Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο·

“ὅσῃ μὲν εὐνοίᾳ καὶ σπουδῇ πρὸς Καίσαρα περιόντα ἐχρώμην, φιλοκινδυνότατος ἐκ πάντων ἐς τὰς ἐκείνου χρείας γενόμενος, ἴστε σαφῶς, συστρατευσάμενοί τε καὶ τοῖς γιγνομένοις παρατυχόντες· ὅσῃ δʼ αὖ κἀκεῖνος εἰς ἐμὲ χάριτι καὶ προτιμήσει χρώμενος διετέλει, οὐ μαρτυρεῖν ἐμὲ δίκαιον. ἄμφω δὲ ταῦτα καὶ οἱ φονεῖς εἰδότες συνετίθεντο κἀμὲ Καίσαρι συνανελεῖν, ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν. καὶ ὅστις αὐτοὺς μετέπεισε τῆς γνώμης, οὐκ εὐνοίᾳ τῆς ἐμῆς σωτηρίας ἔπεισεν, ἀλλʼ εὐπρεπείᾳ τῆς τυραννοκτονίας, ὡς μὴ δοκῶσι πολλοὺς ὥσπερ ἐχθρούς, ἀλλʼ ἕνα ἀνελεῖν ὡς τύραννον. τίς ἂν οὖν πιστεύσειεν ἐμὲ Καίσαρός τε ἀμελεῖν εὐεργέτου μοι γεγενημένου καὶ προτιμᾶν τοὺς ἐχθροὺς ἐκείνου καὶ τὸν φόνον ἑκόντα χαρίζεσθαι τοῖς ἐμοῖς ἐπιβούλοις, ὡς οἴεται Καῖσαρ ὁ νέος; πόθεν οὖν αὐτοῖς ἀμνηστία τοῦ φόνου καὶ ἡγεμονίαι; ταῦτα γὰρ ἐπικαλεῖν, ἀντὶ τῆς βουλῆς, ἐμοὶ βούλεται. μάθετε, ὡς ἐγένετο.

Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι, σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. τῷ δʼ αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι, καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν, ἵνʼ ὅσων ἔχρῃζον ἀντιλάβοιμι. τὰ δὲ ἦν πόσα καὶ πηλίκα; μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφʼ ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου.

ἆρʼ ὑμῖν ὀλίγα ἢ σμικρὰ τῆς ἀμνηστίας τὴν βουλὴν ἀνταιτῆσαι δοκῶ; ἢ δοῦναι ἂν αὐτὰ ἡ βουλὴ χωρὶς τῆς ἀμνηστίας; ἦν μὲν δὴ καὶ καθαρῶς ἀντιδοῦναι τάδε τ́ῶνδε ἄξιον καὶ φείσασθαι σὺν ἀληθεῖ γνώμῃ φονέων ἀνδρῶν ὑπὲρ ἀθανάτου Καίσαρος δόξης καὶ ἡμῶν ἀσφαλοῦς σωτηρίας· οὐ μὴν ἐγὼ μετὰ τῆσδε τῆς γνώμης ἐποίουν, ἀλλʼ ἀνατιθέμενος τὴν δίκην. ἐπεί γέ τοι τῆς βουλῆς ἐς ἃ πρῶτα ἔχρῃζον ἐκράτησα καὶ οἱ σφαγεῖς ὡς ἐν ἀμερίμνῳ μεθεῖντο, ἀνεθάρρησα καὶ τὴν ἀμνηστίαν παρέλυον, οὐ ψηφίσμασιν ἢ δόγμασιν (οὐ γὰρ ἦν), ἀλλʼ ἀσήμῳ δημοκοπίᾳ, τὸ σῶμα τοῦ Καίσαρος ἐπὶ προφάσει τῆς ταφῆς ἐς τὴν ἀγορὰν ἐκφέρων καὶ τὰ τραύματα ἀπογυμνῶν καὶ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἐσθῆτα ἐπιδεικνὺς ᾑμαγμένην τε καὶ κατακεκομμένην καὶ τὴν ἀρετὴν καὶ τὸ φιλόδημον αὐτοῦ παλιλλογῶν, ἐκπαθῶς ἐν μέσῳ καὶ ὀδυρόμενος μὲν ὡς ἀνῃρημένον, κατακαλῶν δʼ ὡς θεόν. τάδε γάρ μου τὰ ἔργα καὶ ῥήματα ἠρέθισε τὸν δῆμον, καὶ τὸ πῦρ ἧψε μετὰ τὴν ἀμνηστίαν, καὶ ἐς τὰς οἰκίας τῶν ἐχθρῶν ἔπεμψε καὶ τοὺς ἄνδρας ἐξέβαλε τῆς πόλεως. τοῦτο δʼ ὅπως ἀντιπραττούσης καὶ λυπουμένης τῆς βουλῆς ἐγένετο, αὐτίκα ἔδειξαν, ἐμὲ μὲν αἰτιώμενοι τῆς δημοκοπίας, τοὺς δὲ φονέας ἐκπέμψαντες ἐπὶ τὰς τῶν ἐθνῶν ἡγεμονίας, Βροῦτον δὲ καὶ Κάσσιον ἐς Συρίαν καὶ Μακεδονίαν, αἳ μεσταὶ μεγάλων στρατῶν ἦσαν, ἐπείγεσθαι καὶ πρὸ τοῦ δεδομένου χρόνου διδάξαντες ἐπὶ προφάσει φροντίδος σίτου. ἕτερον δή με δέος ἔτι μεῖζον ἐπελάμβανεν, οὐκ ἔχοντά πω στρατὸν ἴδιον οὐδένα, μὴ πρὸς ἐνόπλους τοσούσδε ἄνοπλοι καθιστώμεθα. καὶ ὁ σύναρχος ὕποπτος ἦν, ἐμοί τε διάφορος ὢν αἰεὶ καὶ ὑποκρινόμενος ἐπιβουλεῦσαι τῷ Καίσαρι καὶ τὴν ἡμέραν τοῦ φόνου γενέθλιον τῇ πόλει τιθέμενος.

ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδʼ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντʼ ἂν οὐδʼ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδʼ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δʼ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθʼ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.

γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην· ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. ταῦτα δʼ ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ· ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετʼ ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα. καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.

οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς ἐχθρούς· ὧν ἐκφανέντων ἀνεφάνη καὶ ἡ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. ὁρᾶτε γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με τὴν Κελτικὴν ἤδη δεδομένην. ἴστε, ἃ γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς μετʼ ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. ἀλλὰ σὺν θεοῖς τε πατρῴοις καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθʼ ὧν καὶ ὁ Καῖσαρ ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες.

ταῦτά μοι γιγνόμενα μέν, ὦ συστρατιῶται, ἔτι ἔχρῃζον ἀπόρρητα εἶναι, γενόμενα δὲ ἐξενήνεκται πρὸς ὑμᾶς, οὓς ἐγὼ καὶ ἔργου καὶ λόγου κοινωνοὺς ἐς ἅπαντα τίθεμαι. καὶ τοῖς ἄλλοις, εἴ τινες αὐτὰ οὐ συνορῶσι, μεταφέρετε, πλὴν μόνου Καίσαρος ἀχαρίστως ἐς ἡμᾶς ἔχοντος.”

τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετʼ ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους, ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. οὐ πολὺ δὲ ὕστερον ὁ Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν μεταφέρωι ἐς τὸ σῶμα. ὅ τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ ἀγανάκτησις ἦν. ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾔδεσαν Καίσαρι συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν· ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα ὑπὸ τῆς βουλῆς. ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι· τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθʼ ἑκάστην ἡμέραν ὁ Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἢ ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ σῶμα ἐπιβεβουλεῦσθαι.

ὁ δὲ Καῖσαρ καὶ πρὸς οὕτως ἔχοντας ἐξέτρεχε σὺν ὀργῇ μανιώδει καὶ ἐβόα αὐτὸς ἐπιβουλεύεσθαι πρὸς Ἀντωνίου ἐς τὴν παρὰ τῷ δήμῳ φιλίαν ἔτι οἱ μόνην οὖσαν· ἐπί τε τὰς θύρας τοῦ Ἀντωνίου δραμὼν τὰ αὐτὰ ἐβόα καὶ θεοὺς ἐμαρτύρετο καὶ ἀρὰς ἠρᾶτο πάσας καὶ ἐς δίκην ἐλθεῖν προυκαλεῖτο. οὐδενὸς δὲ προϊόντος, “ἐν τοῖς φίλοις,” ἔφη, “δέχομαι τοῖς σοῖς κριθῆναι,” καὶ εἰπὼν ἐπέτρεχεν ἔσω. κωλυθεὶς δὲ αὖθις ᾤμωζε καὶ ἐλοιδορεῖτο αὐτῷ καὶ τοῖς περὶ θύρας ἠγανάκτει κωλύουσι τὸν Ἀντώνιον ἐλεγχθῆναι. ἀπιών τε τὸν δῆμον ἐμαρτύρετο, εἴ τι πάθοι, πρὸς Ἀντωνίου δολοφονεῖσθαι. λεγομένων δὲ τῶνδε σὺν πάθει πολλῷ μετέπιπτε τὸ πλῆθος, καί τις αὐτοῖς τῆς πρὶν δόξης μετάνοια ἐνεγίγνετο. εἰσὶ δὲ οἳ καὶ τότε ἀπιστοῦντες ὤκνουν ἑκατέρῳ τὸ πιστὸν νέμειν, καί τινες ὑπόκρισιν ἀμφοῖν τὰ γιγνόμενα διέβαλλον εἶναι, συνθεμένων μὲν ἄρτι ἐν ἱερῷ, μηχανωμένων δὲ ταῦτα ἐπὶ τοὺς ἐχθρούς. οἱ δὲ αὐτὰ τὸν Ἀντώνιον ἡγοῦντο ἐπινοεῖν εἰς ἀφορμὴν φρουρᾶς πλείονος ἢ ἐς ἀλλοτρίωσιν τῶν κληρουχιῶν Καίσαρι.

ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, ὁ μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. δείσας δὲ ὁ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾔει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δʼ ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν· ἐπιδοὺς δʼ ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλʼ ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφʼ ἑνὶ σημείῳ. οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθʼ ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δʼ ὡς χρησόμενοι κατʼ Ἀντωνίου Καίσαρι ἠσμένιζον· οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων.