Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὧδε δὲ αὐτοῖς ἔχουσι Λαρώνιος ἐπιφαίνεται μακρόθεν, ὑπὸ Ἀγρίππου σὺν τρισὶ τέλεσι πεμφθείς, οὔπω μὲν ἔνδηλος ὤν, ὅτι φίλος εἴη· ὑπὸ δὲ ἐλπίδος ἀεὶ τοιοῦτον ἔσεσθαι προσδοκῶντες ἀνέφερον αὖθις αὑτῶν. ὡς δὲ καὶ τοὺς πολεμίους εἶδον τὸ ὕδωρ ἀπολιπόντας, ἵνα μὴ γένοιντο ἐχθρῶν ἐν μέσῳ, ἀνέκραγον μὲν ὑπὸ ἡδονῆς, ὅσον ἔσθενον, ἀντιβοήσαντος δʼ αὐτοῖς τοῦ Λαρωνίου δρόμῳ τὴν πηγὴν κατέλαβον. καὶ ὑπὸ μὲν τῶν ἡγεμόνων ἐκωλύοντο πίνειν ἀθρόως· ὅσοι δὲ ἠμέλησαν, ἔπινον ὁμοῦ καὶ ἀπέθνῃσκον.

οὕτω μὲν ἐξ ἀέλπτου Κορνιφίκιος καὶ τοῦ στρατοῦ τὸ φθάσαν μέρος περιεσώθη πρὸς Ἀγρίππαν ἐς Μύλας· ἄρτι δὲ ὁ Ἀγρίππας Τυνδαρίδα εἰλήφει, τροφῶν μεστὸν χωρίον καὶ εὐφυῶς ἐς πόλεμον ἐκ τῆς θαλάσσης ἔχον, καὶ ὁ Καῖσαρ ἐς αὐτὸ τὰ πεζὰ καὶ τοὺς ἱππέας διεβίβαζεν. ἐγένοντό τε αὐτῷ πάντες ἐν Σικελίᾳ ὁπλιτῶν μὲν ἐς εἴκοσι καὶ ἓν τέλος. ἱππέες δὲ δισμύριοι καὶ κοῦφοι πλείους τῶν πεντακισχιλίων. Μύλας δʼ ἔτι καὶ τὰ ἐκ Μυλῶν ἐπί τε Ναυλόχους καὶ Πελωριάδα καὶ τὰ παράλια πάντα φρουραὶ Πομπηίου κατεῖχον, αἳ φόβῳ μάλιστα Ἀγρίππου πῦρ διηνεκὲς ἔκαιον ὡς ἐμπρήσοντες τοὺς ἐπιπλέοντας. ἐκράτει δὲ καὶ τῶν στενῶν ἑκατέρων ὁ Πομπήιος. ἀμφὶ δὲ τὸ Ταυρομένιον καὶ περὶ Μύλας τὰς περιόδους τῶν ὀρῶν ἀπετείχιζε καὶ τὸν Καίσαρα ἐκ Τυνδαρίδος ἐς τὸ πρόσθεν ἰόντα ἠνώχλει, μὴ συμπλεκόμενον. Ἀγρίππου δὲ νομισθέντος ἐπελεῖν ἐς Πελωριάδα μετεπήδησεν, ἐκλιπὼν τὰ στενὰ περὶ Μύλας· καὶ ὁ Καῖσαρ αὐτῶν τε κατέσχε καὶ Μυλῶν καὶ Ἀρτεμισίου, πολίχνης βραχυτάτης, ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς γενέσθαι καὶ τὸν ὕπνον Ὀδυσσεῖ.

ψευδοῦς δὲ τῆς Ἀγρίππου δόξης φανείσης, ὁ Πομπήιος ἡσθεὶς τῶν στενῶν ἀφῃρημένος καὶ Τισιηνὸν ἐκάλει μετὰ τοῦ στρατοῦ. Τισιηνῷ δʼ ὁ Καῖσαρ ὑπήντα καὶ διημάρτανε τῆς ὁδοῦ περὶ ὄρος τὸ Μυκόνιον, ἔνθα ἄσκηνος ἐνυκτέρευσεν· ὄμβρου τε πολλοῦ καταρραγέντος, οἷος ἐν φθινοπώρῳ γίγνεται, τῶν ὁπλοφόρων τινὲς τὴν νύκτα πᾶσαν ἀσπίδα Κελτικὴν ὑπερέσχον αὐτοῦ. ἐγένοντο δὲ καὶ βρόμοι τῆς Αἴτνης σκληροὶ καὶ μυκήματα μακρὰ καὶ σέλα περιλάμποντα τὴν στρατιάν, ὥστε τοὺς μὲν Γερμανοὺς ἐξ εὐνίων ἀναπηδᾶν ὑπὸ δέους, τοὺς δέ, ἀκοῇ τῶν περὶ τῆς Αἴτνης λεγομένων, οὐκ ἀπιστεῖν ἐν τοσοῖσδε παραδόξοις ἐμπεσεῖσθαι σφίσι καὶ τὸν ῥύακα. μετὰ δὲ τοῦτο τὴν Παλαιστηνῶν γῆν ἔκειρε, καὶ Λέπιδος αὐτῷ συνήντετο σιτολογῶν, καὶ Μεσσήνῃ παρεστρατοπέδευον ἀμφότεροι.

γιγνομένων δʼ ἀνʼ ὅλην τὴν Σικελίαν ἁψιμαχιῶν πολλῶν, ἔργου δὲ μείζονος οὐδενός, Ταῦρον ὁ Καῖσαρ ἔπεμψε τὰς ἀγορὰς τοῦ Πομπηίου περικόπτειν καὶ τὰς πόλεις τὰς χορηγούσας προκαταλαμβάνειν. καὶ τῷδε μάλιστα κάμνων ὁ Πομπήιος ἔκρινε μάχῃ μείζονι κριθῆναι περὶ ἁπάντων. τὰ μὲν δὴ πεζὰ τοῦ Καίσαρος ἐδεδίει, ταῖς δὲ ναυσὶν ἐπαιρόμενος ἤρετο πέμπων, εἰ δέχοιτο ναυμαχίᾳ κριθῆναι. ὁ δὲ ὠρρώδει μὲν τὰ ἐνάλια πάντα, οὐ σὺν τύχῃ μέχρι δεῦρο κεχρημένος αὐτοῖς, αἰσχρὸν δὲ νομίσας ἀντειπεῖν ἐδέχετο. καὶ ὡρίζετο αὐτοῖς ἡμέρα, ἐς ἣν τριακόσιαι νῆες ἑκατέρων ἰδίᾳ παρεσκευάζοντο, βέλη τε παντοῖα φέρουσαι καὶ πύργους καὶ μηχανάς, ὅσας ἐπενόουν. ἐπενόει δὲ καὶ τὸν καλούμενον ἅρπαγα ὁ Ἀγρίππας, ξύλον πεντάπηχυ σιδήρῳ περιβεβλημένον, κρίκους ἔχον περὶ κεραίας ἑκατέρας· τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἅρπαξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἅρπαγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.

