Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
Σάλασσος δὲ ἐκφυγών τε καὶ ἀπορούμενος ἧκε μὲν ἐς πόλιν νυκτός, ὅτε μάλιστα ἔδοξεν ἀμβλύνεσθαι τὸ δεινόν, πεπραμένης δὲ τῆς οἰκίας μόνος αὐτὸν ὁ θυρωρὸς τῇ οἰκίᾳ συμπεπραμένος ἐπέγνω καὶ ἐς τὸ ἑαυτοῦ οἴκημα ὑπεδέχετο καὶ κρύψειν ἐπηγγέλλετο καὶ θρέψειν, ἐξ ὧν ἐδύνατο. ὁ δὲ τὴν γυναῖκά οἱ καλέσαι προσέταξεν ἐκ τῆς ἐκείνης οἰκίας. ἡ δʼ ὑποκριναμένη μὲν ἐλθεῖν ἐπείγεσθαι, δεδιέναι δʼ ὡς ἐν νυκτὶ καὶ θεραπαίναις τὸ ὕποπτον, μεθʼ ἡμέραν ἥξειν ἔφη. καὶ γενομένης ἡμέρας ἡ μὲν τοὺς σφαγέας μετῄει, καὶ ὁ θυρωρὸς αὐτὴν ὡς βραδύνουσαν ἐς τὴν οἰκίαν ἀπέτρεχεν ἐπείξων· ὁ δὲ Σάλασσος, οἰχομένου τοῦ θυρωροῦ δείσας ὡς ἐς ἐνέδραν ἀπιόντος, ἐς τὸ τέγος ἀναδραμὼν ἐκαραδόκει τὸ γιγνόμενον, ἰδὼν δὲ οὐ τὸν θυρωρόν, ἀλλὰ τὴν γυναῖκα τοῖς σφαγεῦσιν ἡγουμένην ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους. Φούλβιον δὲ ἐς θεραπαίνης φυγόντα παλλακευθείσης τε αὐτῷ καὶ ἀπηλευθερωμένης καὶ προῖκα ἐς γάμον ἐπιλαβούσης, ἡ τοσάδε εὖ παθοῦσα προύδωκε ζηλοτυπίᾳ τῆς μεθʼ ἑαυτὴν τῷ Φουλβίῳ γεγαμημένης.
τοσάδε μὲν δὴ καὶ γυναικῶν πονηρῶν ὑποδείγματα γεγράφθω· Στάτιος δὲ ὁ Σαυνίτης, πολλὰ Σαυνίταις ἐν τῷ συμμαχικῷ πολέμῳ κατειργασμένος, διὰ δὲ περιφάνειαν ἔργων καὶ διὰ πλοῦτον καὶ γένος ἐς τὸ Ῥωμαίων βουλευτήριον ἀνακεκλημένος, ὀγδοηκοντούτης ὢν ἤδη καὶ διὰ πλοῦτον προγεγραμμένος, ἀνεπέτασε τὴν οἰκίαν τῷ τε δήμῳ καὶ τοῖς θεράπουσιν ἐκφορεῖν, ὅσα θέλοιεν, τὰ δὲ καὶ αὐτὸς διερρίπτει, μέχρι κεκενωμένης ἐπικλείσας ἐνέπρησε καὶ ἀπώλετο, καὶ τὸ πῦρ πολλὰ τῆς πόλεως ἄλλα ἐπενείματο. Καπίτων δὲ ἐς πολὺ τὰς θύρας ὑπανοίγων τοὺς ἐσβιαζομένους καθʼ ἕνα ἀνῄρει, ὑπὸ δὲ πολλῶν ἐπιβρισάντων εἷς ἀπέθανε πολλοὺς ἀποκτείνας. Οὐετουλῖνος δὲ χεῖρα ἤθροισε πολλὴν ἀμφὶ τὸ Ῥήγιον αὐτῶν τε τῶν προγεγραμμένων ἀνδρῶν καὶ ὅσοι συνέφευγον αὐτοῖς, καὶ ἀπὸ τῶν ὀκτωκαίδεκα πόλεων, αἳ τοῖς στρατοῖς ἐπινίκια ἐπηγγελμέναι πάνυ ἐδυσχέραινον. τούσδε οὖν ἔχων ὁ Οὐετουλῖνος ἀνῄρει τῶν λοχαγῶν τοὺς διαθέοντας, μέχρι πεμφθέντος ἐπʼ αὐτὸν στρατοῦ πλέονος οὐδʼ ὣς ἔληξεν, ἀλλʼ ἐς Σικελίαν πρὸς Πομπήιον, κρατοῦντά τε αὐτῆς καὶ τοὺς φεύγοντας ὑποδεχόμενον, ἐπέρασεν. εἶτα ἐπολέμει καρτερῶς, μέχρι πολλαῖς μάχαις ἡσσώμενος τὸν μὲν υἱὸν καὶ ὅσοι τῶν προγεγραμμένων ἄλλοι συνῆσαν, ἐπὶ Μεσσήνης ἔπεμψεν, αὐτὸς δέ, ὡς εἶδε πορθμευόμενον ἤδη τὸ σκάφος, ἐμπεσὼν τοῖς πολεμίοις κατεκόπη.
Νάσων δὲ ὑπὸ ἐξελευθέρου, παιδικῶν οἱ γενομένου, προδοθεὶς ἥρπασε παρά του τῶν στρατιωτῶν ξίφος καὶ τὸν προδότην μόνον ἀποκτείνας ἑαυτὸν τοῖς σφαγεῦσιν ὑπέσχε. φιλοδέσποτος δὲ οἰκέτης τὸν κεκτημένον ἐπὶ λόφου ἐκάθισε καὶ αὐτὸς ἐπὶ θάλασσαν ᾔει μισθωσόμενος αὐτῷ σκάφος. ἐπανιὼν δὲ κτεινόμενόν τε εἶδε τὸν δεσπότην καὶ ἀποψύχοντος ἤδη μέγα βοῶν “ἐπίμεινον ἐς βραχύ, ὦ δέσποτα,” εἶπε καὶ κτείνει τὸν λοχαγὸν ἐμπεσὼν ἄφνω. μετὰ δὲ ἐκεῖνον ἑαυτὸν ἐπαναιρῶν εἶπε τῷ δεσπότῃ· “παραμύθιον ἔχεις.” Λεύκιος δὲ δύο πιστοτάτοις ἀπελευθέροις χρυσίον δοὺς ἐπὶ θάλασσαν ᾔει, διαδράντων δὲ ἐκείνων ὑπέστρεψε καταγινώσκων τοῦ βίου καὶ ἑαυτὸν ἐμήνυσε τοῖς σφαγεῦσι. Λαβιηνὸς δὲ ἐν ταῖς Σύλλα προγραφαῖς πολλοὺς τῶν τότε συλλαβών τε καὶ κτείνας ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι, καὶ προελθὼν τῆς οἰκίας ἐκαθέζετο ἐπὶ θρόνου τοὺς σφαγέας περιμένων. Κέστιος δὲ ἐν χωρίοις παρὰ εὐνόοις θεράπουσιν ἐκρύπτετο, λοχαγῶν δʼ αἰεὶ σὺν ὅπλοις ἢ κεφαλαῖς διαθεόντων οὐκ ἔφερε τὸ μῆκος τοῦ φόβου, ἀλλʼ ἔπεισε τοὺς θεράποντας ἅψαι πυράν, ἵνα ἔχοιεν λέγειν, ὅτι Κέστιον ἀποθανόντα θάπτοιεν. καὶ οἱ μὲν ἐνεδρευθέντες ἧψαν, ὁ δὲ ἐσήλατο ἐς αὐτήν. Ἀπώνιος δὲ ἀσφαλῶς ἑαυτὸν ἐπικρύψας οὐκ ἤνεγκε τὴν πονηρίαν τῆς διαίτης, ἀλλὰ προήγαγεν ἑαυτὸν ἐπὶ τὴν σφαγήν. ἄλλος ἐν φανερῷ καθῆστο ἑκὼν καὶ βραδυνόντων τῶν σφαγέων ἀπήγξατο ἐν μέσῳ.
Λεύκιος δὲ ὁ Ἀσινίου τοῦ ὑπατεύοντος τότε πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν. Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν τὸν διώκοντα, τίς ὁ προγεγραμμένος εἴη· καὶ ὁ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσας “σὺ κἀκεῖνοσ” εἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν αὐτὸς ὁ δρόμος ἐμήνυσεν.
