Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.

τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.

διαλυθέντων δὲ μόλις οὕτω καὶ τῶν ἡγεμόνων ἐς ὑπεροψίαν αὐτὸν αἰτιωμένων, ἐξελογεῖτο αὐτοῖς τὴν βουλὴν οὐκ εὐνοίᾳ πρὸς αὑτὸν ἀποκλίνειν μᾶλλον ἢ Ἀντωνίου δέει καὶ στρατιᾶς ἀπορίᾳ, “μέχρι καθέλωμεν ἡμεῖς Ἀντώνιον καὶ οἱ σφαγεῖς φίλοι τε τῇ βουλῇ καὶ συγγενεῖς ὄντες δύναμιν αὐτοῖς συναγάγωσιν· ὧν αἰσθανόμενος ὑπηρετεῖν ὑποκρίνομαι. μὴ δὴ πρότεροι τὴν ὑπόκρισιν ἀποκαλύπτωμεν, ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν αὐτοὶ δέει, μὴ παρʼ ὑμῶν λάβοιμι.” τοιάδε εἰπὼν ἐθεᾶτο γυμνάσια τῶν δύο τελῶν τῶν αὐτομολησάντων ἀπʼ Ἀντωνίου, διαστάντων τε ἐς ἀλλήλους καὶ δρώντων ἀφειδῶς ἔργα πολέμου πάντα πλὴν ἐς μόνον θάνατον. ἡσθεὶς οὖν τῇ θέᾳ καὶ τῆς προφάσεως ἐπιβαίνων ἄσμενος, ἑτέρας αὐτῶν ἑκάστῳ πεντακοσίας δραχμὰς ἐπεδίδου καί, εἴ τις πολέμου χρεία γένοιτο, νικήσασιν ἐπηγγέλλετο πεντακισχιλίας. ὧδε μὲν ὁ Καῖσαρ δαψιλείᾳ δωρεῶν τοὺς μισθοφόρους ἐκρατύνετο.

καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον. Ἀντωνίου δʼ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθʼ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδʼ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ· καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δʼ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δʼ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.

καὶ Δέκμος μὲν ἐπολιορκεῖτο, ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐτήσιον νουμηνίαν ὕπατοι γενόμενοι Ἵρτιός τε καὶ Πάνσας τὴν βουλὴν εὐθὺς ἐπὶ ταῖς θυσίαις ἐν αὐτῷ τῷ ἱερῷ συνῆγον ἐπὶ Ἀντωνίῳ. Κικέρων μὲν δὴ καὶ οἱ Κικέρωνος φίλοι πολέμιον αὐτὸν ἠξίουν ἤδη ψηφίσασθαι, τὴν Κελτικὴν ἀκούσης τῆς βουλῆς ἐς ἐπιτείχισμα τῆς πατρίδος βιαζόμενον ὅπλοις καὶ τὸν ἐπὶ Θρᾷκας αὐτῷ δεδομένον στρατὸν ἐς τὴν Ἰταλίαν διαγαγόντα· ἐπελέγοντο δὲ καὶ τὴν ἄλλην αὐτοῦ μετὰ Καίσαρα προαίρεσιν, ἔν τε τῇ πόλει φανερῶς δορυφορηθέντος ὑπὸ τοσῶνδε λοχαγῶν καὶ περὶ τὴν οἰκίαν ὥσπερ ἄκραν ὅπλοις καὶ συνθήμασι κεχρημένου καὶ τἆλλα σοβαρωτέρου σφίσι φανέντος ἢ κατὰ τὴν ἐτήσιον ἀρχήν. Λεύκιος δὲ Πείσων, ὁ τῷ Ἀντωνίῳ τὴν ἀποδημίαν ἐπιτροπεύων, ἀνὴρ ἐν τοῖς μάλιστα Ῥωμαίων ἐπιφανής, ὅσοι τε ἄλλοι τῷ Πείσωνι διʼ αὐτὸν ἢ διʼ Ἀντώνιον ἢ κατʼ οἰκείαν γνώμην προσετίθεντο, καλεῖν αὐτὸν ἐς κρίσιν ἠξίουν, ὡς οὐ πάτριον σφίσιν ἀκρίτου καταδικάζειν οὐδʼ εὐπρεπὲς τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας, οὗ γε μάλιστα συνεχεῖς ἐπαίνους ἄλλοι τε καὶ Κικέρων αὐτὸς εἶπε πολλάκις. ἡ δὲ βουλὴ τότε μὲν ἀγχώμαλοι ταῖς γνώμαις ἐς νύκτα περιῆλθον, ἅμα δʼ ἕῳ περὶ τῶν αὐτῶν ἐς τὸ βουλευτήριον συνελέγοντο· ἔνθα τῶν Κικερωνείων ἐπιβαρούντων ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι. ἔστι δὲ ἐν τοῖς ἄρχουσιν ὁ κωλύων ἀεὶ δυνατώτερος.