Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.

ἐφʼ οἷς οἱ φίλοι ἐκ Ῥώμης ὑπετίθεντο ταῦτα, ὥστε οἱ μὲν ἐς φυλακὴν τοῦ σώματος αὐτὸν ἠξίουν ἐπὶ τὸν ἐν Μακεδονίᾳ στρατὸν καταφυγεῖν καί, ὅτε μάθοι μὴ κοινὸν εἶναι τὸ ἔργον, ἐπιθαρρήσαντα τοῖς ἐχθροῖς ἀμύνειν τῷ Καίσαρι· καὶ ἦσαν οἳ καὶ τῶν ἡγεμόνων αὐτὸν ἐλθόντα φυλάξειν ὑπεδέχοντο· ἡ δὲ μήτηρ καὶ Φίλιππος, ὃς εἶχεν αὐτήν, ἀπὸ Ῥώμης ἔγραφον μήτε ἐπαίρεσθαι μήτε θαρρεῖν πω μεμνημένον, οἷα Καῖσαρ ὁ παντὸς ἐχθροῦ κρατήσας ὑπὸ τῶν φιλτάτων μάλιστα πάθοι, τὰ δὲ ἰδιωτικώτερα ὡς ἐν τοῖς παροῦσιν ἀκινδυνότερα αἱρεῖσθαι μᾶλλον καὶ πρὸς σφᾶς ἐς Ῥώμην ἐπείγεσθαι φυλασσόμενον. οἷς Ὀκτάουιος ἐνδοὺς διὰ τὴν ἔτι ἄγνοιαν τῶν ἐπὶ τῷ θανάτῳ γενομένων, τοὺς ἡγεμόνας τοῦ στρατοῦ δεξιωσάμενος διέπλει τὸν Ἰόνιον, οὐκ ἐς τὸ Βρεντέσιον ʽοὔπω γάρ τινα τοῦ ἐκεῖθι στρατοῦ πεῖραν εἰληφὼς πάντα ἐφυλάσσετὀ, ἀλλʼ ἐς ἑτέραν οὐ μακρὰν ἀπὸ τοῦ Βρεντεσίου πόλιν, ἐκτὸς οὖσαν ὁδοῦ, ᾗ ὄνομα Λουπίαι. ἐνταῦθα οὖν ἐνηυλίσατο διατρίβων.

ὡς δέ οἱ τά τε ἀκριβέστερα περὶ τοῦ φόνου καὶ τοῦ δημοσίου πάθους τῶν τε διαθηκῶν καὶ τῶν ἐψηφισμένων ἦλθε τὰ ἀντίγραφα, οἱ μὲν ἔτι μᾶλλον αὐτὸν ἠξίουν τοὺς ἐχθροὺς Καίσαρος δεδιέναι, υἱόν τε αὐτοῦ καὶ κληρονόμον ὄντα, καὶ παρῄνουν ἅμα τῷ κλήρῳ τὴν θέσιν ἀπείπασθαι· ὁ δὲ καὶ ταῦτά οἱ καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι αἰσχρὸν ἡγούμενος ἐς τὸ Βρεντέσιον ᾔει, προπέμψας καὶ διερευνησάμενος, μή τις ἐκ τῶν φονέων ἐγκαθέζοιτο ἐνέδρα. ὡς δὲ αὐτῷ καὶ ὁ ἐνθάδε στρατὸς οἷα Καίσαρος υἱὸν δεξιούμενος ἀπήντα, θαρρήσας ἔθυε καὶ εὐθὺς ὠνομάζετο Καῖσαρ. ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς τὰ τῶν θεμένων ὀνόματα ἐπιλαμβάνειν. ὁ δὲ οὐκ ἐπέλαβεν, ἀλλὰ καὶ τὸ αὑτοῦ καὶ τὸ πατρῷον ὅλως ἐνήλλαξεν, ἀντὶ Ὀκταουίου παιδὸς Ὀκταουίου Καῖσαρ εἶναι καὶ Καίσαρος υἱός, καὶ διετέλεσεν οὕτω χρώμενος. εὐθύς τε ἐς αὐτὸν ἄθρουν καὶ πανταχόθεν ὡς ἐς Καίσαρος υἱὸν πλῆθος ἀνθρώπων συνέθεον, οἱ μὲν ἐκ φιλίας Καίσαρος, οἱ δὲ ἐξελεύθεροι καὶ θεράποντες αὐτοῦ, καὶ ἕτεροι στρατιῶται σὺν αὐτοῖς, οἱ μὲν ἀποσκευὰς ἢ χρήματα φέροντες ἐς τὴν Μακεδονίαν, οἱ δὲ ἕτερα χρήματα καὶ φόρους ἐξ ἐθνῶν ἄλλων ἐς τὸ Βρεντέσιον.

