Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

πρῶτος δʼ ἦν ἐν τοῖς προγράφουσι Λέπιδος, καὶ πρῶτος ἐν τοῖς προγραφομένοις ὁ ἀδελφὸς ὁ Λεπίδου Παῦλος, καὶ δεύτερος ἦν τῶν προγραφόντων Ἀντώνιος καὶ δεύτερος τῶν προγραφομένων ὁ θεῖος ὁ Ἀντωνίου Λεύκιος, οἵδε μέν, ὅτι πρῶτοι πολεμίους αὐτοὺς ἐψηφίσαντο. τρίτος δὲ καὶ τέταρτος ἦν τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος. καὶ οὐ κατʼ ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν. ἦν δὲ καὶ Θωράνιος ἐν τοῖς προγεγραμμένοις, λεγόμενος ὑπό τινων ἐπιτροπεῦσαι Καίσαρος. ἅμα δὲ ταῖς προγραφαῖς αἵ τε πύλαι κατείχοντο καὶ ὅσαι ἄλλαι τῆς πόλεως ἔξοδοί τε καὶ λιμένες ἢ ἕλη καὶ τέλματα ἢ εἴ τι ἄλλο ἐς φυγὴν ὕποπτον ἦν ἢ ἐς λαθραίους καταφυγάς· τήν τε χώραν ἐπετέτραπτο τοῖς λοχαγοῖς ἐρευνᾶν περιθέουσι, καὶ ἐγίγνετο πάντα ὁμοῦ.

εὐθὺς οὖν ἦν ἀνά τε τὴν χώραν καὶ ἀνὰ τὴν πόλιν, ὡς ἕκαστός πῃ συνελαμβάνετο, ἀνδρολήψια αἰφνίδια πολλὰ καὶ τρόποι τῶν φόνων ποικίλοι τῶν τε κεφαλῶν ἀποτομαὶ τοῦ μισθοῦ χάριν ἐς ἐπίδειξιν φυγαί τε ἀπρεπεῖς καὶ σχήματα ἄτοπα ἐκ τοῦ πρὶν περιφανοῦς. κατέδυνον γὰρ οἱ μὲν ἐς φρέατα, οἱ δὲ ἐς τὰς ὑπονόμους τάφρους ἐπὶ τὰ ἀκάθαρτα, οἱ δὲ ἐς καπνώδεις ὑπωροφίας ἢ τῶν τεγῶν ταῖς κεραμίσι βυομέναις ὑπεκάθηντο μετὰ σιγῆς βαθυτάτης. ἐδεδοίκεσαν γὰρ οὐχ ἧσσον τῶν σφαγέων οἱ μὲν γυναῖκας ἢ παῖδας οὐκ εὐμενῶς σφίσιν ἔχοντας, οἱ δὲ ἐξελευθέρους τε καὶ θεράποντας, οἱ δὲ καὶ δανεισμάτων χρήστας ἢ χωρίων γείτονας ἐπιθυμίᾳ τῶν χωρίων. ἐπανάστασις γὰρ δὴ πάντων, ὅσα τέως ὕπουλα ἦν, ἀθρόα τότε ἐγίγνετο καὶ ἀθέμιστος μεταβολὴ βουλευτῶν ἀνδρῶν, ὑπάτων ἢ στρατηγῶν ἢ δημάρχων, ἔτι τάσδε τὰς ἀρχὰς μετιόντων ἢ ἐν αὐταῖς γεγονότων, ἐς πόδας ἰδίου θεράποντος ῥιπτουμένων σὺν ὀλοφύρσεσι καὶ σωτῆρα καὶ κύριον τὸν οἰκέτην τιθεμένων. οἴκτιστον δὲ ἦν, ὅτε καὶ ταῦτα ὑποστάντες οὐκ ἐλεηθεῖεν.

ἰδέα τε πᾶσα κακῶν ἦν, οὐχ ὡς ἐν στάσεσιν ἢ πολέμου καταλήψεσιν· οὐ γάρ, ὡς ἐν ἐκείνοις, τὸν μὲν ἀντιστασιώτην ἢ πολέμιον ἐδεδοίκεσαν, τοῖς δʼ οἰκείοις σφᾶς ἐπέτρεπον, ἀλλὰ καὶ τούσδε τῶν σφαγέων μᾶλλον ἐδεδοίκεσαν, οὐδὲν μὲν αὐτοὺς ὡς ἐν πολέμῳ καὶ στάσει δεδιότας, σφίσι δὲ αὐτίκα γιγνομένους ἐξ οἰκείων πολεμίους, ἢ διʼ ὕπουλον ἔχθραν ἢ ὑπὸ τῶν ἐπικεκηρυγμένων σφίσι γερῶν ἢ διὰ τὸν ἐν ταῖς οἰκίαις χρυσόν τε καὶ ἄργυρον. ἄπιστος γὰρ δὴ διὰ ταῦτα ἀθρόως ἕκαστος ἐς τὸν οἰκεῖον ἐγίγνετο καὶ τὸ σφέτερον κέρδος τοῦ πρὸς αὐτὸν ἐλέου προυτίθει· ὁ δὲ πιστὸς ἢ εὔνους ἐδεδίει βοηθεῖν ἢ κρύπτειν ἢ συνειδέναι διʼ ὁμοιότητα τῶν ἐπιτιμίων. ἔς τε τὸ ἔμπαλιν αὐτοῖς τοῦ πρώτου τῶν ἑπτακαίδεκα ἀνδρῶν δέους περιέστη. τότε μὲν γὰρ οὐ προγραφέντος οὐδενός, ἀλλά τινων ἄφνω συλλαμβανομένων πάντες ἐδεδοίκεσαν ὅμοια καὶ συνήσπιζον ἀλλήλοις· ἐπὶ δὲ ταῖς προγραφαῖς οἱ μὲν αὐτίκα πᾶσιν ἔκδοτοι γεγένηντο, οἱ δὲ ἐν ἀμερίμνῳ περὶ σφῶν καὶ ἐπὶ κέρδει γενόμενοι τοὺς ἄλλους ἐπὶ μισθῷ τοῖς σφαγεῦσιν ἐκυνηγέτουν. ὁ δὲ λοιπὸς ὅμιλος, οἱ μὲν τὰς οἰκίας τῶν ἀναιρουμένων διήρπαζον, καὶ τὸ κέρδος αὐτοὺς ἀπο τῆς συνέσεως τῶν παρόντων κακῶν ἐψυχαγώγει· οἱ δὲ ἐμφρονέστεροί τε καὶ ἐπιεικεῖς ἐτεθήπεσαν ὑπὸ ἐκπλήξεως, καὶ ἦν αὐτοῖς παραλογώτερον, ὅτε μάλιστα ἐνθυμηθεῖεν, ὅτι τὰς μὲν ἄλλας πόλεις ἐλυμήναντο στάσεις καὶ περιέσωσαν ὁμόνοιαι, τὴν δὲ καὶ αἱ στάσεις τῶν ἀρχόντων προαπώλεσαν καὶ ἡ ὁμόνοια τοιάδε ἐργάζεται.

