Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τὰ μὲν ἐς τέλος τῶν συμφορῶν τοῖς προγεγραμμένοις ἀπαντῶντα τοιάδε μάλιστα ἦν· ὅσα δὲ ἐκ παραλόγου τισὶν ἐγίγνετο ἔς τε τὴν σωτηρίαν αὐτίκα καὶ ἐς ἀξίωσιν ὕστερον, ἐμοί τε ἥδιον εἰπεῖν καὶ τοῖς ἀκούουσιν ὠφελιμώτερον ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι. αἱ μὲν οὖν φυγαὶ τοῖς δυναμένοις ἦσαν ἐς Κάσσιον ἢ Βροῦτον ἢ ἐς Λιβύην ἐπὶ Κορνιφίκιον, καὶ τόνδε τῆς δημοκρατίας μεταποιούμενον· ὁ δὲ πολὺς ἐς Σικελίαν ᾔει, γειτονεύουσαν τῆς Ἰταλίας, καὶ Πομπηίου σφᾶς προθύμως ὑποδεχομένου. λαμπροτάτην γὰρ δὴ σπουδὴν ἐς τοὺς ἀτυχοῦντας ὁ Πομπήιος ἐν καιρῷ τότε ἔδειξε, κήρυκάς τε περιπέμπων, οἳ πάντας ἐς αὐτὸν ἐκάλουν, καὶ τοῖς περισῴζουσιν αὐτοὺς ἐλευθέροις τε καὶ θεράπουσι προλέγων διπλάσια τῶν διδομένων τοῖς αἱροῦσι· λέμβοι τε αὐτοῦ καὶ στρογγύλα ὑπήντα τοῖς πλέουσι, καὶ τριήρεις τους αἰγιαλοὺς ἐπέπλεον, σημεῖά τε ἀνίσχουσαι τοῖς ἀλωμένοις, καὶ τὸν ἐντυγχάνοντα περισῳζουσαι. αὐτός τε τοῖς ἀφικνουμένοις ἀπήντα καὶ ἐσθῆτος αὐτίκα καὶ κατασκευῆς ἐμερίζετο· τοῖς δὲ ἀξίοις καὶ ἐς στρατηγίας ἢ ναυαρχίας ἐχρῆτο. σπονδῶν τέ οἱ πρὸς τοὺς τρεῖς γιγνομένων ὕστερον, οὐ συνέθετο, πρὶν καὶ τούσδε τοὺς εἰς αὐτὸν διαφυγόντας ἐς ταύτας περιλαβεῖν. ὁ μὲν δὴ χρησιμώτατος οὕτως ἀτυχούσῃ τῇ πατρίδι ἐγίγνετο, καὶ δόξαν ἐκ τοῦδε ἀγαθήν, ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης, προσελάμβανεν· ἕτεροι δὲ ἑτέρως φυγόντες ἢ κρυπτόμενοι μέχρι τῶν σπονδῶν, οἱ μὲν ἐν χωρίοις ἢ τάφοις, οἱ δὲ ἐν αὐτῷ ἄστει, σὺν ἐπινοίαις οἰκτραῖς διεγένοντο. φιλανδρίαι τε παράδοξοι γυναικῶν ὤφθησαν καὶ παίδων ἐς πατέρας εὔνοιαι καὶ θεραπόντων ὑπὲρ φύσιν ἐς δεσπότας. καὶ τῶνδε ὅσα παραδοξότατα, ἀναγράψω.

Παῦλος, ὁ ἀδελφὸς Λεπίδου, τῶν λοχαγῶν αὐτὸν ὡς ἀδελφὸν αὐτοκράτορος αἰδουμένων, ἐπὶ ἀδείας ἐξέπλευσεν ἐς Βροῦτον καὶ ἐς Μίλητον μετὰ Βροῦτον· ὅθεν οὐδὲ εἰρήνης ὕστερον γενομένης καλούμενος ἐπανελθεῖν ἠξίωσε. Λεύκιον δέ, τὸν Ἀντωνίου θεῖον, ἡ Ἀντωνίου μήτηρ ἀδελφὸν ὄντα εἶχεν οὐδʼ ἐπικρύπτουσα, αἰδουμένων ἐς πολὺ καὶ τήνδε τῶν λοχαγῶν ὡς μητέρα αὐτοκράτορος. βιαζομένων δʼ ὕστερον ἐξέθορεν ἐς τὴν ἀγορὰν καὶ προκαθημένῳ τῷ Ἀντωνίῳ μετὰ τῶν συνάρχων ἔφη· “ἐμαυτήν, ὦ αὐτοκράτορ, μηνύω σοι Λεύκιον ὑποδεδέχθαι τε καὶ ἔχειν ἔτι καὶ ἕξειν, ἕως ἂν ἡμᾶς ὁμοῦ κατακάνῃς· τὰ γὰρ ὅμοια καὶ τοῖς ὑποδεδεγμένοις ἐπικεκήρυκται.” ὁ δὲ αὐτὴν ἐπιμεμψάμενος ὡς ἀδελφὴν μὲν ἀγαθήν, μητέρα δὲ οὐκ εὐγνώμονα ʽοὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν. ὅτε σου τὸν υἱὸν εἶναι πολέμιον ἐψηφίζετὀ, παρεσκεύασεν ὅμως Πλάγκον ὑπατεύοντα κάθοδον τῷ Λευκίῳ ψηφίσασθαι.

