Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐλθούσης δὲ τῆς ἡμέρας πρῶτα μὲν ἦν ἐρετῶν ἅμιλλα καὶ βοή, καὶ βέλη τὰ μὲν ἐκ μηχανῆς, τὰ δʼ ἀπὸ χειρῶν, ὅσα λίθοι καὶ πυρφόρα καὶ τοξεύματα. μετὰ δὲ αἱ νῆες αὐταὶ συνερρήγνυντο ἀλλήλαις, αἱ μὲν εἰς τὰ πλάγια, αἱ δὲ κατʼ ἐπωτίδας, αἱ δὲ ἐπὶ τοὺς ἐμβόλους, ἔνθα μάλιστά εἰσιν αἱ πληγαὶ βίαιοι τινάξαι τε τοὺς ἐπιβάτας καὶ τὴν ναῦν ἀργοτέραν ἐργάσασθαι. ἄλλαι δὲ ἀλλήλας διεξέπλεον βάλλουσαί τε καὶ ἀκοντίζουσαι· καὶ τὰ ὑπηρετικὰ τοὺς ἐκπίπτοντας ἀνελάμβανεν. ἔργα τε χειρῶν ἦν καὶ βία ναυτῶν καὶ τέχνη κυβερνητῶν καὶ βοαὶ καὶ στρατηγῶν παρακελεύσεις καὶ μηχανήματα πάντα. εὐδοκίμει δὲ μάλιστα ὁ ἅρπαξ, ἔκ τε πολλοῦ ταῖς ναυσὶ διὰ κουφότητα ἐμπίπτων καὶ ἐμπηγνύμενος, ὅτε μάλιστα ὑπὸ τῶν καλῳδίων ἐφέλκοιτο ὀπίσω· κοπῆναί τε ὑπὸ τῶν βλαπτομένων οὐκ ἦν εὔπορος διὰ σίδηρον τὸν περιέχοντα, καὶ τὸ μῆκος αὐτοῦ δυσεφικτότατα τοῖς κόπτουσι τὰ καλῴδια ἐποίει· οὐδὲ τὸ μηχάνημά πω προέγνωστο, ὡς δρέπανα δόρασι περιθέσθαι· ἓν δʼ ἐπενόουν ὡς ἐν ἀδοκήτῳ, τὴν ναῦν κρούοντες ἐπὶ πρύμναν ἀντισπᾶν. τὸ δʼ αὐτὸ ποιούντων καὶ τῶν πολεμίων ἴση μὲν ἦν ἡ βία τῶν ἀνδρῶν, ὁ δὲ ἅρπαξ ἐποίει τὸ ἴδιον.

ὅτε μὲν οὖν προσπελάσειαν αἱ νῆες, ἐμάχοντο παντοίως καὶ ἐς ἀλλήλους μεθήλλοντο. καὶ διαγνῶναι τὸν πολέμιον οὐκ ἦν ἔτι ὁμοίως εὔπορον· ὅπλοις τε γὰρ ὡς τὰ πολλὰ τοῖς αὐτοῖς ἐχρῶντο καὶ φωνῇ σχεδὸν ἅπαντες Ἰταλῇ, τά τε συνθήματα μιγνυμένων ἐς ἀμφοτέρους ἐξενήνεκτο, καὶ ἐκ τοῦδε μάλιστα ἐνέδραι πολλαὶ καὶ ποικίλαι παρὰ ἀμφοῖν, καὶ ἀπιστία πρὸς τοὺς λέγοντας αὐτὰ ἐπεγίγνετο, ἀγνωσία τε πάντας ἀλλήλων ἐπεῖχεν ὡς ἐν πολέμῳ καὶ θαλάσσῃ γεμούσῃ φόνων τε καὶ ὅπλων καὶ ναυαγίων. οὐ γάρ τινα πεῖραν ἔλιπον, ὅτι μὴ μόνον τὸ πῦρ· τούτου δὲ μετὰ τοὺς πρώτους ἐπίπλους ἐφείσαντο διὰ τὰς συμπλοκάς. ὁ δὲ πεζὸς ἑκατέρων στρατὸς ἀπὸ τῆς γῆς μετὰ φόβου καὶ σπουδῆς ἐς τὴν θάλασσαν ἀφεώρων, ὡς ἐν τῇδε καὶ αὐτοὶ περὶ τῆς σφῶν σωτηρίας τὴν ἐλπίδα ἔχοντες. διέκρινόν γε μὴν οὐδέν, οὐδʼ ἐδύναντο, καὶ μάλιστα περισκοποῦντες, οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων καὶ τῆς οἰμωγῆς ἐναλλασσομένης ἀνὰ μέρος ἑκατέρωθεν.

