Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἔμελλε δʼ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, ὁ δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δʼ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δʼ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.

οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δʼ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, ὁ δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι. πρόπλοι δʼ αὐτῷ τινες τοὺς μυχοὺς τῆς θαλάσσης διηρεύνων, καὶ Ἄππιος μετὰ πλήθους νεῶν ὀπισθοφυλακῶν εἵπετο. τρίτῃ δὲ τῆς ἀναγωγῆς ἡμέρᾳ νότος ἐμπεσὼν Λεπίδου μὲν ὁλκάδας ἀνέτρεψε πολλάς, ὡρμίσθη δὲ ὅμως ἐς Σικελίαν καί, Πλένιον ἐν Λιλυβαίῳ πολιορκῶν, τινὰς τῶν πόλεων ὑπήγετο καὶ ἑτέρας ἐβιάζετο· ταῦρος δὲ ἀρχομένου τοῦ πνεύματος ἐς Τάραντα ἐπαλινδρόμει. Ἀππίου δʼ ἄρτι τὸ Ἀθηναῖον ἄκρον περιπλέοντος αἱ μὲν συνετρίβοντο τῶν νεῶν ἀμφὶ ταῖς πέτραις, αἱ δʼ ἐς τέλματα ἐξώκελλον ὑπὸ ῥύμης, αἱ δὲ καὶ διερρίφησαν οὐκ ἀσινεῖς. ὁ δὲ Καῖσαρ ἀρχομένου μὲν τοῦ χειμῶνος ἐς τὸν Ἐλεάτην κόλπον ἐρυμνὸν ὄντα συμπεφεύγει, χωρὶς ἑξήρους μιᾶς, ἣ περὶ τῇ ἄκρᾳ διελύθη· λιβὸς δὲ τὸν νότον μεταλαβόντος ὁ κόλπος ἐκυκᾶτο, ἐς τὴν ἑσπέραν ἀνεῳγμένος, καὶ οὔτε ἐκπλεῦσαι δυνατὸν ἦν ἔτι πρὸς ἐναντίον τοῦ κόλπου τὸ πνεῦμα, οὔτε κῶπαι κατεῖχον οὔτε ἄγκυραι, ἀλλʼ ἐς ἀλλήλας ἢ ἐς τὰς πέτρας ἐνηράσσοντο αἱ νῆες. καὶ νυκτὸς ἦν ἔτι τὸ δεινὸν ἀτοπώτερον.

ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε. διεφθάρατο δʼ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος· ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι, Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου· οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου· τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν. καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους.

ὁ δὲ Πομπήιος οὐδʼ ἐπὶ τοιᾷδε εὐκαιρίᾳ τοσοῖσδε ναυαγίοις ἐπιχειρεῖν ἠξίου, ἀλλʼ ἔθυε μόνον θαλάσσῃ καὶ Ποσειδῶνι καὶ υἱὸς αὐτῶν ὑφίστατο καλεῖσθαι, πειθόμενος οὐκ ἄνευ θεοῦ δὶς οὕτω θέρους πταῖσαι τοὺς πολεμίους. φασὶ δʼ αὐτόν, ὑπὸ τῶνδε χαυνούμενον, καὶ τὴν συνήθη τοῖς αὐτοκράτορσι χλαμύδα ἐκ φοινικῆς ἐς κυανῆν μεταλλάξαι, εἰσποιούμενον ἄρα ἑαυτὸν τῷ Ποσειδῶνι. ἐλπίσας δʼ ἀναζεύξειν τὸν Καίσαρα, ὡς ἐπύθετο ναυπηγούμενόν τε καὶ ἐπιπλευσούμενον αὖθις αὐτοῦ θέρους, ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν, Μηνόδωρον δὲ μετὰ νεῶν ἑπτὰ ὧν ἤγαγεν ἔπεμπε κατασκεψόμενον τὰ νεώλκια τοῦ Καίσαρος καὶ δράσοντα, ὅ τι καὶ δύναιτο. ὁ δὲ καὶ τέως ἀχθόμενος οὐκ ἀποδοθείσης αὐτῷ τῆς ναυαρχίας καὶ τότε αἰσθόμενος, ὅτι σὺν ὑποψίᾳ μόνων ἠξίωτο ὧν ἤγαγε νεῶν, ἐπεβούλευεν αὖθις αὐτομολίαν.

ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας ἢ παραπλεούσας κατέδυεν ἢ ἀνεδεῖτο ἢ ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα· καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ ὁ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.

