Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Ἐγνάτιοι δέ, πατὴρ καὶ υἱός, συμφυέντες ἀλλήλοις διὰ μιᾶς πληγῆς ἀπέθανον· καὶ αὐτῶν αἱ κεφαλαὶ μὲν ἀπετέτμηντο, τὰ δὲ λοιπὰ σώματα ἔτι συνεπέπλεκτο. Βάλβος τὸν υἱόν, ἵνα μὴ βαδίζοντες ὁμοῦ φανεροὶ γένοιντο, προύπεμψεν ἐς φυγὴν ἐπὶ θάλασσαν καὶ μετʼ ὀλίγον εἵπετο ἐκ διαστήματος. ἐξαγγείλαντος δέ τινος, εἴτε ἐξ ἐπιβουλῆς εἴθʼ ὑπʼ ἀγνοίας, τὸν υἱὸν συνειλῆφθαι, ἐπανῆλθε καὶ τοὺς σφαγέας μετεπέμψατο. συνέβη δὲ καὶ τὸν παῖδα ἀπολέσθαι ναυαγίῳ· οὕτω ταῖς τότε συμφοραῖς καὶ τὸ δαιμόνιον ἐπέκειτο. Ἀρρούντιος τὸν υἱόν, οὐχ ὑφιστάμενον φεύγειν χωρὶς αὐτοῦ, μόλις ἔπεισεν ὡς νέον περισῴζειν ἑαυτόν. καὶ τόνδε μὲν ἡ μήτηρ ἐπὶ τὰς πύλας προύπεμψε καὶ ὑπέστρεψεν, ἵνα ἀνῃρημένον τὸν ἄνδρα θάψειε· πυθομένη δὲ καὶ τὸν υἱὸν ὑπὸ τῆς θαλάσσης διεφθάρθαι λιμῷ διεχρήσατο ἑαυτήν.

αἵδε μὲν δὴ παίδων ἀγαθῶν καὶ κακῶν ἔστων εἰκόνες· ἀδελφοὶ δὲ δύο ὁμοῦ προγραφέντες, οἷς ὄνομα ἦν Λιγάριοι, ἐκρύπτοντο ὑπὸ ἰπνῷ, μέχρι τῶν θεραπόντων αὐτοὺς ἀνευρόντων ὁ μὲν αὐτίκα ἀνῃρέθη, ὁ δὲ ἐκφυγών, ἐπεὶ τὸν ἀδελφὸν ἔγνω διεφθαρμένον, ἔρριψεν αὑτὸν ἀπὸ τοῦ ποταμοῦ τῆς γεφύρας ἐς τὸ ῥεῦμα. καὶ αὐτὸν ἁλιέων περισχόντων ὡς οὐκ ἐναλάμενον, ἀλλὰ πεπτωκότα, ἐς πολὺ μὲν ἐφιλονίκει καὶ ἑαυτὸν ἐς τὸ ῥεῦμα ἐώθει, ἡσσώμενος δὲ τῶν ἁλιέων περιεγίγνετο καὶ “οὐκ ἐμέ,” ἔφη, “περισῴζετε, ἀλλʼ ἑαυτοὺς ἐμοὶ προγεγραμμένῳ συναπόλλυτε.” οἱ δὲ καὶ ὣς αὐτὸν οἰκτείραντες περιέσῳζον, μέχρι τινὲς τῶν στρατιωτῶν, οἳ τὴν γέφυραν ἐτήρουν, ἰδόντες ἐπέδραμόν τε καὶ τὴν κεφαλὴν ἀπέτεμον. ἑτέρων δὲ ἀδελφῶν ὁ μὲν αὑτὸν ἔρριψε κατὰ τοῦ ῥεύματος, καὶ θεράπων αὐτοῦ τὸ σῶμα ἀνεζήτει μέχρι πέμπτης ἡμέρας, εὑρὼν δὲ ἔτι γνωρίζεσθαι δυναμένου, τὴν κεφαλὴν διὰ τὸ ἆθλον ἀπέκοψε· τὸν δὲ ἕτερον ἐν κοπρῶνι κρυπτόμενον ἕτερος ἐμήνυσε θεράπων, καὶ οἱ σφαγεῖς εἰσελθεῖν μὲν ἀπηξίωσαν, δόρασι δὲ περικεντοῦντες ἐξήγαγον καί, ὡς εἶχε, τὴν κεφαλὴν οὐδὲ ἀπονίψαντες ἀπέκοψαν. ἕτερος δέ, τοῦ ἀδελφοῦ συλλαμβανομένου, προσδραμὼν ἀγνοίᾳ τοῦ καὶ αὐτὸς ἅμα ἐκείνῳ προγεγράφθαι, “ἐμέ,” ἔφη, “κτείνατε πρὸ τούτου.” καὶ ὁ λοχαγὸς ἔχων τὸ ἀκριβὲς ἀνάγραπτον, “εἰκότα ἀξιοῖς,” ἔφη· “σὺ γὰρ πρὸ τούτου γέγραψαι,” καὶ εἰπὼν κατὰ τὴν τάξιν ἔκτεινεν ἄμφω.

