Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. καὶ τὴν κεφαλὴν ὁ μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, ἡ δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι· καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, ὁ δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν καὶ ἐνύβριζεν ἐπαχθῶς. οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως ὁ δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας, ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου.

περὶ μὲν δὴ τοὺς ἄνδρας τοιάδε ἐγίγνετο, ἥψατο δὲ καὶ ὀρφανῶν διὰ πλοῦτον ἡ τότε τύχη. καὶ ὁ μὲν ἐς διδασκάλου φοιτῶν αὐτῷ παιδαγωγῷ συνανῃρέθη, τὸν παῖδα περισχομένῳ τε καὶ οὐ μεθιέντι· Ἀτίλιος δὲ ἄρτι τὴν τῶν τελείων περιθέμενος στολὴν ᾔει μέν, ὡς ἔθος ἐστί, σὺν πομπῇ φίλων ἐπὶ θυσίας ἐς τὰ ἱερά, ἄφνω δὲ ἐγγραφέντος αὐτοῦ τοῖς πίναξιν οἱ φίλοι καὶ οἱ θεράποντες διεδίδρασκον. ὁ δὲ μόνος καὶ ἔρημος ἐκ δαψιλοῦς παραπομπῆς ἐς τὴν μητέρα ἐχώρει· οὐ δεξαμένης δὲ αὐτὸν οὐδὲ ἐκείνης ὑπὸ δέους, οὐκ ἀξιώσας ἔτι ἐς πεῖραν ἐλθεῖν ἑτέρου μετὰ μητέρα, ἐς ὄρος ἔφυγεν· ὅθεν ὑπὸ λιμοῦ ἐς τὰ πεδινὰ κατελθὼν ἐλήφθη πρὸς ἀνδρὸς λῃστεύειν τοὺς παροδεύοντας καὶ ἐπὶ ἔργῳ καταδεῖν εἰθισμένου. οἷα δὲ παῖς ἐκ τρυφῆς τὸν πόνον οὐκ ἐνεγκὼν ἐς τὴν ἁμαξιτὸν αὐταῖς χοινικίσι διέδρα καὶ παροδεύουσι λοχαγοῖς ἑαυτὸν ἐμήνυσέ τε καὶ ἀνῃρέθη.

γιγνομένων δὲ τούτων Λέπιδος ἐπὶ Ἴβηρσιν ἐθριάμβευε, καὶ προυτέθη διάγραμμα οὕτως ἔχον· “ἀγαθῇ τύχῃ προειρήσθω πᾶσι καὶ πάσαις θύειν καὶ εὐωχεῖσθαι τὴν ἡμέραν τὴν παροῦσαν· ὃς δʼ ἂν μὴ φαίνηται ταῦτα ποιῶν, ἐν τοῖς προγεγραμμένοις ἔσται.” ὁ μὲν δὴ τὸν θρίαμβον ἐς τὰ ἱερὰ ἀνῆγε, παραπεμπόντων αὐτὸν ἁπάντων μετὰ σχήματος ἱλαροῦ καὶ γνώμης δυσμενοῦς· τῶν δὲ προγεγραμμένων τὰ μὲν ἐν ταῖς οἰκίαις διεφορεῖτο, καὶ οὐ πολὺς ἦν ὁ τὰ χωρία ὠνούμενος, οἱ μὲν ἐπιβαρεῖν τοῖς ἠτυχηκόσιν αἰδούμενοι καὶ οὐκ ἐν αἰσίῳ σφίσι τὰ ἐκείνων ἔσεσθαι νομίζοντες οὐδὲ ἀσφαλὲς ὅλως χρυσίον ἢ ἀργύριον ἔχοντας ὁρᾶσθαι οὐδὲ τὰς ἐπικτήσεις νῦν ἀκινδύνους, πολὺ δὲ μᾶλλον τὰ ὄντα ἐπικίνδυνα. μόνοι δὲ οἱ διὰ θρασύτητα προσιόντες, ἅτε μόνοι, βραχυτάτου πάμπαν ὠνοῦντο. ὅθεν τοῖς ἄρχουσιν, ἐλπίσασιν ἐς τὰς τοῦ πολέμου παρασκευὰς τάδε ἀρκέσειν, ἐνέδει μυριάδων ἔτι δισμυρίων.

καὶ τοῦτο ἐς τὸν δῆμον εἰπόντες προύγραφον χιλίας καὶ τετρακοσίας γυναῖκας, αἳ μάλιστα πλούτῳ διέφερον· καὶ αὐτὰς ἔδει, τὰ ὄντα τιμωμένας, ἐσφέρειν ἐς τὰς τοῦ πολέμου χρείας, ὅσον ἑκάστην οἱ τρεῖς δοκιμάσειαν. ἐπέκειτό τε ταῖς ἀποκρυψαμέναις τι τῶν ὄντων, ἢ τιμησαμέναις κακῶς ἐπιτίμια καὶ τοῖς ταῦτα μηνύουσιν ἐλευθέροις τε καὶ δούλοις μήνυτρα. αἱ δὲ γυναῖκες ἔκριναν τῶν προσηκουσῶν τοῖς ἄρχουσι γυναικῶν δεηθῆναι. τῆς μὲν δὴ Καίσαρος ἀδελφῆς οὐκ ἀπετύγχανον, οὐδὲ τῆς μητρὸς Ἀντωνίου· Φουλβίας δέ, τῆς γυναικὸς Ἀντωνίου, τῶν θυρῶν ἀπωθούμεναι χαλεπῶς τὴν ὕβριν ἤνεγκαν, καὶ ἐς τὴν ἀγορὰν ἐπὶ τὸ βῆμα τῶν ἀρχόντων ὠσάμεναι, διισταμένων τοῦ τε δήμου καὶ τῶν δορυφόρων, ἔλεγον, Ὁρτησίας ἐς τοῦτο προκεχειρισμένης·

“ὃ μὲν ἥρμοζε δεομέναις ὑμῶν γυναιξὶ τοιαῖσδε, ἐπὶ τὰς γυναῖκας ὑμῶν κατεφύγομεν· ὃ δὲ οὐχ ἥρμοζεν, ὑπὸ Φουλβίας παθοῦσαι, ἐς τὴν ἀγορὰν συνεώσμεθα ὑπʼ αὐτῆς. ὑμεῖς δʼ ἡμᾶς ἀφείλεσθε μὲν ἤδη γονέας τε καὶ παῖδας καὶ ἄνδρας καὶ ἀδελφοὺς ἐπικαλοῦντες, ὅτι πρὸς αὐτῶν ἠδίκησθε· εἰ δὲ καὶ τὰ χρήματα προσαφέλοισθε, περιστήσετε ἐς ἀπρέπειαν ἀναξίαν γένους καὶ τρόπων καὶ φύσεως γυναικείας. εἰ μὲν δή τι καὶ πρὸς ἡμῶν, οἷον ὑπὸ τῶν ἀνδρῶν, ἠδικῆσθαί φατε, προγράψατε καὶ ἡμᾶς ὡς ἐκείνους. εἰ δὲ οὐδένα ὑμῶν αἱ γυναῖκες οὔτε πολέμιον ἐψηφισάμεθα οὔτε καθείλομεν οἰκίαν ἢ στρατὸν διεφθείραμεν ἢ ἐπηγάγομεν ἕτερον ἢ ἀρχῆς ἢ τιμῆς τυχεῖν ἐκωλύσαμεν, τί κοινωνοῦμεν τῶν κολάσεων αἱ τῶν ἀδικημάτων οὐ μετασχοῦσαι;