Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Καρσουληίου δὲ καὶ Πάνσα τὰ στενὰ νυκτὸς διαδραμόντων, ἅμα δʼ ἡμέρᾳ μόνοις τοῖς Ἀρείοις καὶ πέντε ἄλλαις τάξεσιν ἐς τὴν χειροποίητον ὁδὸν ἐσβαλόντων, ἔτι καθαρευουσαν πολεμίων, καὶ τὸ ἕλος ἑκατέρωθεν ὂν περισκεπτομένων, ὅ τε δόναξ διακινούμενος ὑπωπτεύετο, καὶ ἀσπὶς ἤδη που καὶ κράνος ἐξέλαμπε, καὶ ἡ στρατηγὶς Ἀντωνίου τάξις αὐτοῖς αἰφνίδιον ἐπεφαίνετο ἐκ τοῦ μετώπου. οἱ δʼ Ἄρειοι περιειλημμένοι τε πάντοθεν καὶ οὐδαμόσε διαδραμεῖν ἔχοντες ἐκέλευον τοὺς νεήλυδας εἰ παραγένοιντο, μὴ συνεφάπτεσθαι σφίσι τῶν πόνων, ὡς μὴ συνταράξειαν αὑτοὺς ὑπὸ ἀπειρίας, τῇ στρατηγίδι δὲ Ἀντωνίου τὴν Καίσαρος στρατηγίδα ἀντέταξαν· αὐτοὶ δὲ ἐς δύο διαιρεθέντες ἐνέβαινον ἐς ἑκάτερον ἕλος, καὶ αὐτοῖς ἐπεστάτουν τῇ μὲν ὁ Πάνσας, τῇ δὲ ὁ Καρσουλήιος. δύο δὲ τῶν ἑλῶν ὄντων δύο ἦσαν οἱ πόλεμοι, τῇ διόδῳ εἰργόμενοι μὴ γινώσκειν τὰ ἀλλήλων· καὶ κατὰ τὴν δίοδον αὐτὴν αἱ στρατηγίδες πόλεμον ἄλλον ἐφʼ ἑαυτῶν ἐπολέμουν. γνώμη δὲ ἦν τοῖς μὲν Ἀντωνίου τοὺς Ἀρείους ἀμύνασθαι τῆς αὐτομολίας οἷα προδότας σφῶν γενομένους, τοῖς δʼ Ἀρείοις ἐκείνους τῆς ὑπεροψίας τῶν ἐν Βρεντεσίῳ διεφθαρμένων. συνειδότες τε ἀλλήλοις τὸ κράτιστον ὡς εἴη τῆς ἑκατέρου στρατιᾶς, ἤλπιζον ἐν τῷδε τῷ ἔργῳ μόνῳ τὸν πόλεμον κρινεῖν. καὶ τοῖς μὲν αἰδὼς ἦν τὸ δύο τέλεσιν οὖσιν διʼ ἑνὸς ἡσσᾶσθαι, τοῖς δὲ φιλοτιμία μόνοις τῶν δύο κρατῆσαι.

οὕτω μὲν ἀλλήλοις ἐπῄεσαν διωργισμένοι τε καὶ φιλοτιμούμενοι, σφίσι μᾶλλον ἢ τοῖς στρατηγοῖς οἰκεῖον ἡγούμενοι τόδε ἔργον· ὑπὸ δὲ ἐμπειρίας οὔτε ἠλάλαξαν ὡς οὐκ ἐκπλήξοντες ἀλλήλους, οὔτε ἐν τῷ πόνῳ τις αὐτῶν ἀφῆκε φωνὴν οὔτε νικῶν οὔτε ἡσσώμενος. περιόδους δὲ οὐκ ἔχοντες οὔτε δρόμους ὡς ἐν ἕλεσι καὶ τάφροις, ἀραρότως συνίσταντο, καὶ οὐδέτεροι τοὺς ἑτέρους ὤσασθαι δυνάμενοι τοῖς ξίφεσιν ὡς ἐν πάλῃ συνεπλέκοντο. πληγή τε οὐδεμία ἦν ἀργός, ἀλλὰ τραύματα καὶ φόνοι καὶ στόνοι μόνον ἀντὶ βοῆς· ὅ τε πίπτων εὐθὺς ὑπεξεφέρετο, καὶ ἄλλος ἀντικαθίστατο. παραινέσεων δὲ ἢ ἐπικελεύσεων οὐκ ἐδέοντο, διʼ ἐμπειρίαν ἕκαστος ἑαυτοῦ στρατηγῶν. ὅτε δὲ καὶ κάμοιεν, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἐς ἀναπνοὴν ὀλίγον ἀλλήλων διίσταντο καὶ αὖθις συνεπλέκοντο. θάμβος τε ἦν τοῖς νεήλυσιν ἐπελθοῦσι, τοιάδε ἔργα σὺν εὐταξίᾳ καὶ σιωπῇ γιγνόμενα ἐφορῶσι.

