Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλʼ ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον, ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. διαμέλλοντος δʼ ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. ὁ δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο· “νικῴης, λέγε αὐτῷ, παντελῆ νίκην,” ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, “τί βραδύνεις;” ἔφη, “τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις;” Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον· τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι· “περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν,” καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι.
Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε· Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι; παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δʼ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, “ὁπλισώμεθα,” ἔφη, “καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν.” ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις· “οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.”
ἧι δὲ ἡμέρᾳ τὴν μάχην ἐν Φιλίπποις συνέβαινεν εἶναι, καὶ ἐν τῷ Ἰονίῳ τοιόνδε πάθος ἄλλο ἐγίγνετο μέγα. Δομίτιος Καλουῖνος ἐπὶ ὁλκάδων ἦγεν ὁπλιτῶν δύο τέλη Καίσαρι, καὶ τὸ διώνυμον ἦν αὐτῶν, τὸ Ἄρειον, ὃ ἐπὶ τιμῇ τῆς ἀλκῆς ὠνόμαζον. ἦγε δὲ καὶ στρατηγίδα σπεῖραν, ἐς δισχιλίους ἄνδρας, ἱππέων τε ἴλας τέσσαρας καὶ ἕτερον πλῆθος ἐπειλεγμένον· καὶ τριήρεις αὐτοὺς παρέπεμπον ὀλίγαι. Μοῦρκος δʼ αὐτοῖς καὶ Ἀηνόβαρβος ἑκατὸν καὶ τριάκοντα μακραῖς ὑπήντων. καὶ αὐτοὺς αἱ ὁλκάδες ἱστίῳ μὲν αἱ πρῶται διέφυγον ὀλίγαι, αἱ λοιπαὶ δέ, χαλάσαντος ἄφνω τοῦ πνεύματος, ἐν γαλήνῃ σταθερᾷ κατὰ τὸ πέλαγος ἠλῶντο, ὑπό του θεῶν ἐκδεδομέναι τοῖς πολεμίοις. ἐνέβαλλον γὰρ ἀδεῶς ἑκάστῃ καὶ ἀνερρήγνυον· οὐδὲ αἱ παραπέμπουσαί σφας τριήρεις ἐπικουρεῖν ἐδύναντο, διὰ τὴν ὀλιγότητα κυκλούμεναι. ἔργα δʼ ἦν τῶν κινδυνευοντων πολλὰ καὶ ποικίλα, ὁτὲ μὲν τὰ πλοῖα συναγόντων ἀπὸ κάλω σπουδῇ καὶ κοντοῖς ἁρμοζόντων ἐς ἄλληλα, ἵνα μὴ διεκπλεῖν αὐτὰ ἔχοιεν οἱ πολέμιοι. ὅτε δὲ τούτου κρατήσειαν, ὁ μὲν Μοῦρκος αὐτοῖς ἐπέβαλλε τοξεύματα πυρός, οἱ δὲ τοὺς συνδέσμους ἀνέλυον ὀξέως καὶ ἀπέφευγον ἀλλήλων διὰ τὸ πῦρ αὖθίς τε ἐγίγνοντο ταῖς τριήρεσιν ἐς περίπλουν καὶ ἐμβολὴν ἕτοιμοι.
ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν διʼ ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλομενοι τὰ μὲν ἔδρων, τὰ δὲ ἔπασχον. νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δʼ ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. καὶ εἰσὶν αὐτῶν, οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας, λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων ἐξήνεγκεν ἐπὶ τὴν γῆν. πολὺ δʼ ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν συμφορῶν ἡσσώμενον. ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. καὶ τοὺς μὲν ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι.
τοιοῦτο μὲν δὴ πάθος τῆς αὐτῆς ἡμέρας τῇ περὶ Φιλίππους μάχῃ κατὰ τὸν Ἰόνιον ἐπεγίγνετο, εἴτε ναυάγιον εἴτε ναυμαχίαν ὀνομάσαι χρή· καὶ ἐξέπλησσε τὸ συγκύρημα τῶν ἔργων ὕστερον ἐπιγνωσθέν.
ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε·
“οὐδὲν ἔστιν, ὦ συστρατιῶται, παρὰ τὸν χθὲς ἀγῶνα, ἐν ᾧ μὴ κρείσσους ἐγένεσθε τῶν πολεμίων. τῆς τε γὰρ μάχης ἤρξατε προθύμως, εἰ καὶ χωρὶς παραγγέλματος· καὶ τὸ τέταρτον τέλος, ὃ περιώνυμον αὐτοῖς ὂν ἐπεπίστευτο τὸ κέρας, διεφθείρατε ἅπαν καὶ τοὺς ἐπιτεταγμένους αὐτῷ μέχρι τοῦ στρατοπέδου· καὶ τὸ στρατόπεδον αὐτὸ εἵλετε πρότερον καὶ διηρπάσατε· ὡς προύχειν τάδε παρὰ πολὺ τῆς ἐπὶ τοῦ λαιοῦ βλάβης ἡμῶν. δυνηθέντες δʼ ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον, ἁρπάσαι μᾶλλον εἵλεσθε ἢ κτείνειν τοὺς ἡσσωμένους· οἱ γὰρ πλέονες ὑμῶν τοὺς πολεμίους παροδεύοντες ἐπὶ τὰ τῶν πολεμίων ὥρμων. καὶ ἐν τῷδε αὖ πάλιν οἱ μὲν διήρπασαν δύο τῶν ἡμετέρων στρατοπέδων ὄντων τὸ ἕτερον, ἡμεῖς δὲ ἐκείνων ἅπαντα ἔχομεν, ὡς καὶ τῷδε τὴν ἐπίκτησιν τῆς βλάβης διπλασίονα εἶναι. καὶ τὰ μὲν ἐν τῇ μάχῃ πλεονεκτήματα τοσαῦτα· ὅσα δὲ ἕτερα προύχομεν αὐτῶν, ἔχετε καὶ παρὰ τῶν αἰχμαλώτων μανθάνειν, περί τε ἀπορίας σίτου καὶ ἐπιτιμήσεως αὐτοῦ καὶ κομιδῆς κακοπαθοῦς καὶ παρʼ ὀλίγον ἤδη σαφοῦς ἐπιλείψεως. οὔτε γὰρ ἐκ Σικελίας ἢ Σαρδόνος ἢ Λιβύης ἢ Ἰβηρίας ἔστιν αὐτοῖς λαβεῖν διὰ Πομπήιον καὶ Μοῦρκον καὶ Ἀηνόβαρβον, ναυσὶν ἑξήκοντα καὶ διακοσίαις ἀποκλείοντας αὐτοῖς τὸ πέλαγος· Μακεδονίαν τε ἐξαναλώκασιν ἤδη καὶ ἐκ μόνης ἄρτι Θεσσαλίας ἔχουσιν, ἣ ἐς πόσον αὐτοῖς ἔτι ἀρκέσει;
ὅταν οὖν αὐτοὺς ἐπειγομένους εἰς μάχην μάλιστα ἴδητε, τότε ἡγεῖσθε διωκομένους ὑπὸ λιμοῦ τὸν ἐν χερσὶ θάνατον αἱρεῖσθαι. ἡμεῖς δʼ ἀντιμηχανησώμεθα αὐτοῖς τὸν λιμὸν ἡμῶν προπολεμεῖν, ἵνʼ ἀσθενεστέροις καὶ τετρυμένοις ἐντύχοιμεν, ὅτε χρή. μηδʼ ἐκφερώμεθα ταῖς προθυμίαις παρὰ καιρόν, μηδὲ βραδυτῆτά τις ἡγείσθω τὴν ἐμπειρίαν ἢ ταχυτῆτα, ἐς τὴν ὀπίσω θάλασσαν ἀφορῶν, ἣ τοσαύτας ἡμῖν ὑπηρεσίας καὶ τροφὰς ἐπιπέμπουσα δίδωσιν ἀκινδύνου νίκης ἐπιτυχεῖν, ἢν ὑπομένητε καὶ μὴ ἀδοξῆτε, εἰ προσπαίξονταί τε ἡμῖν καὶ προκαλοῦνται, οὐκ ἀμείνονες ὄντες, ὡς διέδειξε τὸ ἐχθὲς ἔργον, ἀλλὰ ἕτερον δέος ἰώμενοι. τὴν δὲ προθυμίαν, ἧς νῦν ὑμᾶς ἀξιῶ κρατεῖν, ἀθρόαν ἀπόδοτε, ὅταν αἰτῶμεν. ἐγὼ δʼ ὑμῖν τὰ νικητήρια ἐντελῆ μέν, ὅταν οἱ θεοὶ κρίνωσιν, ἐπὶ ἐντελέσι τοῖς ἔργοις διαλύσομαι· νῦν δὲ τῆς ἐχθὲς ἀρετῆς ἀνὰ χιλίας ἑκάστῳ στρατιώτῃ δραχμὰς ἐπιδίδωμι καὶ τοῖς ἡγεμόσιν ὑμῶν ἀνὰ λόγον.”
ὁ μὲν οὕτως εἶπεν καὶ αὐτίκα διεμέτρει τὴν δωρεὰν κατὰ τέλη· δοκεῖ δέ τισι καὶ Λακεδαίμονα καὶ Θεσσαλονίκην ἐς διαρπαγὴν αὐτοῖς δώσειν ὑποσχέσθαι.