μόλις δέ ποτε ταῖς χροιαῖς τῶν πύργων, αἷς δὴ μόναις διέφερον ἀλλήλων, ὁ Ἀγρίππας συνεὶς πλέονας ἀπολωλέναι τοῦ Πομπηίου ναῦς ἐθάρρυνε τοὺς συνόντας ὡς ἤδη κατορθοῦντας· καὶ τοῖς πολεμίοις αὖθις ἐμπεσὼν ἐπέκειτο ἀπαύστως, μέχρι βιασθέντες, ὅσοι μάλιστα κατʼ αὐτὸν ἦσαν, τούς τε πύργους κατέρριψαν καὶ τὰς ναῦς ἐπιστρέψαντες ἐς τὸν πορθμὸν ἔφευγον. καὶ ἔφθασαν ἐσδραμεῖν ἑπτακαίδεκα νῆες. αἱ δὲ λοιπαί, διακλείσαντος αὐτὰς τοῦ Ἀγρίππου, αἱ μὲν ἐξώκελλον ἐς τὴν γῆν διωκόμεναι, καὶ συνεξώκελλον αὐταῖς ὑπὸ ὁρμῆς οἱ διώκοντες ἢ ὁρμιζομένας ἀπέσπων ἢ ἐνεπίμπρασαν· ὅσαι δὲ ἔτι κατὰ τὸ πέλαγος ἐμάχοντο, τὰ περὶ αὐτὰς γιγνόμενα κατιδοῦσαι παρεδίδοσαν ἑαυτὰς τοῖς πολεμίοις. καὶ ὁ τοῦ Καίσαρος στρατὸς ἐπινίκιον ἠλάλαξεν ἐν τῇ θαλάσσῃ, καὶ ὁ πεζὸς ἀντεβόησεν ἐπὶ τῆς γῆς. οἱ Πομπηίου δʼ ἀνῴμωξαν, καὶ αὐτὸς ἐκ τῶν Ναυλόχων ἀναθορὼν ἐς τὴν Μεσσήνην ἠπείγετο, οὐδὲν ὑπὸ ἐκπλήξεως περὶ τῶν πεζῶν οὐδʼ ἐπισκήψας· ὅθεν καὶ τούσδε ὁ Καῖσαρ Τισιηνοῦ παραδιδόντος ὑποσπόνδους ἐδέχετο καὶ τοὺς ἱππέας ἐπʼ αὐτοῖς, τῶν ἱππάρχων παραδιδόντων. κατέδυσαν δὲ ἐν τῷ πόνῳ νῆες Καίσαρος μὲν τρεῖς, Πομπηίου δὲ ὀκτὼ καὶ εἴκοσι, καὶ αἱ λοιπαὶ κατεφλέχθησαν ἢ ἐλήφθησαν ἢ ἐς τὴν γῆν ὀκέλλουσαι συνετρίβησαν· αἱ δὲ ἑπτακαίδεκα μόναι διέφυγον.