πονουμένων δὲ ὧδε πάντων ὑπὲρ φύσιν ἀνθρωπίνην, ἡ μὲν στρατηγὶς ἡ Καίσαρος ἅπασα διεφθάρη, τῶν δὲ Ἀρείων οἱ μὲν ὑπὸ τῷ Καρσουληίῳ μᾶλλον ἐκράτουν τῶν κατὰ σφᾶς, οὐκ αἰσχρῶς, ἀλλὰ κατʼ ὀλίγον ἐνδιδόντων, οἱ δὲ ὑπὸ τῷ Πάνσᾳ τὸν αὐτὸν τρόπον ἐβαροῦντο, διεκαρτέρουν δʼ ὅμως ἐπʼ ἴσης ἑκάτεροι, μέχρι Πάνσας ὀβελῷ τὴν λαγόνα τρωθεὶς ἐς Βονωνίαν ἐξεφέρετο. τότε γὰρ οἱ κατʼ αὐτὸν ἀνεχώρουν, ἐπὶ πόδα πρῶτον, εἶτα μεταβαλόντες ὀξύτερον ὡς ἐν φυγῇ. καὶ οἱ νεήλυδες ἰδόντες ἔφευγον ἀτάκτως καὶ μετὰ βοῆς ἐς τὸ χαράκωμα, ὅπερ αὐτοῖς ἐξείργαστο ὁ ταμίας Τορκουᾶτος συνεστώσης ἔτι τῆς μάχης, ὑπονοήσας ἐν χρείᾳ γενήσεσθαι. οἱ μὲν δὴ νεήλυδες ἐς αὐτὸ ἀτάκτως συνειλοῦντο, Ἰταλοὶ μὲν ὄντες ὁμοίως τοῖς Ἀρείοις· ἡ δὲ ἄσκησις ἄρα τοῦ γένους ἐς τοσοῦτον ἀρετῇ διαφέρει. οἱ δὲ Ἄρειοι οὐκ ἐσῆλθον μὲν ἐς τὸ χαράκωμα αὐτοὶ ὑπὸ ἀδοξίας, ἀλλὰ παρʼ αὐτὸ ἔστησαν· κατάκοποι δὲ ὄντες ὤργων ὅμως, εἴ τις ἐπίοι, μέχρι τοῦ ἀναγκαίου τέλους διαγωνίσασθαι. Ἀντώνιος δὲ τῶν μὲν Ἀρείων ἀπέσχετο ὡς ἐπιπόνων, τοῖς δὲ νεήλυσιν ἐπιδραμὼν πολὺν εἰργάζετο φόνον.

Ἵρτιος δὲ ἐν Μουτίνῃ τῆς μάχης πυθόμενος, ἑξήκοντα στάδια ἀπεχούσης, ἵετο δρόμῳ μετὰ τοῦ ἑτέρου τέλους τῶν ἀπὸ Ἀντωνίου μεταστάντων. ἤδη τε ἦν ὀψία δείλη, καὶ οἱ νικήσαντες τῶν Ἀντωνίου παιανίζοντες ἐπανῄεσαν· καὶ αὐτοῖς ὁ Ἵρτιος ἀσυντάκτοις οὖσιν ἐπιφαίνεται συντεταγμένος ὁλοκλήρῳ τέλει καὶ ἀπαθεῖ. οἱ δὲ συνετάχθησαν μὲν αὖθις ὑπʼ ἀνάγκης, καὶ πολλὰ καὶ πρὸς τούσδε ἔργα λαμπρὰ ἐπεδείξαντο· οἷα δὲ ἀκμήτων ἡσσῶντο κεκμηκότες, καὶ τὸ πλεῖστον αὐτῶν μάλιστα τὸ ἔργον Ἱρτίου διέφθειρε, καίπερ οὐ διώκοντος αὐτοὺς ὑπὸ φόβου τῶν ἑλῶν, καὶ τῆς ἑσπέρας ἤδη μελαινομένης διέλυσεν αὐτούς. καὶ τὸ ἕλος ἐπὶ πλεῖστον ἐπεπλήρωτο ὅπλων τε καὶ νεκρῶν καὶ ἀνδρῶν ἡμιθνήτων καὶ τετρωμένων· οἱ δὲ καὶ ἐρρωμένοι σφῶν ὑπὸ τοῦ κόπου κατεφρόνουν. ἱππέες δὲ αὐτοὺς ἐξ Ἀντωνίου περιθέοντες, ὅσοι παρήσπιζον αὐτῷ, διʼ ὅλης τῆς νυκτὸς ἀνελέγοντο καὶ τοὺς μὲν ἀντὶ σφῶν αὐτῶν, τοὺς δὲ σὺν ἑαυτοῖς ἐπὶ τοὺς ἵππους ἀνετίθεντο ἢ τῆς οὐρᾶς ἀντεχομένους παρεκάλουν παρατροχάζειν καὶ βοηθεῖν σφίσιν ἐς τὴν σωτηρίαν. ὧδε μὲν Ἀντωνίῳ καλῶς ἀγωνισαμένῳ διέφθαρτο ἡ ἰσχὺς διὰ Ἵρτιον ἐπελθόντα. καὶ ηὐλίσατο ἐν κώμῃ παρὰ τὸ πεδίον ἀχαρακώτως· ἀγορὰ Κελτῶν ἡ κώμη καλεῖται. ἔπεσον δὲ τῶν μὲν ἄλλων ἀμφὶ τοὺς ἡμίσεας ἑκατέρων, καὶ ἡ στρατηγὶς ἡ Καίσαρος ἅπασα, Ἱρτίου δὲ ὀλίγοι.