ὡς δὲ ἱκανῶς ἐπεδέδεικτο, οἷος ἐχθρός τε καὶ φίλος εἴη, Ῥέβιλον μὲν ἑλών, ἄνδρα ἀπὸ βουλῆς, μεθῆκε, μνώμενος ἤδη τὸ μέλλον. Μινδίῳ δὲ Μαρκέλλῳ, τῶν ἑταίρων τινὶ τῶν Καίσαρος, φίλος ἐν τῇ προτέρᾳ γεγονὼς αὐτομολίᾳ, τοῖς μὲν ἀμφʼ αὑτὸν ἔφη τὸν Μίνδιον βουλεύειν αὐτομολίαν καὶ προδοσίαν, τοῖς δὲ πολεμίοις προσπελάσας ἠξίου Μίνδιον αὑτῷ συνελθεῖν ἔς τινα νησῖδα ἐπὶ λόγοις συνοίσουσι. καὶ συνελθόντι ἔλεγεν, οὐδενὸς ἀκούοντος ἑτέρου, φυγεῖν μὲν ἐς Πομπήιον ὑβριζόμενος ὑπὸ τοῦ τότε ναυάρχου Καλουισίου, τὴν δὲ ναυαρχίαν Ἀγρίππου μεταλαβόντος ἐπανελεύσεσθαι πρὸς Καίσαρα οὐδὲν ἀδικοῦντα, εἰ πίστιν αὑτῷ κομίσειεν ὁ Μίνδιος παρὰ Μεσσάλα τοῦ τὴν ἀποδημίαν Ἀγρίππᾳ διοικοῦντος. ἔφη δʼ ἐπανελθὼν μὲν ἰάσεσθαι λαμπροῖς τὸ ἁμάρτημα ἔργοις, μέχρι δὲ τῶν πίστεων λυμανεῖσθαί τινα τῶν Καίσαρος ὁμοίως ἐς τὸ ἀνύποπτον. καὶ ὁ μὲν αὖθις ἐλυμαίνετο, Μεσσάλας δʼ ἐνεδοίασε μὲν ὡς ἐπὶ αἰσχρῷ, ἐνέδωκε δʼ ὅμως, εἴτε πολέμου ταῦτʼ εἶναι νομίζων ἀνάγκας εἴτε καὶ τῆς Καίσαρος γνώμης τι προμαθὼν ἢ τεκμηράμενος. καὶ Μηνόδωρος μὲν αὖθις ηὐτομόλει καὶ τὸν Καίσαρα ἐλθόντα προσπίπτων ἠξίου συγγνῶναν μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς· ὁ δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνως κε διὰ τὰς σπονδὰς καὶ ἀφανῶς ἐφυλάσσετο, τοῦς δὲ τριηράρχους αὐτοῦ μεθίει χωροῦντας ὅποι θέλοιεν.

ἑτοίμου δὲ τοῦ στόλου γενομένου, αὖθις ὁ Καῖσαρ ἀνήγετο καὶ ἐς Ἱππώνειον παραπλεύσας δύο μὲν τέλη πεζῶν Μεσσάλαν ἔχοντα περᾶν ἐκέλευσεν ἐς Σικελίαν ἐπὶ τὸ Λεπίδου στρατόπεδον καὶ σταθμεύειν ἐς τὸν κόλπον διελθόντα τὸν εὐθὺ Ταυρομενίου, τρία δʼ ἔπεμπεν ἐπὶ Στυλίδα καὶ πορθμὸν ἄκρον ἐφεδρεύειν τοῖς ἐσομένοις· ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε. καὶ ὁ μὲν περιέπλει διεσκευασμένος ἐς μάχην ὁμοῦ καὶ εἰρεσίαν· καὶ τὰ πεζὰ αὐτῷ παρωμάρτει, προερευνώντων τήν τε γῆν ἱππέων καὶ λιβυρνίδων τὴν θάλασσαν. καὶ ὁ Καῖσαρ ὧδε ἔχοντι ἐξ Ἱππωνείου ἐπιδραμὼν ἐπιφαίνεται κατὰ τὸ Σκυλάκιον, καὶ τὴν εὐταξίαν ἀποδεξάμενος ἐπανῆλθεν ἐς τὸ Ἱππώνειον. ὁ δὲ Πομπήιος, ὥς μοι προείρηται, τάς τε ἐς τὴν νῆσον ἀποβάσεις ἐφύλασσεν ἁπάσας καὶ τὰς ναῦς ἐν Μεσσήνῃ συνεῖχεν ὡς βοηθήσων, ὅποι δεήσειεν.

καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν, Λεπίδῳ δὲ αὖθις ἐκ Λιβύης ἦγον αἱ ὁλκάδες τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖς ὑπήντα πελάγιος ἐκ Πομπηίου Παπίας καὶ διέφθειρεν ὡς φιλίους δεχομένας· ᾤοντο γὰρ σφίσι τὰς Λεπίδου συναντᾶν. αἱ δὲ βραδέως τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰς προσιούσας αἱ ὁλκάδες ὡς καὶ τάσδε ἄλλας πολεμίας ἐξέκλιναν, ἕως αἱ μὲν ἐκαύθησαν, αἱ δʼ ἐλήφθησαν, αἱ δʼ ἀνετράπησαν, αἱ δʼ ἐς Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινες αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸς ὁ τοῦ Πομπηίου στρατηγὸς ἐκνέοντας ἐπὶ τὴν γῆν διέφθειρεν· οἱ δὲ λοιποὶ πρὸς Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δʼ ὕστερον. καὶ Παπίας ἀπέπλευσε πρὸς Πομπήιον.