ταῦτα μὲν δὴ καὶ ἀδελφῶν δείγματα· Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπʼ αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα· “ἐγὼ τοῦτον ὑπεδεξάμην, τὰ δʼ ὅμοια τοῖς ὑποδεξαμένοις ἐστὶν ἐπιτίμια.” καὶ οὐδενὸς αὐτὴν οὔτε ἀναιροῦντος οὔτε μηνύοντος, αὐτάγγελος ἐς τοὺς ἄρχοντας ἦλθε καθʼ ʽεαυτῆς, κἀκείνων αὐτὴν διὰ τὴν φιλανδρίαν ὑπεριδόντων, ἑαυτὴν ἀπέκτεινε λιμῷ. καὶ τῆσδε μὲν ἐνθάδε ἐπεμνήσθην, ὅτι τὸν ἄνδρα περισῴζουσα ἀπετύγχανέ τε καὶ συνεξήγαγεν ἑαυτήν· ὅσαι δὲ ἐπέτυχον τῆς φιλανδρίας, ἐν τοῖς περισωθεῖσι τῶν ἀνδρῶν ἀναγράψω. ἕτεραι δὲ ἀθεμίστως ἐπεβούλευσαν τοῖς ἀνδράσιν. καὶ αὐτῶν ἐστιν, ἣ Σεπτιμίῳ μὲν ἐγεγάμητο, ὑπὸ δέ τινος Ἀντωνίῳ φίλου διεφθείρετο· ἐπειγομένη δὲ ἐκ μοιχείας ἐς γάμον ἐδεήθη διὰ τοῦ μοιχεύοντος αὐτὴν Ἀντωνίου, καὶ ὁ Σεπτίμιος αὐτίκα τοῖς πίναξι προσετέθη. καὶ μαθὼν ἐς τῆς γυναικὸς ὑπʼ ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν. ἡ δὲ ὡς φιλοφρονουμένη τὰς θύρας ἐπέκλεισε καὶ ἐτήρει τὸν ἄνδρα, ἕως οἱ σφαγεῖς παρεγένοντο· καὶ τῆς αὐτῆς ἡμέρας οἱ μὲν ἐκεῖνον ἀνῄρουν, ἡ δὲ ἔθυε γάμους.

Σάλασσος δὲ ἐκφυγών τε καὶ ἀπορούμενος ἧκε μὲν ἐς πόλιν νυκτός, ὅτε μάλιστα ἔδοξεν ἀμβλύνεσθαι τὸ δεινόν, πεπραμένης δὲ τῆς οἰκίας μόνος αὐτὸν ὁ θυρωρὸς τῇ οἰκίᾳ συμπεπραμένος ἐπέγνω καὶ ἐς τὸ ἑαυτοῦ οἴκημα ὑπεδέχετο καὶ κρύψειν ἐπηγγέλλετο καὶ θρέψειν, ἐξ ὧν ἐδύνατο. ὁ δὲ τὴν γυναῖκά οἱ καλέσαι προσέταξεν ἐκ τῆς ἐκείνης οἰκίας. ἡ δʼ ὑποκριναμένη μὲν ἐλθεῖν ἐπείγεσθαι, δεδιέναι δʼ ὡς ἐν νυκτὶ καὶ θεραπαίναις τὸ ὕποπτον, μεθʼ ἡμέραν ἥξειν ἔφη. καὶ γενομένης ἡμέρας ἡ μὲν τοὺς σφαγέας μετῄει, καὶ ὁ θυρωρὸς αὐτὴν ὡς βραδύνουσαν ἐς τὴν οἰκίαν ἀπέτρεχεν ἐπείξων· ὁ δὲ Σάλασσος, οἰχομένου τοῦ θυρωροῦ δείσας ὡς ἐς ἐνέδραν ἀπιόντος, ἐς τὸ τέγος ἀναδραμὼν ἐκαραδόκει τὸ γιγνόμενον, ἰδὼν δὲ οὐ τὸν θυρωρόν, ἀλλὰ τὴν γυναῖκα τοῖς σφαγεῦσιν ἡγουμένην ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους. Φούλβιον δὲ ἐς θεραπαίνης φυγόντα παλλακευθείσης τε αὐτῷ καὶ ἀπηλευθερωμένης καὶ προῖκα ἐς γάμον ἐπιλαβούσης, ἡ τοσάδε εὖ παθοῦσα προύδωκε ζηλοτυπίᾳ τῆς μεθʼ ἑαυτὴν τῷ Φουλβίῳ γεγαμημένης.