καὶ ὁ Πομπήιος ἐν ὁδῷ περὶ τῆς μεταγνώμης τοῦ πεζοῦ πυθόμενος τήν τε ἐσθῆτα ἤλλαξεν ἐς ἰδιώτην ἀπʼ αὐτοκράτορος καὶ προύπεμψεν ἐς Μεσσήνην ἐς τὰς ναῦς ἐντίθεσθαι τὰ δυνατά· παρεσκεύαστο δὲ ἅπαντα ἐκ πολλοῦ. Πλένιόν τε ἐκ Λιλυβαίου, μεθʼ ὧν εἶχεν ὀκτὼ τελῶν, ἐκάλει κατὰ σπουδὴν ὡς μετὰ τῶνδε φευξόμενος. καὶ Πλένιος μὲν ἠπείγετο πρὸς αὐτόν, αὐτομολούντων δὲ ἑτέρων, φίλων τε καὶ φρουρίων καὶ στρατῶν, καὶ τῶν πολεμίων ἐς τὸν πορθμὸν ἐσπλεόντων, οὐκ ἀναμείνας οὐδὲ Πλένιον ὁ Πομπήιος ἐν πόλει καλῶς τετειχισμένῃ, ἔφευγεν ἐκ τῆς Μεσσήνης ἐπὶ τῶν ἑπτακαίδεκα νεῶν ἐς Ἀντώνιον, ὡς ἐξ ὁμοίων αὐτῷ τὴν μητέρα περισεσωκώς. καὶ ὁ Πλένιος αὐτὸν οὐ καταλαβὼν ἐς τὴν Μεσσήνην παρῆλθε καὶ κατεῖχε τῆς πόλεως. ὁ δὲ Καῖσαρ αὐτὸς μὲν ἔμεινεν ἐν τῷ περὶ Ναυλόχους στρατοπέδῳ, Ἀγρίππαν δʼ ἐκέλευσε τῇ Μεσσήνῃ παρακαθέζεσθαι· καὶ παρεκάθητο σὺν Λεπίδῳ. Πλενίου δὲ πρεσβευομένου περὶ σπονδῶν Ἀγρίππας μὲν ἠξίου περιμένειν Καίσαρα ἐς ἕω, Λέπιδος δὲ ἐδίδου τὰς σπονδὰς καὶ τὸν τοῦ Πλενίου στρατὸν οἰκειούμενος ἑαυτῷ συνεχώρει διαρπάσαι τὴν πόλιν μετὰ τοῦ ἄλλου στρατοῦ.

καὶ οἱ μὲν ἐπὶ τῇ σωτηρίᾳ, περὶ ἧς δὴ καὶ μόνης παρεκάλουν, κέρδος ἀδόκητον εὑρόμενοι, τὴν Μεσσήνην ὅλῃ τῇ νυκτὶ μετὰ τῶν Λεπίδου διήρπαζον καὶ μετεστρατεύοντο τῷ Λεπίδῳ· ὁ δὲ σὺν τούτοις ἔχων δύο καὶ εἴκοσι τέλη πεζῶν καὶ ἱππέας πολλοὺς ἐπῆρτο καὶ κρατήσειν ἐδόκει Σικελίας, πρόφασιν ἔχων, ὅτι πρῶτος ἐπιβαίη τῆς νήσου καὶ πλέονας πόλεις ἐπαγάγοιτο· ἔς τε τὰ φρούρια αὐτίκα περιέπεμπε τοὺς παρὰ τοῦ Καίσαρος ἐλευσομένους μὴ προσίεσθαι καὶ τὰ στενὰ πάντα ἐκρατύνετο. ὁ δὲ Καῖσαρ ἦλθε μὲν τῆς ἐπιούσης καὶ ἐμέμφετο τῷ Λεπίδῳ διὰ τῶν φίλων, οἳ σύμμαχον αὐτὸν ἔφασκον ἐλθεῖν Καίσαρι ἐς Σικελίαν, οὐχ ἑαυτῷ κατακτησόμενον αὐτὴν· ὁ δὲ ἀντενεκάλει τῆς προτέρας τάξεως ἀφῃρῆσθαι καὶ μόνον ἔχειν αὐτὴν Καίσαρα βουλομένῳ τε νῦν ἀντιδιδόναι Λιβύην καὶ Σικελίαν ὑπὲρ ἐκείνης. χαλεπαίνων δʼ ὁ Καῖσαρ ἦλθε μὲν καὶ αὐτὸς ὑπὸ ὀργῆς, ὀνειδιῶν τὸν Λέπιδον ἐς χαριστίαν, διαπειλησάμενοι δὲ ἀλλήλοις διέστησαν, καὶ αὐτίκα αἵ τε φυλακαὶ διεκρίθησαν καὶ αἱ νῆες ὥρμουν ἐπʼ ἀγκυρῶν· ἐλέχθη γὰρ αὐτὰς ἐπινοεῖν ὁ Λέπιδος ἐμπρῆσαι.

ὁ δὲ στρατὸς ἤχθετο, εἰ πολεμήσουσιν αὖθις ἐμφύλιον πόλεμον ἕτερον καὶ οὔ ποτε σφᾶς ἐπιλείψουσιν αἱ στάσεις. οὐ μὴν ἐν ὁμοίῳ Καίσαρα καὶ Λέπιδον ἐτίθεντο, οὐδὲ οἱ τῷ Λεπίδῳ στρατευόμενοι, ἀλλὰ καὶ τῆς ἀρετῆς τὸν Καίσαρα ἐθαύμαζον καὶ τὴν ἀργίαν συνῄδεσαν Λεπίδῳ, καὶ τῆς ἁρπαγῆς αὐτὸν ἐπεμέμφοντο αὐτῆς, ἐς τὸ ἴσον τοῖς ἡσσημένοις καταστάντες. ὧν ὁ Καῖσαρ πυνθανόμενος περιέπεμπε τοὺς τὰ συμφέροντα παραινέσοντας κρύφα ἑκάστοις. ὡς δὲ αὐτῷ διεφθάρατο πολλοί, καὶ μάλιστα οἱ γενόμενοι τοῦ Πομπηίου διὰ δέος τοῦ μήπω τὰς σπονδὰς βεβαίους σφίσιν, εἰ μὴ συνθοῖτο ὁ Καῖσαρ, εἶναι, ἀγνοοῦντος ἔτι ταῦτα τοῦ Λεπίδου διʼ ἀπραξίαν ὁ Καῖσαρ ἐπῆλθεν ἐπὶ τὸ στρατόπεδον αὐτοῦ σὺν ἱππεῦσι πολλοῖς, οὓς πρὸ τοῦ χάρακος καταλιπὼν ἐσῄει μετʼ ὀλίγων, καὶ παριὼν ἐπεμαρτύρετο ἑκάστοις ἄκων ἐς πόλεμον καθίστασθαι. ἀσπαζομένων δὲ αὐτὸν ὡς αὐτοκράτορα τῶν ὁρώντων, οἱ Πομπηιανοὶ πρῶτοι συνέθεον, ὅσοι διεφθάρατο, καὶ συγγνῶναι σφίσι παρεκάλουν. ὁ δʼ ἔλεγε θαυμάζειν, εἰ συγγνώμην αἰτοῦντες οὐ πράσσουσιν οὔπω τὰ σφίσιν αὐτοῖς συνοίσοντα. οἱ δὲ συνέντες αὐτίκα ἥρπαζον τὰ σημεῖα καὶ ἐς τὸν Καίσαρα μετέφερον, καὶ σκηνὰς ἔλυον ἕτεροι.

καὶ τοῦ θορύβου Λέπιδος αἰσθόμενος ἐξέθορε τῆς σκηνῆς ἐπὶ τὰ ὅπλα. βολαί τε ἦσαν ἤδη, καὶ τῶν ὁπλοφόρων τις τῶν Καίσαρος ἔπιπτε, καὶ αὐτὸς ὁ Καῖσαρ ἐς τὸν θώρακα ἐβλήθη· τὸ δὲ βέλος οὐκ ἐξίκετο ἐπὶ τὸν χρῶτα, ἀλλὰ δρόμῳ διέφυγεν ἐπὶ τοὺς ἱππέας. Λεπίδου δέ τι φρούριον ἐπετώθασε τῷ δρόμῳ· καὶ οὐκ ἀνέσχεν ὁ Καῖσαρ ὑπὸ ὀργῆς, πρὶν ἐξελεῖν αὐτὸ σὺν τοῖς ἱππεῦσι καὶ καθελεῖν. ἑτέρων δʼ αὖ φρουρίων ἡγεμόνες, οἱ μὲν αὐτίκα, οἱ δὲ νυκτός, μετετίθεντο ἐκ Λεπίδου πρὸς Καίσαρα, οἱ μὲν ἄνευ τινὸς πείρας, οἱ δὲ καὶ ἐς ὑπόκρισιν ὑπὸ ἱππέων μικρὰ ἐνοχληθέντες. εἰσὶ δʼ οἳ τὰς προσβολὰς ἔτι ὑπέμενον καὶ ἀπεκρούοντο· καὶ γὰρ ὁ Λέπιδος περιέπεμπεν ἐς πάντα ἐπικούρους· καὶ αὐτῶν δὲ τῶν ἐπικούρων μεθισταμένων ἡ λοιπὴ τοῦ Λεπίδου στρατιά, καὶ εἴ τις εὔνους ἔτι ἦν, ἐτρέπετο τῇ γνώμῃ. καὶ πρῶτοι μὲν αὖθις οἱ Πομπηιανοί, ὅσοι ἔτι ἦσαν παρʼ αὐτῷ, μετεπήδων κατὰ μέρη· Λεπίδου δὲ ἐς κώλυσιν αὐτοῖς τοὺς ἑτέρους ἐφοπλίσαντος, οἳ ἐπὶ κώλυμα τῶν ἄλλων ὁπλισάμενοι τὰ ἑαυτῶν ἐπήγοντο σημεῖα καὶ σὺν τοῖς ἑτέροις ἐχώρουν πρὸς τὸν Καίσαρα. Λέπιδος δʼ αὐτοῖς ἀπιοῦσιν ἠπείλει καὶ ἐδεῖτο καὶ τῶν σημείων εἴχετο καὶ οὐ μεθήσειν ἔλεγε, μέχρι τῶν φερόντων αὐτά τις εἶπε μεθήσειν ἀποθανόντα καὶ δείσας μεθῆκεν.

οἱ δὲ ἱππέες τελευταῖοι χωροῦντες ἔπεμψάν τινα πευσόμενοι τοῦ Καίσαρος, εἰ κτείνωσι Λέπιδον, οὐκέτι ὄντα αὐτοκράτορα· ὁ δὲ ἀπεῖπεν. οὕτω Λέπιδος, ἀδοκήτῳ πάντων ἀπιστίᾳ συμπεσών, ἔρημος ἐκ τύχης τοσῆσδε καὶ στρατοῦ τοσοῦδε ἐγίγνετο ἐν βραχεῖ. καὶ τὸ σχῆμα ἀλλάξας ἔθει πρὸς τὸν Καίσαρα δρόμῳ, συντρεχόντων ὡς ἐπὶ θέᾳ τῶν ὁρώντων. ὁ δὲ Καῖσαρ ὑπανέστη τε αὐτῷ προσθέοντι καὶ προσπεσεῖν ἐθέλοντα κωλύσας ἔπεμψεν ἐς Ῥώμην, ἐφʼ οὗπερ ἦν σχήματος, ἰδιώτην ἀπʼ αὐτοκράτορος, οὐδὲν ἔτι πλὴν ἱερέα ἧς εἶχεν ἱερωσύνης.

ὁ μὲν δὴ καὶ αὐτοκράτωρ πολλάκις καὶ τῶν τριῶν ἀνδρῶν γενόμενος ἄρχοντάς τε ἀποφήνας καὶ προγράψας ἐπὶ θανάτῳ τοσούσδε ὁμοτίμους, ἰδιωτεύων καὶ ἐνίοις τῶν προγραφέντων ἄρχουσιν ὕστερον παριστάμενος διεβίωσε. Πομπήιον δὲ ὁ μὲν Καῖσαρ οὐκ ἐδίωκεν οὐδʼ ἑτέροις ἐπέτρεπε διώκειν, εἴτε ὡς ἐς ἀλλοτρίαν ἀρχὴν τὴν Ἀντωνίου φυλασσόμενος ἐμβαλεῖν, εἴτε καραδοκῶν τὸ μέλλον καὶ τὰ ἐς αὐτὸν ἐσόμενα ἐξ Ἀντωνίου καὶ πρόφασιν ἕξων διαφορᾶς, εἰ μὴ δίκαια γίγνοιτο ʽοὐ γὰρ ἀνύποπτοί γε ἦσαν ἐκ πολλοῦ διὰ φιλαρχίαν, ὅτε τοὺς ἄλλους ἐξέλοιεν, ἀλλήλοις διερίσειν̓, εἴθʼ, ὡς αὐτὸς ἔλεγεν ὕστερον ὁ Καῖσαρ, ὅτι μὴ γένοιτο τοῦ πατρὸς ἀνδροφόνος ὁ Πομπήιος. τὴν δὲ στρατιὰν συνῆγε, καὶ ἐγένετο αὐτῷ τέλη μὲν ὁπλιτῶν πέντε καὶ τεσσαράκοντα καὶ ἱππέες δισμύριοι καὶ πεντακισχίλιοι, κοῦφοι δὲ τῶν ἱππέων ὑπὲρ ἡμιολίους μακραί τε νῆες ἑξακόσιαι· τὸ δὲ τῶν φορτίδων πλῆθος, καίπερ ὂν ἄπειρον, τοῖς δεσπόταις διέπεμπε. καὶ τὸν στρατὸν ἐπινικίοις ἐδωρεῖτο, τὰ μὲν ἤδη διδούς, τά δὲ ὑπισχνούμενος, στεφάνους τε καὶ τιμὰς ἅπασιν ἔνεμεν καὶ συγγνώμην τοῖς ἡγεμόσιν ἐδίδου τοῦ Πομπηίου.