ὁ δὲ Καῖσαρ ἐς μὲν Στρογγύλην, ἣ τῶν πέντε νήσων ἐστὶ τῶν Αἰόλου, παντὶ τῷ στόλῳ διέπλευσεν ἐξ Ἱππωνείου, προερευνωμένης αὐτῷ τῆς θαλάσσης· στρατὸν δὲ ἐπὶ μετώπου τῆς Σικελίας πλέονα ἰδὼν ἔν τε Πελωριάδι καὶ Μύλαις καὶ Τυνδαρίδι, εἴκασεν αὐτὸν παρεῖναι Πομπήιον καὶ τὰ μὲν ἐνθάδε Ἀγρίππᾳ διαστρατηγεῖν ἐπέτρεψεν. αὐτὸς δὲ εἰς τὸ Ἱππώνειον αὖθις ἀπέπλει καὶ ἐς τὸ Ταύρου στρατόπεδον ἐξ Ἱππωνείου σὺν τρισὶ τέλεσι μετὰ Μεσσάλα διετρόχαζεν, ὡς Ταυρομένιον αἱρήσων ἀπόντος ἔτι τοῦ Πομπηίου καὶ τὰς ἐμβολὰς αὐτῷ διχόθεν παρέξων. Ἀγρίππας μὲν οὖν ἀπὸ Στρογγύλης εἰς Ἱερὰν διέπλει καὶ τῶν Πομπηίου φρουρῶν αὐτὸν οὐχ ὑποστάντων εἷλε τὴν Ἱερὰν καὶ τῆς ἐπιούσης ἔμελλεν ἐπιχειρήσειν ἐς Μύλας Δημοχάρει τῷ Πομπηίου, τεσσαράκοντα ναῦς ἔχοντι· ὁ δὲ Πομπήιος, τὸ βίαιον ὑφορώμενος τοῦ Ἀγρίππα, ἔπεμπε τῷ Δημοχάρει ναῦς ἄλλας πέντε καὶ τεσσαράκοντα ἀπὸ Μεσσήνης. ἐξελεύθερον ἄγοντα Ἀπολλοφάνη, καὶ αὐτὸς ἐφείπετο ἄλλαις ἑβδομήκοντα.

Ἀγρίππας δʼ ἔτι νυκτὸς ἐξ Ἱερᾶς ἀνήγετο ταῖς ἡμίσεσι τῶν νεῶν ὡς Παπίᾳ μόνῳ ναυμαχήσων. ἐπεὶ δὲ καὶ τὰς Ἀπολλοφάνους εἶδε καὶ τὰς ἑβδομήκοντα ἑτέρωθι, Καίσαρι μὲν αὐτίκα ἐδήλου Πομπήιον ἐπὶ τῶν Μυλῶν εἶναι σὺν τῷ πλέονι ναυτικῷ, τὰς δὲ βαρείας αὐτὸς ἦγε κατὰ μέσον καὶ τὸν ἄλλον στόλον ἐξ Ἱερᾶς ἐκάλει κατὰ σπουδήν· ἐσκεύαστο δʼ ἀμφοτέροις πάντα λαμπρῶς, καὶ πύργους ἐπὶ τῶν νεῶν εἶχον κατά τε πρῷραν καὶ κατὰ πρύμναν. ὡς δὲ αὐτοῖς αἵ τε παρακελεύσεις, οἵας εἰκὸς ἦν, ἐγεγένηντο καὶ τὰ σημεῖα κατὰ ναῦν ἦρτο, ἐξώρμων ἐπʼ ἀλλήλους, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐς περικύκλωσιν, σύν τε βοῇ καὶ ῥοθίῳ νεῶν καὶ καταπλήξει ποικίλῃ. ἦν δὲ καὶ τὰ σκάφη Πομπηίῳ μὲν βραχύτερα καὶ κοῦφα καὶ ὀξέα ἐς τὰς ἐφορμήσεις τε καὶ περίπλους, καίσαρι δὲ μείζω καὶ βαρύτερα καὶ παρʼ αὐτὸ καὶ βραδύτερα, βιαιότερα δὲ ὅμως ἐμπεσεῖν καὶ τρωθῆναι δυσπαθέστερα. τῶν τε ἀνδρῶν οἱ μὲν ναυτικώτεροι τῶν Καίσαρος ἦσαν, οἱ δὲ σθεναρώτεροι· καὶ κατὰ λόγον οἱ μὲν οὐκ ἐμβολαῖς, ἀλλὰ μόναις περιόδοις ἐπλεονέκτουν, καὶ ταρσοὺς τῶν μειζόνων ἢ πηδάλια ἀνέκλων ἢ κώπας ἀνέκοπτον ἢ ἀπεχώριζον ὅλως τὰ σκάφη καὶ ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα· οἱ δὲ τοῦ Καίσαρος αὐτὰς ἐμβολαῖς ὡς βραχυτέρας ἀνέκοπτον ἢ κατέσειον ἢ διερρήγνυον καί, ὅτε συμπλακεῖεν, ἔβαλλόν τε ὡς ταπεινοτέρας ἀφʼ ὑψηλοῦ καὶ κόρακας ἢ χεῖρας σιδηρᾶς εὐκολώτερον ἐπερρίπτουν. οἱ δὲ ὅτε βιασθεῖεν, ἐξήλλοντο ἐς τὸ πέλαγος. καὶ τούσδε μὲν τὰ ὑπηρετικὰ τοῦ Πομπηίου περιπλέοντα ἀνελάμβανεν,