ἐλθούσης δὲ τῆς ἡμέρας πρῶτα μὲν ἦν ἐρετῶν ἅμιλλα καὶ βοή, καὶ βέλη τὰ μὲν ἐκ μηχανῆς, τὰ δʼ ἀπὸ χειρῶν, ὅσα λίθοι καὶ πυρφόρα καὶ τοξεύματα. μετὰ δὲ αἱ νῆες αὐταὶ συνερρήγνυντο ἀλλήλαις, αἱ μὲν εἰς τὰ πλάγια, αἱ δὲ κατʼ ἐπωτίδας, αἱ δὲ ἐπὶ τοὺς ἐμβόλους, ἔνθα μάλιστά εἰσιν αἱ πληγαὶ βίαιοι τινάξαι τε τοὺς ἐπιβάτας καὶ τὴν ναῦν ἀργοτέραν ἐργάσασθαι. ἄλλαι δὲ ἀλλήλας διεξέπλεον βάλλουσαί τε καὶ ἀκοντίζουσαι· καὶ τὰ ὑπηρετικὰ τοὺς ἐκπίπτοντας ἀνελάμβανεν. ἔργα τε χειρῶν ἦν καὶ βία ναυτῶν καὶ τέχνη κυβερνητῶν καὶ βοαὶ καὶ στρατηγῶν παρακελεύσεις καὶ μηχανήματα πάντα. εὐδοκίμει δὲ μάλιστα ὁ ἅρπαξ, ἔκ τε πολλοῦ ταῖς ναυσὶ διὰ κουφότητα ἐμπίπτων καὶ ἐμπηγνύμενος, ὅτε μάλιστα ὑπὸ τῶν καλῳδίων ἐφέλκοιτο ὀπίσω· κοπῆναί τε ὑπὸ τῶν βλαπτομένων οὐκ ἦν εὔπορος διὰ σίδηρον τὸν περιέχοντα, καὶ τὸ μῆκος αὐτοῦ δυσεφικτότατα τοῖς κόπτουσι τὰ καλῴδια ἐποίει· οὐδὲ τὸ μηχάνημά πω προέγνωστο, ὡς δρέπανα δόρασι περιθέσθαι· ἓν δʼ ἐπενόουν ὡς ἐν ἀδοκήτῳ, τὴν ναῦν κρούοντες ἐπὶ πρύμναν ἀντισπᾶν. τὸ δʼ αὐτὸ ποιούντων καὶ τῶν πολεμίων ἴση μὲν ἦν ἡ βία τῶν ἀνδρῶν, ὁ δὲ ἅρπαξ ἐποίει τὸ ἴδιον.

ὅτε μὲν οὖν προσπελάσειαν αἱ νῆες, ἐμάχοντο παντοίως καὶ ἐς ἀλλήλους μεθήλλοντο. καὶ διαγνῶναι τὸν πολέμιον οὐκ ἦν ἔτι ὁμοίως εὔπορον· ὅπλοις τε γὰρ ὡς τὰ πολλὰ τοῖς αὐτοῖς ἐχρῶντο καὶ φωνῇ σχεδὸν ἅπαντες Ἰταλῇ, τά τε συνθήματα μιγνυμένων ἐς ἀμφοτέρους ἐξενήνεκτο, καὶ ἐκ τοῦδε μάλιστα ἐνέδραι πολλαὶ καὶ ποικίλαι παρὰ ἀμφοῖν, καὶ ἀπιστία πρὸς τοὺς λέγοντας αὐτὰ ἐπεγίγνετο, ἀγνωσία τε πάντας ἀλλήλων ἐπεῖχεν ὡς ἐν πολέμῳ καὶ θαλάσσῃ γεμούσῃ φόνων τε καὶ ὅπλων καὶ ναυαγίων. οὐ γάρ τινα πεῖραν ἔλιπον, ὅτι μὴ μόνον τὸ πῦρ· τούτου δὲ μετὰ τοὺς πρώτους ἐπίπλους ἐφείσαντο διὰ τὰς συμπλοκάς. ὁ δὲ πεζὸς ἑκατέρων στρατὸς ἀπὸ τῆς γῆς μετὰ φόβου καὶ σπουδῆς ἐς τὴν θάλασσαν ἀφεώρων, ὡς ἐν τῇδε καὶ αὐτοὶ περὶ τῆς σφῶν σωτηρίας τὴν ἐλπίδα ἔχοντες. διέκρινόν γε μὴν οὐδέν, οὐδʼ ἐδύναντο, καὶ μάλιστα περισκοποῦντες, οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων καὶ τῆς οἰμωγῆς ἐναλλασσομένης ἀνὰ μέρος ἑκατέρωθεν.

μόλις δέ ποτε ταῖς χροιαῖς τῶν πύργων, αἷς δὴ μόναις διέφερον ἀλλήλων, ὁ Ἀγρίππας συνεὶς πλέονας ἀπολωλέναι τοῦ Πομπηίου ναῦς ἐθάρρυνε τοὺς συνόντας ὡς ἤδη κατορθοῦντας· καὶ τοῖς πολεμίοις αὖθις ἐμπεσὼν ἐπέκειτο ἀπαύστως, μέχρι βιασθέντες, ὅσοι μάλιστα κατʼ αὐτὸν ἦσαν, τούς τε πύργους κατέρριψαν καὶ τὰς ναῦς ἐπιστρέψαντες ἐς τὸν πορθμὸν ἔφευγον. καὶ ἔφθασαν ἐσδραμεῖν ἑπτακαίδεκα νῆες. αἱ δὲ λοιπαί, διακλείσαντος αὐτὰς τοῦ Ἀγρίππου, αἱ μὲν ἐξώκελλον ἐς τὴν γῆν διωκόμεναι, καὶ συνεξώκελλον αὐταῖς ὑπὸ ὁρμῆς οἱ διώκοντες ἢ ὁρμιζομένας ἀπέσπων ἢ ἐνεπίμπρασαν· ὅσαι δὲ ἔτι κατὰ τὸ πέλαγος ἐμάχοντο, τὰ περὶ αὐτὰς γιγνόμενα κατιδοῦσαι παρεδίδοσαν ἑαυτὰς τοῖς πολεμίοις. καὶ ὁ τοῦ Καίσαρος στρατὸς ἐπινίκιον ἠλάλαξεν ἐν τῇ θαλάσσῃ, καὶ ὁ πεζὸς ἀντεβόησεν ἐπὶ τῆς γῆς. οἱ Πομπηίου δʼ ἀνῴμωξαν, καὶ αὐτὸς ἐκ τῶν Ναυλόχων ἀναθορὼν ἐς τὴν Μεσσήνην ἠπείγετο, οὐδὲν ὑπὸ ἐκπλήξεως περὶ τῶν πεζῶν οὐδʼ ἐπισκήψας· ὅθεν καὶ τούσδε ὁ Καῖσαρ Τισιηνοῦ παραδιδόντος ὑποσπόνδους ἐδέχετο καὶ τοὺς ἱππέας ἐπʼ αὐτοῖς, τῶν ἱππάρχων παραδιδόντων. κατέδυσαν δὲ ἐν τῷ πόνῳ νῆες Καίσαρος μὲν τρεῖς, Πομπηίου δὲ ὀκτὼ καὶ εἴκοσι, καὶ αἱ λοιπαὶ κατεφλέχθησαν ἢ ἐλήφθησαν ἢ ἐς τὴν γῆν ὀκέλλουσαι συνετρίβησαν· αἱ δὲ ἑπτακαίδεκα μόναι διέφυγον.

καὶ ὁ Πομπήιος ἐν ὁδῷ περὶ τῆς μεταγνώμης τοῦ πεζοῦ πυθόμενος τήν τε ἐσθῆτα ἤλλαξεν ἐς ἰδιώτην ἀπʼ αὐτοκράτορος καὶ προύπεμψεν ἐς Μεσσήνην ἐς τὰς ναῦς ἐντίθεσθαι τὰ δυνατά· παρεσκεύαστο δὲ ἅπαντα ἐκ πολλοῦ. Πλένιόν τε ἐκ Λιλυβαίου, μεθʼ ὧν εἶχεν ὀκτὼ τελῶν, ἐκάλει κατὰ σπουδὴν ὡς μετὰ τῶνδε φευξόμενος. καὶ Πλένιος μὲν ἠπείγετο πρὸς αὐτόν, αὐτομολούντων δὲ ἑτέρων, φίλων τε καὶ φρουρίων καὶ στρατῶν, καὶ τῶν πολεμίων ἐς τὸν πορθμὸν ἐσπλεόντων, οὐκ ἀναμείνας οὐδὲ Πλένιον ὁ Πομπήιος ἐν πόλει καλῶς τετειχισμένῃ, ἔφευγεν ἐκ τῆς Μεσσήνης ἐπὶ τῶν ἑπτακαίδεκα νεῶν ἐς Ἀντώνιον, ὡς ἐξ ὁμοίων αὐτῷ τὴν μητέρα περισεσωκώς. καὶ ὁ Πλένιος αὐτὸν οὐ καταλαβὼν ἐς τὴν Μεσσήνην παρῆλθε καὶ κατεῖχε τῆς πόλεως. ὁ δὲ Καῖσαρ αὐτὸς μὲν ἔμεινεν ἐν τῷ περὶ Ναυλόχους στρατοπέδῳ, Ἀγρίππαν δʼ ἐκέλευσε τῇ Μεσσήνῃ παρακαθέζεσθαι· καὶ παρεκάθητο σὺν Λεπίδῳ. Πλενίου δὲ πρεσβευομένου περὶ σπονδῶν Ἀγρίππας μὲν ἠξίου περιμένειν Καίσαρα ἐς ἕω, Λέπιδος δὲ ἐδίδου τὰς σπονδὰς καὶ τὸν τοῦ Πλενίου στρατὸν οἰκειούμενος ἑαυτῷ συνεχώρει διαρπάσαι τὴν πόλιν μετὰ τοῦ ἄλλου στρατοῦ.

καὶ οἱ μὲν ἐπὶ τῇ σωτηρίᾳ, περὶ ἧς δὴ καὶ μόνης παρεκάλουν, κέρδος ἀδόκητον εὑρόμενοι, τὴν Μεσσήνην ὅλῃ τῇ νυκτὶ μετὰ τῶν Λεπίδου διήρπαζον καὶ μετεστρατεύοντο τῷ Λεπίδῳ· ὁ δὲ σὺν τούτοις ἔχων δύο καὶ εἴκοσι τέλη πεζῶν καὶ ἱππέας πολλοὺς ἐπῆρτο καὶ κρατήσειν ἐδόκει Σικελίας, πρόφασιν ἔχων, ὅτι πρῶτος ἐπιβαίη τῆς νήσου καὶ πλέονας πόλεις ἐπαγάγοιτο· ἔς τε τὰ φρούρια αὐτίκα περιέπεμπε τοὺς παρὰ τοῦ Καίσαρος ἐλευσομένους μὴ προσίεσθαι καὶ τὰ στενὰ πάντα ἐκρατύνετο. ὁ δὲ Καῖσαρ ἦλθε μὲν τῆς ἐπιούσης καὶ ἐμέμφετο τῷ Λεπίδῳ διὰ τῶν φίλων, οἳ σύμμαχον αὐτὸν ἔφασκον ἐλθεῖν Καίσαρι ἐς Σικελίαν, οὐχ ἑαυτῷ κατακτησόμενον αὐτὴν· ὁ δὲ ἀντενεκάλει τῆς προτέρας τάξεως ἀφῃρῆσθαι καὶ μόνον ἔχειν αὐτὴν Καίσαρα βουλομένῳ τε νῦν ἀντιδιδόναι Λιβύην καὶ Σικελίαν ὑπὲρ ἐκείνης. χαλεπαίνων δʼ ὁ Καῖσαρ ἦλθε μὲν καὶ αὐτὸς ὑπὸ ὀργῆς, ὀνειδιῶν τὸν Λέπιδον ἐς χαριστίαν, διαπειλησάμενοι δὲ ἀλλήλοις διέστησαν, καὶ αὐτίκα αἵ τε φυλακαὶ διεκρίθησαν καὶ αἱ νῆες ὥρμουν ἐπʼ ἀγκυρῶν· ἐλέχθη γὰρ αὐτὰς ἐπινοεῖν ὁ Λέπιδος ἐμπρῆσαι.