Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ μὲν δὴ καὶ τῆς λύπης ἀνίη καὶ λαμπροτέραν τῆς προτέρας παρασκευῆς συνεπήγνυτο· ἀρχομένου δʼ ἦρος ὁ μὲν Ἀντώνιος ἐξ Ἀθηνῶν ἐς Τάραντα διέπλει ναυσὶ τριακοσίαις, τῷ Καίσαρι συμμαχήσων, ὡς ὑπέσχητο, ὁ δʼ ἐνήλλακτο τὴν γνώμην καὶ ἐς τὰς ἔτι γινομένας αὑτῷ ναῦς ἀνεβάλλετο. καλούμενος δὲ αὖθις ὡς ἐπὶ ἕτοιμα καὶ ἀρκοῦντα τὰ Ἀντωνίου, ἑτέρας ἀσχολίας προύφερε καὶ δῆλος ἦν ἢ αὖθις ἐπιμεμφόμενός τι τῷ Ἀντωνίῳ ἢ τῆς συμμαχίας διὰ τὴν εὐπορίαν τὴν οἰκείαν ὑπερορῶν. χαλεπαίνων δʼ ὁ Ἀντώνιος ἐπέμενεν ὅμως καὶ αὖθις αὐτὸν ἐκάλει· τῇ τε γὰρ χορηγίᾳ τοῦ ναυτικοῦ κάμνων καὶ στρατοῦ χρῄζων ἐπὶ Παρθυαίους Ἰταλοῦ, Καίσαρι τὰς ναῦς ἐπενόει διαλλάξαι, εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δʼ ἐσόμενον αὐτῷ Καίσαρος τὴν Ἰταλίαν εἰληχότος. Ὀκταουία οὖν ἐχώρει πρὸς Καίσαρα διαιτήσουσα αὐτοῖς. καὶ ὁ μὲν ἐγκαταλελεῖφθαι τοῖς κινδύνοις ἔλεγε τοῖς ἐν πορθμῷ καταλαβοῦσιν, ἡ δὲ ἐκλελύσθαι τοῦτο διὰ Μαικήνα. ὁ δὲ τὸν Ἀντώνιον ἔφη καὶ Καλλίαν ἀπελεύθερον ἐς Λέπιδον ἐκπέμψαι, συντιθέμενον τῷ Λεπίδῳ κατὰ Καίσαρος, ἡ δὲ συνειδέναι Καλλίαν περὶ γάμων ἀπεσταλμένον· βουληθῆναι γὰρ Ἀντώνιον πρὸ τῶν Παρθυικῶν ἐκδεδόσθαι τὴν θυγατέρα τῷ παιδὶ Λεπίδου, καθάπερ ὡμολόγητο. καὶ τάδε μὲν ἡ Ὀκταουία, Ἀντώνιος δὲ καὶ τὸν Καλλίαν ἔπεμπεν, ἐς βάσανον τῷ Καίσαρι διδούς· ὁ δὲ οὐκ ἐδέξατο μέν, ἀφίξεσθαι δὲ ἔφη καὶ συμμίξειν Ἀντωνίῳ μεταξὺ Μεταποντίου καὶ Τάραντος, μέσον ἔχων ποταμὸν τὸν ἐπώνυμον.

κατὰ δαίμονα δʼ ἀμφοτέρων προσιόντων τῷ ῥεύματι, Ἀντώνιος ἐκ τῆς ἀπήνης καταθορὼν ἔς τι τῶν παρορμούντων σκαφῶν ἐσήλατο μόνος καὶ ἐπέρα πρὸς τὸν Καίσαρα, πιστεύον ὡς φίλῳ. καὶ ὁ Καῖσαρ ἰδὼν ἀντεμιμεῖτο, καὶ ξυμβάλλουσιν ἀλλήλοις κατὰ τὸ ῥεῦμα καὶ διήριζον, ἑκάτερος ἐκβῆναι βουλόμενος ἐς τὴν ὄχθην τοῦ ἑτέρου. ἐνίκα δὲ ὁ Καῖσαρ, ὡς καὶ πρὸς τὴν Ὀκταουίαν ἥξων ἐς Τάραντα, ἐπί τε τῆς ἀπήνης Ἀντωνίου συνήδρευεν αὐτῷ καὶ ἐν Τάραντι ἐς τὴν καταγωγὴν αὐτοῦ παρῆλθέ τε ἀφύλακτος καὶ τὴν νύκτα ὁμοίως ἀνεπαύετο χωρὶς δορυφόρων παρʼ αὐτῷ. τὰ δʼ ὅμοια καὶ παρʼ Ἀντωνίου τῆς ἐπιούσης ἐπεδείκνυτο. οὕτως αὐτοῖς ἦν συνεχὴς ἡ μεταβολή, πρός τε τὰς ὑπονοίας διὰ φιλαρχίαν καὶ ἐς τὰς πίστεις ὑπὸ χρείας.

τὸν μὲν οὖν ἐπίπλουν τὸν ἐπὶ Πομπήιον ὁ Καῖσαρ ἐς νέωτα ἀνεβάλλετο· ὁ δʼ Ἀντώνιος ἐπιμένειν διὰ Παρθυαίους οὐ δυνάμενος, ἀντέδοσαν ὅμως ἀλλήλοις, Καίσαρι μὲν ὁ Ἀντώνιος ναῦς ἑκατὸν εἴκοσιν, ἃς αὐτίκα πέμψας εἰς Τάραντα παρέδωκεν, Ἀντωνίῳ δὲ ὁ Καῖσαρ δισμυρίους Ἰταλοὺς ὁπλίτας, οὓς ἐπιπέμψειν ὑπισχνεῖτο· ἐδωρήσατο δὲ καὶ Ὀκταουία τὸν ἀδελφόν, αἰτήσασα παρʼ Ἀντωνίου, δέκα φασήλοις τριηριτικοῖς, ἐπιμίκτοις ἔκ τε φορτίδων νεῶν καὶ μακρῶν, καὶ τὴν Ὀκταουίαν ὁ Καῖσαρ χιλίοις λογάσι σωματοφύλαξιν, οὓς ἐπιλέξαιτο Ἀντώνιος. ἐπεὶ δὲ ὁ χρόνος αὐτοῖς ἔληγε τῆς ἀρχῆς, ἣ τοῖς τρισὶν ἐψήφιστο ἀνδράσιν, ἑτέραν ἑαυτοῖς ὥριζον πενταετίαν, οὐδὲν ἔτι τοῦ δήμου δεηθέντες. οὕτω μὲν οὖν διεκρίθησαν ἀπʼ ἀλλήλων, καὶ ὁ Ἀντώνιος εὐθὺς ἐς τὴν Συρίαν ἠπείγετο, τὴν Ὀκταουίαν παρὰ τῷ ἀδελφῷ καταλιπὼν μετὰ θυγατρὸς ἤδη γενομένης αὐτοῖς.

Μηνόδωρος δέ, εἴτε τις ὢν φύσει παλιμπροδότης εἴτε δείσας τήν ποτε ἀπειλὴν Ἀντωνίου, ἀπάξειν αὐτὸν εἰπόντος ὡς ἀνδράποδον πολεμοποιόν, εἴτε ἐλασσόνων ἀξιοῦσθαι νομίζων παρʼ ἃ προσεδόκησεν, εἴτε τῶν ἄλλων αὐτὸν ἐξελευθέρων τοῦ Πομπηίου συνεχῶς ὀνειδιζόντων ἐς ἀπιστίαν δεσπότου καὶ παρακαλούντων ἐπανελθεῖν Μενεκράτους ἀποθανόντος, πίστιν αἰτήσας καὶ λαβὼν ηὐτομόλησε πρὸς Πομπήιον σὺν ἑπτὰ ναυσί, Καλουίσιον τὸν ναύαρχον τοῦ Καίσαρος διαλαθών. ἐφʼ ᾧ τὸν Καλουίσιον ὁ Καῖσαρ ἀπέλυσε τῆς ναυαρχίας καὶ ἀντικατέστησεν Ἀγρίππαν.

ἐπεὶ δʼ ἕτοιμος ἦν ὁ στόλος, ἐκάθαιρεν αὐτὸν ὁ Καῖσαρ ὧδε. οἱ μὲν βωμοὶ ψαύουσι τῆς θαλάσσης, καὶ ἡ πληθὺς αὐτοὺς περιέστηκε κατὰ ναῦν μετὰ σιωπῆς βαθυτάτης· οἱ δὲ ἱερουργοὶ θύουσι μὲν ἑστῶτες ἐπὶ τῇ θαλάσσῃ καὶ τρὶς ἐπὶ σκαφῶν περιφέρουσιν ἀνὰ τὸν στόλον τὰ καθάρσια, συμπεριπλεόντων αὐτοῖς τῶν στρατηγῶν καὶ ἐπαρωμένων ἐς τάδε τὰ καθάρσια, ἀντὶ τοῦ στόλου, τὰ ἀπαίσια τραπῆναι. νείμαντες δὲ αὐτά, μέρος ἐς τὴν θάλασσαν ἀπορρίπτουσι καὶ μέρος ἐς τοὺς βωμοὺς ἐπιθέντες ἅπτουσι, καὶ ὁ λεὼς ἐπευφημεῖ. οὕτω μὲν Ῥωμαῖοι τὰ ναυτικὰ καθαίρουσιν.

ἔμελλε δʼ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, ὁ δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δʼ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δʼ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.

οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δʼ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, ὁ δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι. πρόπλοι δʼ αὐτῷ τινες τοὺς μυχοὺς τῆς θαλάσσης διηρεύνων, καὶ Ἄππιος μετὰ πλήθους νεῶν ὀπισθοφυλακῶν εἵπετο. τρίτῃ δὲ τῆς ἀναγωγῆς ἡμέρᾳ νότος ἐμπεσὼν Λεπίδου μὲν ὁλκάδας ἀνέτρεψε πολλάς, ὡρμίσθη δὲ ὅμως ἐς Σικελίαν καί, Πλένιον ἐν Λιλυβαίῳ πολιορκῶν, τινὰς τῶν πόλεων ὑπήγετο καὶ ἑτέρας ἐβιάζετο· ταῦρος δὲ ἀρχομένου τοῦ πνεύματος ἐς Τάραντα ἐπαλινδρόμει. Ἀππίου δʼ ἄρτι τὸ Ἀθηναῖον ἄκρον περιπλέοντος αἱ μὲν συνετρίβοντο τῶν νεῶν ἀμφὶ ταῖς πέτραις, αἱ δʼ ἐς τέλματα ἐξώκελλον ὑπὸ ῥύμης, αἱ δὲ καὶ διερρίφησαν οὐκ ἀσινεῖς. ὁ δὲ Καῖσαρ ἀρχομένου μὲν τοῦ χειμῶνος ἐς τὸν Ἐλεάτην κόλπον ἐρυμνὸν ὄντα συμπεφεύγει, χωρὶς ἑξήρους μιᾶς, ἣ περὶ τῇ ἄκρᾳ διελύθη· λιβὸς δὲ τὸν νότον μεταλαβόντος ὁ κόλπος ἐκυκᾶτο, ἐς τὴν ἑσπέραν ἀνεῳγμένος, καὶ οὔτε ἐκπλεῦσαι δυνατὸν ἦν ἔτι πρὸς ἐναντίον τοῦ κόλπου τὸ πνεῦμα, οὔτε κῶπαι κατεῖχον οὔτε ἄγκυραι, ἀλλʼ ἐς ἀλλήλας ἢ ἐς τὰς πέτρας ἐνηράσσοντο αἱ νῆες. καὶ νυκτὸς ἦν ἔτι τὸ δεινὸν ἀτοπώτερον.

ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε. διεφθάρατο δʼ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος· ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι, Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου· οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου· τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν. καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους.

