Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοῦτο μὲν δὴ τέλος ἦν τῷ περὶ Λιβύην Σεξστίου καὶ Κορνιφικίου πολέμῳ, βραχεῖ διὰ ταχυεργίαν δόξαντι εἶναι· τὰ δʼ ἀμφὶ Κάσσιόν τε καὶ Βροῦτον, μικρὰ καὶ τῶν εἰρημένων ἀναλαβόντι ἐς ὑπόμνημα, ἦν τοιάδε. ἐπειδὴ Γάιος Καῖσαρ ἀνῄρητο, οἱ μὲν σφαγεῖς αὐτοῦ τὸ Καπιτώλιον κατέλαβον καὶ ψηφισθείσης αὐτοῖς ἀμνηστίας κατέβησαν. ὁ δὲ δῆμος ἐπὶ τῇ ἐκκομιδῇ τοῦ σώματος ἐν οἴκτῳ Καίσαρος γενόμενος ἐζήτει τοὺς φονέας περιθέων. οἱ δὲ τότε μὲν ἠμύνοντο αὐτοὺς ἀπὸ τῶν τεγῶν, εὐθὺς δὲ ἐξῄεσαν αὐτῶν, ὅσοι στρατηγεῖν ἐθνῶν ὑπὸ Καίσαρος αὐτοῦ κεχειροτόνηντο. Κάσσιος δὲ καὶ Βροῦτος ἐστρατήγουν μὲν ἔτι τῆς πόλεως, ᾕρηντο δὲ ἐπὶ τῇ στρατηγίᾳ καὶ οἵδε ὑπὸ Γαΐου Καίσαρος ἡγεῖσθαι Συρίας μὲν ὁ Κάσσιος, Μακεδονίας δὲ ὁ Βροῦτος. οὔτε δὲ ἄρχειν πω τῶν ἐθνῶν πρὸ τοῦ χρόνου δυνάμενοι οὔτε τὸν ἐν ἄστει φόβον ὑπομένοντες ἐξῄεσαν ἔτι στρατηγοῦντες· καὶ αὐτοῖς ἐς εὐπρέπειαν ἡ βουλὴ σίτου φροντίσαι προσέταξεν, ἵνα μὴ τὸ ἐν μέσῳ διάστημα φεύγειν νομίζοιντο. οἰχομένων δὲ αὐτῶν Συρία μὲν καὶ Μακεδονία εἰς τοὺς ὑπάτους Ἀντώνιόν τε καὶ Δολοβέλλαν μετεψηφίζετο, τῆς βουλῆς πάνυ δυσχεραινούσης, ἀντεδόθη δὲ ὅμως τοῖς ἀμφὶ τὸν Κάσσιον Κυρήνη τε καὶ Κρήτη· ὧν ὑπεριδόντες ὡς βραχυτέρων ἐκεῖνοι στρατὸν καὶ χρήματα ἤγειρον ὡς ἐς Συρίαν καὶ Μακεδονίαν ἐσβαλοῦντες.

καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, Τρεβώνιον δὲ ἐν Ἀσίᾳ κτείναντος Δολοβέλλα καὶ Δέκμον Ἀντωνίου πολιορκοῦντος ἐν Κελτοῖς, χαλεπαίνουσα ἡ βουλὴ Δολοβέλλαν μὲν καὶ Ἀντώνιον ἐψηφίσαντο εἶναι πολεμίους, Βροῦτον δὲ καὶ Κάσσιον ἐς τὰς προτέρας ἡγεμονίας ἐπανήγαγον καὶ Βρούτῳ τὴν Ἰλλυρίδα προσέθεσαν τοῖς τε ἄλλοις πᾶσιν ἐκέλευσαν, ὅσοι Ῥωμαίοις ἡγεμονεύουσιν ἐθνῶν ἢ στρατοπέδων ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, ὑπακούειν, ἐς ὅ τι κελεύοι Κάσσιος ἢ Βροῦτος. ἐπὶ δὲ τούτοις Κάσσιος φθάνει Δολοβέλλαν ἐς τὴν Συρίαν ἐμβαλὼν καὶ σημεῖα τῆς ἡγεμονίας ἀνέσχε καὶ δυώδεκα τέλη στρατοῦ Γαΐῳ Καίσαρι ἐκ πολλοῦ στρατευόμενα καὶ γεγυμνασμένα προσέλαβεν ἀθρόως· οὗ τὸ μὲν ἓν αὐτῶν ὁ Καῖσαρ ἐν Συρίᾳ καταλελοίπει, τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος, τὴν δὲ ἐπιμέλειαν αὐτοῦ ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος, τὸ δὲ ἀξίωμα εἶχε νεανίας αὐτοῦ Καίσαρος συγγενής, Σέξστος Ἰούλιος. ἐκδιαιτώμενος δὲ ὁ Ἰούλιος τὸ τέλος ἐς τρυφὴν ἐπήγετο ἀσχημόνως καὶ ἐπιμεμφομένῳ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν ὕστερον, ἐπειδὴ βραδέως ὑπήκουεν, ἄγειν αὐτὸν ἐκέλευεν ἕλκοντας. θορύβου δὲ ἀσχήμονος καὶ πληγῶν ἐς τὸν Βάσσον γενομένων οὐκ ἐνεγκοῦσα τὴν ὄψιν ἡ στρατιὰ τὸν Ἰούλιον συνηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν ἀλλήλοις, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, διαγωνιεῖσθαι μέχρι θανάτου, τὸν Βάσσον ἐς ταῦτα συνηνάγκασαν. τέλος δὲ στρατεύσαντες ἕτερον, συνεγύμναζον ἄμφω καὶ Στάιον Μοῦρκον, ὑπὸ Καίσαρος αὐτοῖς σὺν τρισὶ τέλεσιν ἐπιπεμφθέντα, γενναίως ἀπεμάχοντο. Μούρκῳ δʼ ἧκεν ἐπίκουρος Μάρκιος Κρίσπος ἐκ Βιθυνίας μετὰ τριῶν τελῶν ἄλλων, καὶ τὸν Βάσσον ἐπολιόρκουν ὁμοῦ πάντες ἓξ τέλεσιν ἤδη.

Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπʼ ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων· καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι.

Δολοβέλλας δὲ διέτριψε μὲν περὶ τὴν Ἰωνίαν, κτείνων Τρεβώνιον καὶ ταῖς πόλεσιν ἐπιβάλλων ἐσφορὰς καὶ ναυτικὸν ἀγείρων ἐπὶ μισθῷ διὰ Λευκίου Φίγλου παρά τε Ῥοδίων καὶ Λυκίων καὶ Παμφύλων καὶ ἐκ Κιλικίας· ὡς δέ οἱ τάδε ἕτοιμα ἦν· ἐπῄει τῇ Συρίᾳ, κατὰ μὲν τὴν γῆν αὐτὸς μετὰ δύο τελῶν, διὰ δὲ τῆς θαλάσσης ὁ Φίγλος. πυθόμενος δὲ τῆς Κασσίου στρατιᾶς ἐς Λαοδίκειαν οἰκείως ἔχουσάν οἱ παρῆλθεν, ἐπί τε χερρονήσου συνῳκισμένην καὶ τὰ ἐκ τῆς γῆς ὠχυρωμένην καὶ ἐς τὸ πέλαγος ἔχουσαν ὅρμον, ὅθεν ἔμελλεν εὐπορήσειν τε ἀγορᾶς ἀπὸ θαλάσσης καὶ ἀδεῶς, ὅτε βούλοιτο, ἀποπλευσεῖσθαι. ὧν αἰσθανόμενος ὁ Κάσσιος καὶ δεδιώς, μὴ αὑτὸν ὁ Δολοβέλλας διαφύγοι, τόν τε ἴσθμὸν ἔχου διστάδιον ὄντα, λίθους καὶ πᾶσαν ὕλην ἐξ ἐπαύλεων καὶ προαστείων καὶ τάφων συμφέρων, καὶ ἐπὶ ναῦς περιέπεμπεν ἔς τε Φοινίκην καὶ Λυκίαν καὶ Ῥόδον.

Ὑπερορώμενος δὲ ὑπὸ τῶν ἄλλων πλὴν Σιδωνίων ἐπανήχθη τῷ Δολοβέλλᾳ, καὶ κατέδυσαν μὲν ἑκατέρου νῆες ἱκαναί, πέντε δὲ αὐτοῖς ἀνδράσιν εἷλεν Δολοβέλλας. καὶ ὁ Κάσσιος αὖθις ἔπεμπεν ἐς τοὺς ὑπεριδόντας αὐτοῦ καὶ ἐς Κλεοπάτραν, τὴν Αἰγύπτου βασιλίδα, καὶ ἐς Σεραπίωνα, τὸν ἐν Κύπρῳ τῇ Κλεοπάτρᾳ στρατηγοῦντα. Τύριοι μὲν δὴ καὶ Ἀράδιοι καὶ Σεραπίων, οὐδὲν τῆς Κλεοπάτρας προμαθών, ἔπεμψαν αὐτῷ ναῦς, ὅσας εἶχον· ἡ βασιλὶς δὲ Κασσίῳ μὲν προύφερε λιμὸν ὁμοῦ καὶ λοιμὸν ἐνοχλοῦντα τότε Αἰγύπτῳ, διὰ δὲ οἰκειότητα τοῦ προτέρου Καίσαρος συνέπρασσε τῷ Δολοβέλλᾳ. καὶ ἀπὸ τῆσδε τῆς γνώμης αὐτῷ καὶ τὰ τέσσαρα τέλη προπεπόμφει διʼ Ἀλλιηνοῦ καὶ στόλον ἄλλον ἕτοιμον εἶχεν ἐπαμύνειν, ἄνεμοι δὲ ἐπεῖχον. Ῥόδιοι δὲ καὶ Λύκιοι οὔτε Κασσίῳ οὔτε Βρούτῳ συμμαχήσειν ἔφασκον ἐς ἐμφύλια, ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι ναῦς προπομπούς, καὶ οὐκ εἰδέναι συμμαχούσας.

ἑτοιμασάμενος οὖν ὁ Κάσσιος αὖθις ἐκ τῶν παρόντων ἐπανήγετο δὶς τῷ Δολοβέλλᾳ· καὶ τὸ μὲν πρῶτον ἀγχώμαλοι διεκρίθησαν ἀπʼ ἀλλήλων, τῇ δὲ ἑξῆς ναυμαχίᾳ ἡσσᾶτο ὁ Δολοβέλλας, καὶ ὁ Κάσσιος αἰρομένου τοῦ χώματος ἔκοπτεν αὐτοῦ τὸ τεῖχος ἤδη καὶ ἐσάλευεν. τόν τε νυκτοφύλακα αὐτοῦ Μάρσον οὐ δυνηθεὶς διαφθεῖραι διέφθειρε τοὺς ἡμεροφυλακοῦντας αὐτῷ λοχαγοὺς καὶ ἀναπαυομένου τοῦ Μάρσου μεθʼ ἡμέραν ἐσῆλθεν, ὑπανοιχθεισῶν αὐτῷ πυλίδων κατὰ μέρη πολλῶν. ἁλούσης δὲ τῆς πόλεως ὁ μὲν Δολοβέλλας προύτεινε τὴν κεφαλὴν τῷ σωματοφύλακι αὑτοῦ καὶ τεμόντα προσέταξε φέρειν Κασσίῳ σῶστρον ἴδιον· ὁ δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. ὁ δὲ Κάσσιος τὴν μὲν τοῦ Δολοβέλλα στρατιὰν ἐς ἑαυτὸν μεθώρκου, Λαοδικέων δὲ τά τε ἱερὰ καὶ τὰ κοινὰ ἐσύλα καὶ τοὺς ἐπιφανεῖς ἐκόλαζε καὶ τοὺς λοιποὺς ἐσφοραῖς βαρυτάταις ἐξέτρυχε, μέχρι τὴν πόλιν περιήνεγκεν ἐς ἔσχατον κακοῦ.

μετὰ δὲ Λαοδίκειαν ἐπʼ Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθʼ ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον.

Ταρσέων δʼ ἐς στάσιν διῃρημένων οἱ μὲν τὸν Κάσσιον ἐστεφανώκεσαν ἐλθόντα πρότερον, οἱ δὲ τὸν Δολοβέλλαν ἐπελθόντα· ἀμφότεροι δὲ τῷ τῆς πόλεως σχήματι ταῦτα ἔπρασσον. καὶ παραλλὰξ αὐτῶν προτιμώντων ἑκάτερον, ὡς εὐμεταβόλῳ πόλει χαλεπῶς ἐχρῶντο ἑκάτεροι· Κάσσιος δὲ νικήσας Δολοβέλλαν καὶ ἐσφορὰν ἐπέθηκεν αὐτοῖς χίλια καὶ πεντακόσια τάλαντα. οἱ δὲ ἀποροῦντές τε καὶ ὑπὸ στρατιωτῶν ἐπειγόντων ἀπαιτούμενοι σὺν ὕβρει, τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον. οὐδενὸς δὲ μέρους οὐδʼ ὣς ἀνυομένου, ἐπώλουν αἱ ἀρχαὶ τὰ ἐλεύθερα· καὶ πρῶτα μὲν ἦν παρθένοι τε καὶ παῖδες, ἐπὶ δὲ γυναῖκές τε καὶ γέροντες ἐλεεινοί, βραχυτάτου πάμπαν ὤνιοι, μετὰ δὲ οἱ νέοι. καὶ διεχρῶντο οἱ πλέονες ἑαυτούς, ἕως ὧδε ἔχοντας ὁ Κάσσιος ἐκ Συρίας ἐπανιὼν ᾤκτειρέ τε καὶ τοῦ λοιποῦ τῶν ἐσφορῶν ἀπέλυσε.