ἔθνῃσκον δὲ οἱ μὲν ἀμυνόμενοι τοὺς ἀναιροῦντας, οἱ δʼ οὐκ ἀμυνόμενοι ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι, εἰσὶ δʼ οἳ καὶ σφᾶς αὐτοῦς λιμῷ τε ἑκουσίῳ δαπανῶντες καὶ βρόχοις χρώμενοι καὶ τὰ σώματα καταποντοῦντες ἢ ῥιπτοῦντες ἀπὸ τῶν τεγῶν ἢ ἐς πῦρ ἐναλλόμενοι ἢ τοῖς σφαγεῦσιν ὑπίσχοντες ἢ καὶ μεταπεμπόμενοι βραδύνοντας, ἕτεροι δὲ κρυπτόμενοι καὶ λιπαροῦντες ἀπρεπῶς ἢ διωθούμενοι τὸ κακὸν ἢ ὠνούμενοι. οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπʼ ἀγνοίας ἢ κατʼ ἐπιβουλήν, ἀπώλλυντο. καὶ δῆλος ἦν ὁ μὴ προγραφεὶς νέκυς, ὅτε οἱ προσκέοιτο ἡ κεφαλή· τῶν γὰρ δὴ προγεγραμμένων ἐν ἀγορᾷ προυτίθεντο παρὰ τοῖς βήμασιν, ἔνθα ἔδει κομίσαντας ἀντιλαβεῖν τὰ ἀγαθά. ἴση δʼ ἦν ἑτέρων σπουδὴ καὶ ἀρετή, γυναικῶν τε καὶ παιδίων καὶ ἀδελφῶν καὶ θεραπόντων, περισῳζόντων τε καὶ συμμηχανωμένων πολλὰ καὶ συναποθνῃσκόντων, ὅτε μὴ τύχοιεν ὧν ἐπενόουν· οἱ δὲ καὶ ἐπανῄρουν σφᾶς ἀνῃρημένοις. τῶν δὲ ἐκφυγόντων οἱ μὲν ὑπὸ ναυαγίων ἀπώλλυντο, ἐς πάντα σφίσι τῆς τύχης ἐπιβαρούσης, οἱ δὲ ἐπανήχθησαν ἐκ παραλόγων ἐπί τε ἀρχὰς τῆς πόλεως καὶ στρατηγίας πολέμων καὶ θριάμβους. οὕτως ὁ καιρὸς ἦν ἐκεῖνος ἐπίδειξις παραδοξολογίας.

καὶ τάδε ἐγίγνετο οὐκ ἐν ἰδιώτιδι πόλει οὐδὲ ἐν ἀσθενεῖ καὶ σμικρῷ βασιλείῳ, ἀλλὰ τὴν δυνατωτάτην καὶ τοσούτων ἐθνῶν καὶ γῆς καὶ θαλάσσης ἡγεμονίδα διέσειεν ὁ θεός, ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν. ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία· ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν καὶ τοῦ ἑνὸς αὐτῶν μάλιστα ἀρετῇ καὶ τύχῃ, τὴν ἀρχὴν συστησαμένου τε ἐς ἕδραν ἀσφαλῆ καὶ γένος καὶ ὄνομα τὸ νῦν ἄρχον ἀφʼ ἑαυτοῦ καταλιπόντος, ἐπιφανέστερα. ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα (οὐ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις), ἀλλʼ ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις. πολλὰ δέ ἐστι, καὶ πολλοὶ Ῥωμαίων ἐν πολλαῖς βίβλοις αὐτὰ συνέγραψαν ἐφʼ ἑαυτῶν· ὀλίγα δὲ ἐγὼ καθʼ ἑκάστην ἰδέαν, ἐς πίστιν ἑκάστης καὶ ἐς εὐδαιμόνισμα τῶν νῦν παρόντων, ἐπὶ κεφαλαίου διὰ τὸ μῆκος ἀναγράψω.

Ἠρξατο μὲν δὴ τὸ κακὸν ἐκ συντυχίας ἀπὸ τῶν ἐν ἀρχαῖς ἔτι ὄντων, καὶ πρῶτος ἀνῃρέθη δημαρχῶν Σάλουιος. ἱερὰ δέ ἐστιν ἡ ἀρχὴ καὶ ἄσυλος ἐκ τῶν νόμων καὶ τὰ μέγιστα ἴσχυεν, ὡς καὶ τῶν ὑπάτων τινὰς ἐς τὰς φυλακὰς ἐμβαλεῖν. καὶ ἦν ὅδε ὁ δήμαρχος ὁ τὸν Ἀντώνιον ἐν μὲν ἀρχῇ κεκωλυκὼς εἶναι πολέμιον, ὕστερον δὲ συμπεπραχὼς ἐς πάντα Κικέρωνι. πυθόμενος δὲ τῶν τριῶν ἀνδρῶν τῆς τε συμφρονήσεως καὶ τῆς ἐς τὴν πόλιν ἐπείξεως τοὺς οἰκείους εἱστία ὡς οὐ πολλάκις αὐτοῖς ἔτι συνεσόμενος· ἐσδραμόντων δὲ ἐς τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸς ἐκέλευεν ἠρεμεῖν κατακλιθέντας, τὸν δὲ Σάλουιον, ὡς εἶχε, τῆς κόμης ἐπισπάσας ὑπὲρ τὴν τράπεζαν, ἐς ὅσον ἔχρῃζε, τὴν κεφαλὴν ἀπέτεμε καὶ τοῖς ἔνδον αὖθις ἐκέλευεν ἀτρεμεῖν, ὡς ἔχουσι, μὴ θορύβου γενομένου πάθοιεν ὅμοια. οἱ μὲν δὴ καὶ οἰχομένου τοῦ λοχαγοῦ τεθηπότες ἄναυδοι μέχρι βαθυτάτης νυκτός, τῷ λοιπῷ τοῦ δημάρχου σώματι συγκατέκειντο. δεύτερος δʼ ἀνὴρ ἔθνῃσκε στρατηγὸς Μινούκιος, ἀρχαιρεσιάζων μὲν ἐν ἀγορᾷ· πυθόμενος δὲ ἐπιέναι τοὺς ὁπλίτας ἀνεπήδησε καὶ περιθέων ἔτι καὶ ἐννοούμενος, ὅποι διαλάθοι, τὴν ἐσθῆτα ἐνήλλασσεν ἔς τι τῶν ἐργαστηρίων ἐσδραμών, τοὺς ὑπηρέτας καὶ τὰ σημεῖα ἀποπέμψας. οἱ δὲ αἰδοῖ καὶ ἐλέῳ παραμένοντες εὐμαρέστερον ἄκοντες ἐποίησαν τοῖς σφαγεῦσι τὸν στρατηγὸν εὑρεῖν.

Ἀννᾶλιν ἕτερον στρατηγόν, τῷ παιδὶ μετιόντι ταμιείαν συμπεριθέοντα καὶ τοὺς ψηφιουμένους παρακαλοῦντα, οἵ τε συνόντες φίλοι καὶ οἱ τὰ σημεῖα τῆς ἀρχῆς φέροντες ἀπεδίδρασκον, πυθόμενοι προσγεγράφθαι τοῖς πίναξι τὸν Ἀννᾶλιν. ὁ δὲ ἐς πελάτην ἑαυτοῦ τινα φυγών, ᾧ βραχὺ καὶ εὐτελὲς ἦν τέγος ἐν προαστείῳ καὶ διὰ πάντα εὐκαταφρόνητον, ἐκρύπτετο ἀσφαλῶς, μέχρι τοὺς σφαγέας ὁ υἱὸς αὐτοῦ, τὴν φυγὴν ἐς τὸν πελάτην ὑποτοπήσας, ὡδήγησεν ὑπὸ τὸ τέγος, καὶ παρὰ τῶν τριῶν ἀνδρῶν τήν τε οὐσίαν ἔλαβε τοῦ πατρὸς καὶ ἐς ἀγορανομίαν ᾑρέθη. ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν πατέρα ἀνῃρήκεσαν.

Θουράνιος δὲ οὐ στρατηγῶν μὲν ἔτι, ἀλλʼ ἐστρατηγηκώς, πατὴρ δὲ νεανίου τὰ μὲν ἄλλα ἀκολάστου, δυναστεύοντος δὲ παρʼ Ἀντωνίῳ, τοὺς λοχαγοὺς ἠξίου τὴν σφαγὴν ἐπισχεῖν οἱ πρὸς ὀλίγον, ἔστε αὐτὸν ὁ υἱὸς αἰτήσαιτο παρʼ Ἀντωνίου. οἱ δʼ ἐπιγελάσαντες “ᾔτησεν,” εἶπον, “ἀλλʼ ἐπὶ θάτερα.” καὶ συνεὶς ὁ πρεσβύτης ἕτερον αὐτίκα βραχύτατον ᾔτει διάστημα, μέχρις οὗ τὴν θυγατέρα ἴδοι· ἰδὼν δὲ ἐκέλευε μὴ μετασχεῖν τῶν πατρῴων, μὴ κἀκείνην ὁ ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου. συνέβη δὲ καὶ τῷδε τὴν οὐσίαν ἐς αἰσχρὰ δαπανῆσαι καὶ κλοπῆς ἁλόντι φυγεῖν ἐκ καταδίκης.