Ἰκέλιος δέ, ὃς ἐπὶ Βρούτῳ τε καὶ Κασσίῳ δικάζων, Καίσαρος τοῖς δικαστηρίοις μετὰ στρατιᾶς ἐφεστῶτος καὶ τῶν ἄλλων δικαστῶν κρύφα τὴν καταδικάζουσαν φερόντων, μόνος τὴν ἀπολύουσαν ἤνεγκε φανερῶς, ἐκλαθόμενος τῆς μεγαλόφρονος ἐλευθεριότητος, νεκρὸν σῶμα ἐκκομιζόμενον ὑποστὰς τοῖς φέρουσι συνεβάσταζε τὸ λέχος. ἰδόντων δὲ τῶν φρουρούντων τὰς πύλας, ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί, καὶ τοὺς μὲν φέροντας οὐχ ὑπονοούντων, τὸ δὲ λέχος ἐρευνωμένων, μὴ νεκρόν τις ὑποκρίνοιτο, οἱ νεκροφόροι τὸν Ἰκέλιον ἤλεγχον οὐχ ὁμότεχνον σφίσιν ὄντα, ἐπιγνωσθέντα τε οἱ σφαγεῖς ἀπέκτειναν.
Οὐᾶρος δʼ ἀπελευθέρου προδιδόντος αὐτὸν ἀπέδρα, καὶ ὄρος ἐξ ὄρους ἀμείβων ἐς τὸ Μιντουρναίων ἕλος ἐνέπεσεν, ἔνθα ἑαυτὸν διαναπαύων ἡσύχαζε. τῶν δὲ Μιντουρναίων ἐπὶ ζητήσει λῃστηρίου τὸ ἕλος περιθεόντων, ἥ τε κόμη τοῦ δόνακος σαλευθεῖσα ἐνέφηνε τὸν Οὐᾶρον, καὶ ληφθεὶς ἔλεγεν εἶναι λῃστὴς καὶ ἐπὶ τῷδε θανάτῳ καταδικαζόμενος ἠνείχετο. ὡς δὲ αὐτὸν ἔμελλον καὶ βασανιεῖν ἐς τοὺς συνεγνωκότας, οὐκ ἐνεγκὼν ἤδη τοῦτο ὡς ἀπρεπέστερον, “ἀπαγορεύω,” φησίν, “ὑμῖν, ὦ Μιντουρναῖοι, ὕπατόν με γεγενημένον, καί, ὃ τοῖς νῦν ἄρχουσι τιμιώτερόν ἐστι, προγεγραμμένον μήτε βασανίζειν μήτε ἀναιρεῖν ἔτι· εἰ γὰρ οὐκ ἔνι μοι διαφυγεῖν, ἄμεινον ὑπὸ τῶν ὁμοτίμων παθεῖν.” ἀπιστούντων δὲ τῶν Μιντουρναίων καὶ τὸν λόγον ὑπονοούντων λοχαγὸς ἐπέγνω διαθέων καὶ τὴν κεφαλὴν ἀπέτεμε, τὸ δὲ λοιπὸν σῶμα τοῖς Μιντουρναίοις κατέλιπε.
Λάργον ἕτεροι συνελάμβανον ἐν χωρίοις, οὐ Λάργον, ἀλλʼ ἕτερον διώκοντες· οἰκτείραντες δʼ, ὅτι μὴ ζητούμενος ἁλοίη, φεύγειν μεθῆκαν ἀνὰ τὴν ὕλην. ὁ δὲ ὑφʼ ἑτέρων διωκόμενος δρόμῳ τοὺς προτέρους κατέλαβε καί “ὑμεῖς,” ἔφη, “με κτείνατε μᾶλλον, οἱ ἐλεήσαντες, ἵνα τὸν μισθὸν ἀντὶ τούτων ὑμεῖς φέρησθε.”
ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. καὶ τὴν κεφαλὴν ὁ μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, ἡ δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι· καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, ὁ δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν καὶ ἐνύβριζεν ἐπαχθῶς. οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως ὁ δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας, ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου.