Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
καὶ τάδε μὲν περὶ τῶν χρημάτων· τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ ὁ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, ᾧ τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δʼ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα. ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται· οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν ὁ δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, ὅ τι ὁ δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων ὁ δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.
ἀλλʼ ἔκτεινέ τινας τῶν στρατιωτῶν ὁ Ἀντώνιος. αὐτοκράτωρ γε ὢν καὶ ἐς τοῦτο ὑφʼ ὑμῶν κεχειροτονημένος. καὶ οὐδείς πω τῶνδε λόγον ὑπέσχεν αὐτοκράτωρ. οὐ γὰρ ἔκριναν οἱ νόμοι λυσιτελήσειν ἡμῖν τὸν ἄρχοντα τοῖς στρατευομένοις ὑπεύθυνον εἶναι· οὐδʼ ἔστιν ἀπειθείας τι χεῖρον ἐν στρατοπέδῳ, διʼ ἣν καὶ νικῶντές τινες ἀνῃρέθησαν, καὶ οὐδεὶς εὔθυνε τοὺς ἀνελόντας. οὐδὲ τῶν νῦν συγγενὴς οὐδείς, ἀλλὰ Κικέρων ἐπιμέμφεται καὶ φόνου κατηγορῶν πολέμιον κοινὸν ἀντὶ τῶν ὡρισμένων ἐπιτιμίων τοῖς φονεῦσι τίθεται. Ἀντωνίῳ δὲ τὸ στρατόπεδον ὅπως τε ἄτακτον ἦν καὶ ὅπως κατεφρόνει, δηλοῖ καὶ τὰ μεταστάντα αὐτοῦ δύο τέλη, ἃ ὑμεῖς μὲν ἐψηφίσασθε Ἀντωνίῳ στρατεύειν, αὐτομολήσαντα δὲ παρὰ τοὺς στρατιωτικοὺς νόμους, οὐ πρὸς ὑμᾶς, ἀλλʼ ἐς Καίσαρα, ὁ Κικέρων ὅμως ἐπῄνεσε καὶ ἐκ τῶν κοινῶν ἐχθὲς ἐμισθοδότησε· καὶ μή ποτε ὑμᾶς λυπήσειε τὸ παράδειγμα. Κικέρωνα δὲ καὶ ἐς ἀνωμαλίαν ἐξέστησεν ἡ ἔχθρα· κατηγορεῖ γὰρ Ἀντωνίου τυραννίδα καὶ κόλασιν στρατιωτῶν, ἀεὶ τῶν ἐπιβουλευόντων τὰ στρατεύματα θεραπευόντων, οὐ κολαζόντων. ἐπεὶ δὲ οὐκ ὤκνησεν οὐδε τὴν ἄλλην Ἀντωνίου μετὰ Καίσαρα ἀρχὴν ὡς τυραννικὴν διαβαλεῖν, φέρε πύθωμαι καθʼ ἕκαστον ὧδε.
τίνα ἔκτεινεν ὡς τύραννος ἄκριτον ὁ νῦν κινδυνεύων ἀκρίτως; τίνα δʼ ἐξέβαλε τῆς πόλεως; τίνα δὲ ὑμῖν διέβαλεν; ἢ καθʼ ἕνα μὲν τοιόσδε ἦν, ἐπεβούλευε δὲ πᾶσιν ὁμοῦ; πότε, ὦ Κικέρων; ὅτε τὴν ἀμνηστίαν ἐκύρου τῶν γεγονότων; ἢ ὅτε μηδένα διώκεσθαι φόνου; ἢ ὅτε ζήτησιν εἶναι τῶν κοινῶν χρημάτων; ἢ ὅτε Πομπήιον τὸν Πομπηίου τοῦ ὑμετέρου κατεκάλει καὶ τὴν πατρῴαν ἐκ τῶν δημοσίων αὐτῷ διέλυε περιουσίαν; ἢ ὅτε τὸν Ψευδομάριον λαβὼν ἐπιβουλεύοντα ἀπέκτεινε καὶ ἐπῃνέσατε πάντες καὶ τοῦτο μόνον διʼ ὑμᾶς οὐ διέβαλε Κικέρων; ἢ ὅτε ἐψηφίζετο μὴ εἰσηγεῖσθαι περὶ δικτάτορος μηδένα μήτε ἐπιψηφίζειν, ἢ νηποινεὶ πρὸς τοῦ θέλοντος ἀποθνῄσκειν; ταῦτα γάρ ἐστιν, ἃ ἐπολιτεύσατο ἡμῖν Ἀντώνιος ἐν δύο μησίν, οἷς μόνοις ἐπέμεινε τῇ πόλει μετὰ Καίσαρα, ἄρτι μὲν τοῦ δήμου τοὺς φονέας διώκοντος, ἄρτι δὲ ὑμῶν δεδιότων ἐπὶ τοῖς ἐσομένοις· οὗ τίνα καιρόν, εἰ πονηρὸς ἦν, ἀμείνονα εἶχεν;
ἀλλʼ ἐς τὰ ἐναντία· οὐκ ἦρχε. πῶς; οὐ μόνος ἦρχεν ἀποδημήσαντος ἐπὶ Συρίας Δολοβέλλα; οὐ στρατὸν εἶχεν ἕτοιμον ἐν τῇ πόλει τὸν ὑφʼ ἡμῶν αὐτῷ δεδομένον; οὐκ ἐνυκτοφυλάκει τὴν πόλιν; οὐκ ἐνυκτοφυλακεῖτο διὰ τὴν τῶν ἐχθρῶν ἐπιβουλήν; οὐ πρόφασιν εἶχε τὴν σφαγὴν Καίσαρος, φίλου τέ οἱ καὶ εὐεργέτου ὄντος καὶ τῷ δήμῳ μάλιστα ὑπεραρέσκοντος; οὐχ ἑτέραν εἶχεν οἰκείαν, ἐπιβεβουλευμένος ἐς τὸ σῶμα ὑπὸ τῶν ἀνδρῶν; ὧν ἔκτεινε μὲν ἢ ἐφυγάδευσεν οὐδένα, συνέγνω δέ, ὅσον εἶχε μέτρου καλῶς, καὶ διδομένας αὐτοῖς ἡγεμονίας οὐκ ἐφθόνησε δοθῆναι.
τὰ μὲν δὴ μέγιστα, ὦ Ῥωμαῖοι, καὶ ἀναμφίλογα Κικέρωνος ἐς τὸν Ἀντώνιον ἐγκλήματα ὁρᾶτε· ἐπεὶ δέ γε ἐπὶ τοῖς ἐγκλήμασι καὶ μαντεύματα ἐπάγουσιν, ὡς ὁ Ἀντώνιος ἔμελλε μὲν τὸν στρατὸν ἄξειν ἐπὶ τὴν πόλιν, δείσειε δὲ προλαβόντος αὐτὴν ἑτέρῳ στρατῷ Καίσαρος, πῶς οὖν, εἰ τὸ μελλῆσαι μόνον ἐστὶν ἀνδρὸς πολεμίου, τὸν ἐλθόντα καὶ παραστρατοπεδεύσαντα ἡμῖν ἀσήμαντον οὐχ ἡγεῖται πολέμιον; πῶς δʼ, εἴπερ ἤθελεν ὁ Ἀντώνιος, οὐκ ἀφίκετο; ἢ τρισμυρίους ἔχων συντεταγμένους ἔδεισε τρισχιλίους τοὺς ἀμφὶ τὸν Καίσαρα ὄντας ἀνόπλους, ἀσυντάκτους, ἐς μόνας Καίσαρι διαλλαγὰς συνελθόντας καὶ εὐθύς, ὡς ἔγνωσαν πολεμεῖν αἱρούμενον, καταλιπόντας; εἰ δὲ μετὰ τρισμυρίων ἐλθεῖν ἔδεισε, πῶς ἦλθε μετὰ μόνων χιλίων; μεθʼ ὧν αὐτὸν ἐς τὸ Τίβυρον ἐξιόντα πόσοι προεπέμπομεν καὶ πόσοι συνώμνυμεν οὐχ ὁρκούμενοι; πόσους δὲ Κικέρων ἐπαίνους ἐς τὴν πολιτείαν αὐτοῦ καὶ ἀρετὴν ἀνάλισκε; πῶς δʼ αὐτὸς Ἀντώνιος, εἴ τι τοιοῦτον ἐγίγνωσκε, τὰ ἐνέχυρα τὰ νῦν ὄντα πρὸ τοῦ βουλευτηρίου κατέλιπεν ἡμῖν; μητέρα καὶ γυναῖκα καὶ μειράκιον υἱόν; οἳ κλαίουσι καὶ δεδίασι νῦν οὐ τὴν Ἀντωνίου πολιτείαν, ἀλλὰ τὴν τῶν ἐχθρῶν δυναστείαν.