Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοιαῦτα εἰπὼν τῆς ἐπιούσης πάλιν ἐξέτασσε· καὶ οὐ κατιόντων οὐδὲ τότε τῶν πολεμίων ὁ μὲν Ἀντώνιος ἐβαρυθύμει καὶ ἐξέτασσεν αἰεί, ὁ δὲ Βροῦτος τοῦ στρατοῦ τὸ μὲν εἶχε συντεταγμένον, μὴ ἀναγκασθείη μάχεσθαι, τῷ δὲ τὰς ὁδοὺς τῆς κομιδῆς τῶν ἀναγκαίων διελάμβανε. λόφος δὲ ἦν ἀγχοτάτω τοῦ Κασσίου στρατοπέδου, δυσχερὴς μὲν ὑπὸ ἐχθρῶν καταληφθῆναι, διὰ τὴν ἐγγύτητα ἐστοξεύεσθαι δυναμένων· ὁ δὲ Κάσσιος αὐτὸν ὅμως ἐφρούρει, μὴ καὶ παρὰ δόξαν ἐπιτολμήσειέ τις. ἐκλειφθέντα δὲ ὑπὸ τοῦ Βρούτου κατέλαβον οἱ περὶ τὸν Καίσαρα νυκτὸς τέτρασι τέλεσιν, ἐπαγόμενοι γέρρα πολλὰ καὶ διφθέρας ἐς προβολὴν τοῖς τοξεύμασιν. ὡς δὲ κατέσχον, ἄλλα τέλη δέκα μετεστρατοπέδευον ὑπὲρ πέντε σταδίους ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν καὶ ὑπὲρ ἄλλους τέσσαρας δύο, ὡς τῷδε τῷ τρόπῳ προελευσόμενοι μέχρι θαλάσσης καὶ ἢ παρʼ αὐτὴν ἄρα τὴν θάλασσαν ἢ διὰ τῶν ἑλῶν ἢ ὅν τινα τρόπον ἄλλον ἐπενόουν, βιασόμενοι καὶ τὴν ἀγορὰν ἀποκλείσοντες τῶν πολεμίων. καὶ ὁ Βροῦτος αὐτοῖς ἀντεμηχανᾶτο, ἄλλα τε καὶ φρούρια ἀντικαθιστὰς τοῖς ἐκείνων στρατοπέδοις.

τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων· τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι.

τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπʼ ἀρχῆς, καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῇς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν· καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἢ ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. ὁ δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλʼ ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ· ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλʼ ἢ συστρατηγεῖν ἠξίουν διὰ πραΰτητα. τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου· “τί κατέγνωκεν ἡμῶν ὁ στρατηγός; τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθʼ ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες;” Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἡ ἐς τὸ ἀντίπαλον μεταβολή.

ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δʼ ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας ὁ Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου, εἶξεν ἐπʼ οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς· “ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι.” καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ὃ ἐδεδοίκει μάλιστα, μὴ ὁ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο· ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν.