῖναι τὴν πρεσβείαν μου τὴν ἐς Ἀντώνιον ἀπεσταλμένην ἢ λαβόντας ἄγειν ἤδη πρὸς αὐτόν. ἐπιτρέψω δʼ ἐμαυτὸν ἐγὼ σοὶ μόνῳ, Φούρνιε, τοσοῦτον ἐς πίστιν αἰτήσας, ὅτι με σῶον ἄξεις ἐς Ἀντώνιον·” ὁ μὲν οὕτως εἶπεν, Ἀντωνίῳ τε θαρρῶν ὡς ἀγαθῷ τὴν φύσιν καὶ μόνα τὰ ἐν μέσῳ δεδιώς· ὁ δὲ Φούρνιος αὐτὸν οὕτως ἠμείψατο·

“ἐπιτρέποντος μὲν ἦν ἑαυτὸν Ἀντωνίῳ χωρεῖν ἐς αὐτὸν ἐξ ἀρχῆς ἢ περιμένειν ἀτρεμοῦντα ἐν Μιτυλήνῃ τὰς ἀποκρίσεις, πολεμοῦντος δέ, ἃ πεποίηκας ἅπαντα· τί γὰρ αὐτὰ δεῖ πρὸς εἰδότα λέγειν; εἰ δὲ νῦν μετέγνωκας, μὴ συγκρούειν μὲν ἡμᾶς τοὺς στρατηγοὺς ἐς ἀλλήλους, Τιτίῳ δὲ σαυτὸν ἐπιτρέπειν· Τιτίῳ γὰρ ἐπιτέτραπται τὰ περὶ σὲ ὑπὸ Ἀντωνίου· καὶ πίστιν, ἣν αἰτεῖς παρʼ ἡμῶν, ἔνι σοι καὶ Τίτιον αἰτεῖν. κεκέλευσται δʼ ὑπὸ Ἀντωνίου πολεμοῦντα μέν σε κατακανεῖν, ἐγχειρίζοντα δὲ πέμπειν ἐς αὐτὸν ἐντίμως. ”

ὁ δὲ Πομπήιος Τιτίῳ μὲν ἀχαριστίας ὠργίζετο, τὸν πόλεμον τόνδε ὑποδεξαμέμῳ πολεμήσειν πρὸς αὐτόν· ἁλόντα γὰρ αὐτὸν αἰχμάλωτον περισεσώκει. ἐπὶ δὲ τῇ ὀργῇ καὶ ἠδόξει, Πομπήιος ὤν, ἐπὶ Τιτίῳ γενέσθαι, οὐκ ἐπιφανεῖ πάνυ ἀνδρί, καὶ ὑπώπτευεν αὐτὸν ὡς οὐ βέβαιον ἔς τε τὸν τρόπον ὑπονοῶν καί τινα συγγινώσκων ἐς αὐτὸν ὕβριν παλαιὰν πρὸ τῆς εὐεργεσίας. Φουρνίῳ δʼ αὖθις ἑαυτὸν ἐπέτρεπε καὶ δέξασθαι παρεκάλει. ὡς δʼ οὐκ ἔπειθεν, ὁ δὲ καὶ Ἀμύντᾳ ἔλεγεν ἑαυτὸν ἐπιτρέψειν. τοῦ Φουρνίου δὲ φήσαντος οὐδʼ Ἀμύνταν ἂν δέξασθαι τόδε ὕβριν ἔχον ἐς τὸν ἐξ Ἀντωνίου τὸ πᾶν ἐπιτετραμμένον, διελύθησαν. καὶ τοῖς μὲν ἀμφὶ τὸν Φούρνιον δόξα ἦν, ὅτι ὁ Πομπήιος ἐξ ἀπορίας τῶν παρόντων ἑαυτὸν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἐκδώσει τῷ Τιτίῳ· ὁ δὲ νυκτὸς τὰ συνήθη πυρὰ καίεσθαι καταλιπὼν καὶ τοὺς σαλπιγκτὰς σημαίνειν τὰ διαστήματα τῆς νυκτός, ὥσπερ ἦν ἔθος, ἔλαθε μετὰ τῶν εὐζώνων ὑπεξελθὼν τοῦ στρατοπέδου, οἷς οὐδὲ αὐτοῖς προεῖπεν, οἷ χωρήσειν ἔμελλεν. ἐπενόει δʼ ἐπὶ θάλασσαν ἐλθὼν ἐμπρῆσαι τὸ τοῦ Τιτίου ναυτικόν. καὶ τάχα ἂν ἔδρασεν, εἰ μὴ Σκαῦρος αὐτομολήσας ἀπʼ αὐτοῦ τὴν μὲν ἔξοδον ἐμήνυσε καὶ τὴν ὁδόν, ἣν ἐφέρετο, τὴν δʼ ἐτίνοιαν οὐκ ᾔδει. τότε δὴ χιλίοις καὶ πεντακοσίοις ἱππεῦσιν Ἀμύντας ἐδίωκε τὸν Πομπήιον ἱππέας οὐκ ἔχοντα. καὶ ἐς τὸν Ἀμύνταν οἱ τοῦ Πομπηίου πλησιάσαντα μετεχώρουν, οἱ μὲν ἀποδιδράσκοντες, οἱ δὲ καὶ φανερῶς. μονούμενος οὖν ὁ Πομπήιος καὶ δεδιὼς ἤδη τὰ οἰκεῖα, ἑαυτὸν ἄνευ σπονδῶν ἐνεχείρισεν Ἀμύντᾳ, ὁ Τιτίῳ μετὰ σπονδῶν ἀδοξήσας.

οὕτω μὲν ἑάλω Πομπήιος Σέξστος, ὁ λοιπὸς ἔτι παῖς Πομπηίου Μάγνου, νεώτερος μὲν ὑπὸ τοῦ πατρὸς ἀπολειφθεὶς καὶ ὑπὸ τοῦ ἀδελφοῦ μειράκιον ἤδη, λαθὼν δʼ ἐπʼ ἐκείνοις ἐς πολὺ καὶ κρύφα λῃστεύων ἐν Ἰβηρίᾳ, μέχρι, πολλῶν συνδραμόντων ἐς αὐτὸν ἐπιγνωσθέντα εἶναι Πομπηίου παῖδα, ἐλῄστευέ τε φανερώτερον, καὶ μετὰ Γάιον Καίσαρα ἐπολέμησεν ἐγκρατῶς καὶ στρατὸν ἤγειρε πολὺν καὶ ναῦς καὶ χρήματα, καὶ νήσους εἷλε, καὶ θαλασσοκράτωρ τῆς ἀμφὶ τὰς δύσεις θαλάσσης ἐγένετο, καὶ τὴν Ἰταλίαν περιήνεγκεν ἐς λιμὸν καὶ τοὺς ἐχθροὺς ἐς συμβάσεις, ἃς ἤθελε. τὸ δὲ μέγιστον, ἐπίκουρος ἐν ταῖς προγραφαῖς τῇ πόλει πανώλεθρα πασχούσῃ γενόμενος περιέσωσεν ἄνδρας ἀρίστους τε καὶ πολλούς, οἳ τότε διʼ αὐτὸν ἦσαν ἐν τῇ πατρίδι. ὑπὸ δὲ θεοβλαβείας αὐτὸς οὔ ποτε ἐπεχείρησε τοῖς πολεμίοις, πολλὰ τῆς τύχης εὔκαιρα παρεχούσης, ἀλλʼ ἠμύνετο μόνον.

καὶ Πομπήιος μὲν τοιόσδε γενόμενος ἑαλώκει, Τίτιος δὲ τὸν μὲν στρατὸν αὐτοῦ μετεστράτευσεν Ἀντωνίῳ, αὐτὸν δὲ Πομπήιον, τεσσαρακοστὸν ἔτος βιοῦντα, ἐν Μιλήτῳ κατέκανεν, εἴτε διʼ αὑτοῦ, μηνίων ἄρα τῆς ποτὲ ὕβρεως καὶ ἀχάριστος ἐς τὴν ἔπειτα εὐεργεσίαν γενόμενος, εἴτε καὶ ἐπιστείλαντος Ἀντωνίου. εἰσὶ δʼ οἱ Πλάγκον, οὐκ Ἀντώνιον λέγοντες ἐπιστεῖλαι, καὶ νομίζουσιν ἄρχοντα Συρίας, καὶ ταῖς ἐπιστολαῖς ἐπιτετραμμένον ἐς τὰ ἐπείγοντα ἐπιγράφειν τὸν Ἀντώνιον καὶ τῇ σφραγῖδι χρῆσθαι. καὶ Πλάγκον δὲ γράψαι νομίζουσιν οἱ μὲν συνειδότος Ἀντωνίου καὶ αἰδουμένου γράψαι διὰ ὄνομα τοῦ Πομπηίου καὶ διὰ Κλεοπάτραν, εὔνως ἔχουσαν τῷ Πομπηίῳ διὰ τὸν πατέρα Μάγνον, οἱ δὲ αὑτὸν ἐφʼ ἑαυτοῦ Πλάγκον, τάδε αὐτὰ συνιδόντα καὶ φυλαξάμενον, μὴ τὴν αἰσίαν Ἀντωνίου καὶ Καίσαρος ἐς ἀλλήλους αἰδῶ Πομπήιος καὶ Κλεοπάτρα Πομπηίῳ συνεργοῦσα ἀνατράψαιεν.

ἀλλὰ Πομπήιος μὲν ἐτεθνήκει, Ἀντώνιος δὲ αὖθις ἐς Ἀρμενίαν ἐστράτευε, καὶ ὁ Καῖσαρ ἐπὶ Ἰλλυριούς, οἳ τὴν Ἰταλίαν ἐλῄστευον, οἱ μὲν οὐχ ὑπακούσαντές πω Ῥωμαίων, οἱ δʼ ἐν τοῖς ἐμφυλίοις ἀποστάντες. καί μοι ἔδοξε τὰ Ἰλλυρικά, οὔτε ἀκριβῶς γενόμενά μοι γνώριμα οὔτε συντελοῦντα μῆκος ἰδίας συγγραφῆς οὔτε χώραν ἔχοντα ἑτέρωθι λεχθῆναι, τοῦ χρόνου, καθʼ ὃν ἐλήφθησαν, συνάγοντος αὐτὰ ἐς τέλος, προαναγράψαι καὶ ὑποθεῖναι αὐτὰ τῇ ὁμόρῳ Μακεδονικῇ.