Μεσσάλας δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς τὸ φρόνημα προύγραψαν οὕτως· “ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν, ὅτε Γάιος Καῖσαρ ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων ὁ Μεσσάλας.” ὁ δὲ τὴν μὲν συγγνώμην οὐκ ἐδέξατο, Βρούτου δὲ καὶ Κασσίου περὶ Θρᾴκην πεσόντων καὶ τοῦ στρατοῦ πολλοῦ τε ἔτι ὄντος καὶ ναῦς καὶ χρήματα καὶ ἐλπίδας ἔχοντος οὐκ ἀσθενεῖς, ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος, ἔπεισεν αὐτοὺς ἐνδόντας ἐπιβαρούσῃ τῇ τύχῃ μεταστρατεύσασθαι τοῖς ἀμφὶ τὸν Ἀντώνιον. οἰκειότερος δὲ ὢν Ἀντωνίῳ συνῆν, μέχρι κρατούσης Ἀντωνίου Κλεοπάτρας ἐπιμεμψάμενος ἐς Καίσαρα μετῆλθεν. ὁ δὲ αὐτὸν ὕπατόν τε ἀπέφηνεν ἀντὶ αὐτοῦ Ἀντωνίου, ἀποχειροτονηθέντος, ὅτε αὖθις ἐψηφίζετο εἶναι πολέμιος, καὶ περὶ Ἄκτιον ναυαρχήσαντα κατὰ τοῦ Ἀντωνίου στρατηγὸν ἔπεμψεν ἐπὶ Κελτοὺς ἀφισταμένους καὶ νικήσαντι ἔδωκε θριαμβεῦσαι.

Βύβλος δὲ ἐσπείσατο ἅμα τῷ Μεσσάλᾳ καὶ ἐναυάρχησεν Ἀντωνίῳ διαλλαγάς τε πολλάκις Ἀντωνίῳ καὶ Καίσαρι ἐς ἀλλήλους ἐπόρθμευσε καὶ στρατηγὸς ἀπεδείχθη Συρίας ὑπὸ Ἀντωνίου καὶ στρατηγῶν ἔτι αὐτῆς ἀπέθανεν.

Ἀκίλιος δὲ ἔφευγε μὲν τῆς πόλεως λαθών, οἰκέτου δʼ αὐτὸν ἐμφήναντος ὁπλίταις, τοὺς ὁπλίτας ἔπεισεν ἐλπίδι χρημάτων πλεόνων πέμψαι τινὰς ἀπὸ σφῶν πρὸς τὴν γυναῖκα μετὰ συμβόλων ὧν αὐτὸς ἐδίδου. ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν. οὐ μὴν ἐψεύσθη τῆς φιλανδρίας· οἱ γὰρ ὁπλῖται καὶ ναῦν ἐμίσθωσαν τῷ Ἀκιλίῳ καὶ προύπεμψαν ἐς Σικελίαν. Λέντλος δέ, ἀξιούσης αὐτῷ συμφεύγειν τῆς γυναικὸς καὶ ἐς τοῦτο αὐτὸν ἐπιτηρούσης, οὐκ ἐθέλων αὐτὴν συγκινδυνεύειν ἑαυτῷ, λαθὼν ἔφυγεν ἐς Σικελίαν, στρατηγὸς δὲ ἀποδειχθεὶς ὑπὸ Πομπηίου ἐσήμηνεν, ὅτι σῴζοιτο καὶ στρατηγοίη. ἡ δʼ, ὅποι γῆς ἐστιν ὁ ἀνήρ, ἐπιγνοῦσα τὴν μητέρα φυλάσσουσαν ἐξέφυγε καὶ ἥδε σὺν θεράπουσι δύο· μεθʼ ὧν ὥδευεν ἐπιμόχθως καὶ εὐτελῶς οἷα θεράπαινα, μέχρι διέπλευσεν ἐς Μεσσήνην ἀπὸ Ῥηγίου περὶ ἑσπέραν. καὶ οὐ δυσχερῶς τὴν στρατηγίδα σκηνὴν μαθοῦσα, εὗρε τὸν Λέντλον οὐχ οἷα στρατηγόν, ἀλλʼ ἐν χαμευνίῳ καὶ κόμῃ καὶ διαίτῃ πονηρᾷ πόθῳ τῆς γυναικός.

Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι· καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν· αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετʼ ὀργῆς ἀμειβόμενος ἐγνώρισεν ʽἐστράτευτο γὰρ ὑπʼ αὐτῷ ποτε ἐν Συρίᾀ καὶ “ἄπιθι χαίρων,” εἶπεν, “αὐτοκράτορ· τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε.” Κοπώνιον δὲ τὸ γύναιον ᾔτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη.

Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· “τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.”