ὁ δὲ Ἀγρίππας ἵετο μάλιστα εὐθὺ τοῦ Παπίου καὶ αὐτῷ κατὰ τὴν ἐπωτίδα ἐμπεσὼν κατέσεισε τὴν ναῦν καὶ ἐς τὰ κοῖλα ἀνέρρηξεν· ἡ δὲ τούς τε ἐν τοῖς πύργοις ἀπεσείσατο καὶ τὴν θάλασσαν ἀθρόως ἐδέχετο, καὶ τῶν ἐρετῶν οἱ μὲν θαλαμίαι πάντες ἀπελήφθησαν, οἱ δʼ ἕτεροι τὸ κατάστρωμα ἀναρρήξαντες ἐξενήχοντο. Παπίας δὲ ἐς τὴν παρορμοῦσαν ἀναληφθεὶς αὖθις ἐπῄει τοῖς πολεμίοις. καὶ ὁ Πομπήιος ἐξ ὄρους ἐφορῶν τὰς μὲν ἰδίας μικρὰ ἐπωφελούσας καὶ ψιλουμένας τῶν ἐπιβατῶν, ὅτε συμπλακεῖεν, Ἀγρίππᾳ δὲ τὸν ἕτερον στόλον ἐξ Ἱερᾶς προσπλέοντα, ἀναχωρεῖν ἐσήμηνε σὺν κόσμῳ. καὶ ἀνεχώρουν ἐπιόντες τε καὶ ἀναστρέφοντες ἀεὶ κατʼ ὀλίγον. Ἀγρίππα δʼ ἐπιβαρήσαντος αὐτοῖς ἔφευγον, οὐκ ἐς τοὺς αἰγιαλούς, ἀλλʼ ὅσα τῆς θαλάσσης οἱ ποταμοὶ τεναγώδη πεποιήκεσαν.

καὶ Ἀγριππας, κωλυόντων αὐτὸν τῶν κυβερνητῶν μεγάλαις ναυσὶν ἐς ὀλίγον ὕδωρ ἐπιπλεῖν, πελάγιος ἐπʼ ἀγκυρῶν ἐσάλευεν ὡς ἐφορμιούμενος τοῖς πολεμίοις καὶ νυκτομαχήσων, εἰ δέοι. τῶν φίλων δʼ αὐτῷ παραινούντων μὴ ἀλόγῳ θυμῷ συμφέρεσθαι μηδὲ τὸν στρατὸν ἐκτρύχειν ἀγρυπνίᾳ καὶ πόνῳ μηδὲ πιστεύειν πολυχείμωνι θαλάσσῃ, μόλις ἑσπέρας ἀνεζεύγνυε. καὶ οἱ Πομπηιανοὶ ἐς τοὺς λιμένας παρέπλεον, τριάκοντα μὲν τῶν σφετέρων νεῶν ἀποβαλόντες, πέντε δὲ καταδύσαντες τῶν πολεμίων καὶ βλάψαντες ἄλλα ἱκανὰ καὶ βλαβέντες ὅμοια. καὶ αὐτοὺς ὁ Πομπήιος ἐπαινῶν, ὅτι τηλικαύταις ναυσὶν ἀντέσχον, τειχομαχῆσαι μᾶλλον ἔφασκεν ἢ ναυμαχῆσαι καὶ ὡς νενικηκότας ἐδωρεῖτο, καὶ ἐπήλπιζεν ἐν τῷ πορθμῷ διὰ τὸν ῥοῦν κουφοτέρους ὄντας περιέσεσθαι καὶ αὐτὸς ἔφη τι προσθήσειν ἐς τὸ τῶν νεῶν ὕψος.