ὁ δὲ Πομπήιος οὐδʼ ἐπὶ τοιᾷδε εὐκαιρίᾳ τοσοῖσδε ναυαγίοις ἐπιχειρεῖν ἠξίου, ἀλλʼ ἔθυε μόνον θαλάσσῃ καὶ Ποσειδῶνι καὶ υἱὸς αὐτῶν ὑφίστατο καλεῖσθαι, πειθόμενος οὐκ ἄνευ θεοῦ δὶς οὕτω θέρους πταῖσαι τοὺς πολεμίους. φασὶ δʼ αὐτόν, ὑπὸ τῶνδε χαυνούμενον, καὶ τὴν συνήθη τοῖς αὐτοκράτορσι χλαμύδα ἐκ φοινικῆς ἐς κυανῆν μεταλλάξαι, εἰσποιούμενον ἄρα ἑαυτὸν τῷ Ποσειδῶνι. ἐλπίσας δʼ ἀναζεύξειν τὸν Καίσαρα, ὡς ἐπύθετο ναυπηγούμενόν τε καὶ ἐπιπλευσούμενον αὖθις αὐτοῦ θέρους, ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν, Μηνόδωρον δὲ μετὰ νεῶν ἑπτὰ ὧν ἤγαγεν ἔπεμπε κατασκεψόμενον τὰ νεώλκια τοῦ Καίσαρος καὶ δράσοντα, ὅ τι καὶ δύναιτο. ὁ δὲ καὶ τέως ἀχθόμενος οὐκ ἀποδοθείσης αὐτῷ τῆς ναυαρχίας καὶ τότε αἰσθόμενος, ὅτι σὺν ὑποψίᾳ μόνων ἠξίωτο ὧν ἤγαγε νεῶν, ἐπεβούλευεν αὖθις αὐτομολίαν.

ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας ἢ παραπλεούσας κατέδυεν ἢ ἀνεδεῖτο ἢ ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα· καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ ὁ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.

ὡς δὲ ἱκανῶς ἐπεδέδεικτο, οἷος ἐχθρός τε καὶ φίλος εἴη, Ῥέβιλον μὲν ἑλών, ἄνδρα ἀπὸ βουλῆς, μεθῆκε, μνώμενος ἤδη τὸ μέλλον. Μινδίῳ δὲ Μαρκέλλῳ, τῶν ἑταίρων τινὶ τῶν Καίσαρος, φίλος ἐν τῇ προτέρᾳ γεγονὼς αὐτομολίᾳ, τοῖς μὲν ἀμφʼ αὑτὸν ἔφη τὸν Μίνδιον βουλεύειν αὐτομολίαν καὶ προδοσίαν, τοῖς δὲ πολεμίοις προσπελάσας ἠξίου Μίνδιον αὑτῷ συνελθεῖν ἔς τινα νησῖδα ἐπὶ λόγοις συνοίσουσι. καὶ συνελθόντι ἔλεγεν, οὐδενὸς ἀκούοντος ἑτέρου, φυγεῖν μὲν ἐς Πομπήιον ὑβριζόμενος ὑπὸ τοῦ τότε ναυάρχου Καλουισίου, τὴν δὲ ναυαρχίαν Ἀγρίππου μεταλαβόντος ἐπανελεύσεσθαι πρὸς Καίσαρα οὐδὲν ἀδικοῦντα, εἰ πίστιν αὑτῷ κομίσειεν ὁ Μίνδιος παρὰ Μεσσάλα τοῦ τὴν ἀποδημίαν Ἀγρίππᾳ διοικοῦντος. ἔφη δʼ ἐπανελθὼν μὲν ἰάσεσθαι λαμπροῖς τὸ ἁμάρτημα ἔργοις, μέχρι δὲ τῶν πίστεων λυμανεῖσθαί τινα τῶν Καίσαρος ὁμοίως ἐς τὸ ἀνύποπτον. καὶ ὁ μὲν αὖθις ἐλυμαίνετο, Μεσσάλας δʼ ἐνεδοίασε μὲν ὡς ἐπὶ αἰσχρῷ, ἐνέδωκε δʼ ὅμως, εἴτε πολέμου ταῦτʼ εἶναι νομίζων ἀνάγκας εἴτε καὶ τῆς Καίσαρος γνώμης τι προμαθὼν ἢ τεκμηράμενος. καὶ Μηνόδωρος μὲν αὖθις ηὐτομόλει καὶ τὸν Καίσαρα ἐλθόντα προσπίπτων ἠξίου συγγνῶναν μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς· ὁ δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνως κε διὰ τὰς σπονδὰς καὶ ἀφανῶς ἐφυλάσσετο, τοῦς δὲ τριηράρχους αὐτοῦ μεθίει χωροῦντας ὅποι θέλοιεν.