ὁ δὲ καὶ τῷ πλήθει τῶν εἰς αὐτὸν ἀφικνουμένων καὶ τῇ Καίσαρος αὐτοῦ δόξῃ τε καὶ τῇ πάντων εἰς ἐκεῖνον εὐνοία θαρρῶν ὥδευεν ἐς Ῥώμην σὺν ἀξιολόγῳ πλήθει, αὐξομένῳ μᾶλλον ἑκάστης ἡμέρας οἷα χειμάρρῳ, φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ διʼ αὐτὸ καὶ μάλιστα ὑφορώμενος, ἀρτιγνώστων οἱ τῶν συνόντων σχεδὸν ὄντων ἁπάντων. τὰ δὲ τῶν πόλεων τῶν μὲν ἄλλων οὐ πάντῃ πρὸς αὐτὸν ἦν ὁμαλά· οἱ δὲ τῷ Καίσαρι στρατευσάμενοί τε καὶ ἐς κληρουχίας διῃρημένοι συνέτρεχον ἐκ τῶν ἀποικιῶν ἐπὶ χάριτι τοῦ μειρακίου καὶ τὸν Καίσαρα ὠλοφύροντο καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν οὐκ ἐπεξιόντα τηλικούτῳ μύσει καὶ σφᾶς ἔλεγον, εἴ τις ἡγοῖτο, ἀμυνεῖν. οὓς ὁ Καῖσαρ ἐπαινῶν καὶ ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν. ὄντι δʼ αὐτῷ περὶ Ταρρακίνας, ἀπὸ τετρακοσίων που Ῥώμης σταδίων, ἀγγέλλεται Κάσσιός τε καὶ Βροῦτος ἀφῃρημένοι πρὸς τῶν ὑπάτων Συρίαν καὶ Μακεδονίαν καὶ ἐς παρηγορίαν βραχύτερα ἔτερα Κυρήνην καὶ Κρήτην ἀντειληφότες, φυγάδων τέ τινων κάθοδοι καὶ Πομπηίου μετάκλησις καὶ ἀπὸ τῶν Καίσαρος ὑπομνημάτων ἔς τε τὴν βουλὴν ἐγγραφαί τινων καὶ ἕτερα πολλὰ γιγνόμενα.

ὡς δʼ ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ· ὁ δὲ καὶ ταῦτʼ ἐπράυνεν, αὐτὸς ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἷα νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός πω τοὺς ἀνδροφόνους διώκοντος· ἀλλʼ ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον ἴσως. εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν.

Ἀπερρήγνυ τε λήγων τοῦ λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἴη μόνον, ἀλλὰ καὶ θνῄσκειν, εἰ προκριθεὶς ἐκ πάντων ἐς τοσαῦτα ὑπὸ τοῦ Καίσαρος ἀντάξιος αὐτοῦ φαίνοιτο φιλοκινδυνοτάτου γεγονότος. τά τε τοῦ Ἀχιλλέως, ὑπόγυά οἱ τότε ὄντα μάλιστα, ἐς τὴν μητέρα ὥσπερ ἐς τὴν Θέτιν ἐπιστρεφόμενος ἔλεγεν·

αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμύνειν.

καὶ τόδε εἰπὼν Ἀχιλλεῖ μὲν ἔφη κόσμον ἀθάνατον ἐκ πάντων εἶναι τοῦτο τὸ ἔπος, καὶ τὸ ἔργον αὐτοῦ μάλιστα· αὐτὸς δʼ ἀνεκάλει τὸν Καίσαρα οὐχ ἑταῖρον, ἀλλὰ πατέρα, οὐδὲ συστρατιώτην, ἀλλʼ αὐτοκράτορα, οὐδὲ πολέμου νόμῳ πεσόντα, ἀλλʼ ἀθεμίστως ἐν βουλευτηρίῳ κατωκοπέντα.

ἐφʼ οἷς αὐτὸν ἡ μήτηρ, ἐς ἡδονὴν ἐκ τοῦ δέους ὑπαχθεῖσα, ἠσπάζετο ὡς μόνον ἄξιον Καίσαρος καὶ λέγειν ἔτι ἐπισχοῦσα ἐπέσπερχεν ἐς τὰ ἐγνωσμένα σὺν τῇ τύχῃ. παρῄνει γε μὴν ἔτι τέχνῃ καὶ ἀνεξικακίᾳ μᾶλλον ἢ φανερᾷ θρασύτητί πω χρῆσθαι. καὶ ὁ Καῖσαρ ἐπαινέσας καὶ πράξειν ὑποσχόμενος οὕτως, αὐτίκα τῆς ἑσπέρας ἐς τοὺς φίλους περιέπεμπεν, ἐς ἕω συγκαλῶν ἕκαστον ἐς τὴν ἀγορὰν μετὰ πλήθους. ἔνθα Γάιον Ἀντώνιον τὸν ἀδελφὸν Ἀντωνίου, στρατηγοῦντα τῆς πόλεως, ὑπαντιάσας ἔφη δέχεσθαι τὴν θέσιν τοῦ Καίσαρος· ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς. ἀπογραψαμένων δὲ τῶν δημοσίων τὸ ῥῆμα, εὐθὺς ἐκ τῆν ἀγορᾶς ἐς τὸν Ἀντώνιον ἐχώρει. ὁ δὲ ἦν ἐς κήποις, οὓς ὁ Καῖσαρ αὐτῷ δεδώρητο Πομπηίου γενομένους. διατριβῆς δὲ ἀμφὶ τὰς θύρας πλείονος γενομένης ὁ μὲν Καῖσαρ καὶ τάδε ἐς ὑποψίαν Ἀντωνίου τῆς ἀλλοτριώσεως ἐτίθετο, εἰσκληθέντος δέ ποτε ἦσαν προσαγορεύσεις τε καὶ περὶ ἀλλήλων πύσματα εἰκότα.

ὡς δὲ ἤδη λέγειν ἔδει περὶ ὧν ἦσαν ἐν χρείᾳ, ὁ Καῖσαρ εἶπεν·

“ἐγὼ δέ, πάτερ Ἀντώνιε (πατέρα γὰρ εἶναι σέ μοι δικαιοῦσιν αἵ τε Καίσαρος ἐς σὲ εὐεργεσίαι καὶ ἡ σὴ πρὸς ἐκεῖνον χάρις), τῶν σοι πεπραγμένων ἐπʼ ἐκείνῳ τὰ μὲν ἐπαινῶ καὶ χάριν αὐτῶν ὀφλήσω, τὰ δʼ ἐπιμέμφομαι, καὶ λελέξεται μετὰ παρρησίας, ἐς ἣν ἡ λύπη με προάγει. κτεινομένῳ μὲν οὐ παρῆς, τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν ἢ συνεκινδύνευες ὅμοια παθεῖν· ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς. ψηφιζομένων δέ τινων αὐτοῖς ὡς ἐπὶ τυράννῳ γέρα ἀντεῖπας ἐγκρατῶς· καὶ τοῦδέ σοι χάριν οἶδα λαμπράν, εἰ καὶ τοὺς ἄνδρας ἔγνως συνανελεῖν σε βεβουλευμένους, οὐχ, ὡς ἡμεῖς ἡγούμεθα, τιμωρὸν ἐσόμενον Καίσαρι, ἀλλʼ, ὡς αὐτοὶ λέγουσι, τῆς τυραννίδος διάδοχον. ἅμα δʼ οὐκ ἦσαν ἐκεῖνοι τυραννοκτόνοι, εἰ μὴ καὶ φονεῖς ἦσαν· διὸ καὶ ἐς τὸ Καπιτώλιον συνέφυγον ὡς ἐς ἱερὸν ἁμαρτόντες ἱκέται ἢ ὡς ἐς ἀκρόπολιν ἐχθροί. πόθεν οὖν αὐτοῖς ἀμνηστία καὶ τὸ ἀνεύθυνον τοῦ φόνου, ἢ τῆς βουλῆς καὶ τοῦ δήμου ει τινες ἐφθάρατο ὑπʼ ἐκείνων; καὶ σὲ τὸ τῶν πλεόνων ὁρᾶν ἐχρῆν, ὕπατον ὄντα. ἀλλὰ καὶ θάτερα βουλομένῳ σοι ἡ ἀρχὴ συνελάμβανε, τιμωρουμένῳ τηλικοῦτον ἄγος καὶ τοὺς πλανωμένους μεταδιδάσκοντι. σὺ δὲ καὶ ὅμηρα τῆς ἀδείας, οἰκεῖα αὐτοῦ σοῦ, τοῖς ἀνδροφόνοις ἔπεμψας ἐς τὸ Καπιτώλιον.

ἀλλʼ ἔστω καὶ ταῦτα τοὺς διεφθαρμένους σε βιάσασθαι. ὅτε μέντοι τῶν διαθηκῶν ἀναγνωσθεισῶν καὶ αὐτοῦ σοῦ δίκαιον ἐπιτάφιον εἰπόντος ὁ δῆμος ἐν ἀκριβεῖ Καίσαρος μνήμῃ γενόμενοι πῦρ ἐπʼ αὐτοὺς ἔφερον, καὶ φεισάμενοι χάριν τῶν γειτόνων ἐς τὴν ἐπιοῦσαν ἥξειν ἐπὶ ὅπλα συνέθεντο, πῶς οὐχὶ τῷ δήμῳ συνέπραξας καὶ ἐστρατήγησας τοῦ πυρὸς ἢ τῶν ὅπλων ἢ δίκην γε τοῖς ἀνδροφόνοις ἐπέγραψας, εἰ δίκης ἔδει κατὰ αὐτοφώρων, καὶ φίλος ὢν Καίσαρι καὶ ὕπατος καὶ Ἀντώνιος;

ἀλλὰ Μάριος μὲν ἐξ ἐπιτάγματος ἀνῃρέθη κατὰ τὸ τῆς ἀρχῆς μέγεθος, ἀνδροφόνους δὲ ἐκφυγεῖν ὑπερεῖδες καὶ ἐς ἡγεμονίας ἐνίους διαδραμεῖν, ἃς ἀθεμίστως ἔχουσι τὸν δόντα ἀνελόντες. Συρίαν μὲν δὴ καὶ Μακεδονίαν εὖ ποιοῦντες οἱ ὕπατοι, σὺ καὶ Δολοβέλλας, καθισταμένων ἄρτι τῶν πραγμάτων περιεσπάσατε ἐς ἑαυτούς. καὶ τοῦδέ σοι χάριν ᾔδειν ἄν, εἰ μὴ αὐτίκα Κυρήνην καὶ Κρήτην αὐτοῖς ἐψηφίσασθε καὶ φυγάδας ἠξιώσατε ἡγεμονίαις αἰεὶ κατʼ ἐμοῦ δορυφορεῖσθαι· Δέκμον τε τὴν ἐγγὺς Κελτικὴν ὑπερορᾶτε ἔχοντα, καὶ τόνδε τοῖς ἄλλοις ὁμοίως αὐθέντην τοὐμοῦ πατρὸς γενόμενον. ἀλλὰ καὶ τάδε τὴν βουλὴν ἐρεῖ τις ἐγνωκέναι. σὺ δʼ ἐπεψήφιζες καὶ προυκάθησο τῆς βουλῆς, ᾧ μάλιστα πάντων ἥρμοζε διὰ σαυτὸν ἀντειπεῖν· τὸ γὰρ ἀμνηστίαν δοῦναι τὴν σωτηρίαν ἦν ἐκείνοις χαριζομένων μόνον, τὸ δὲ ἡγεμονίας αὖθις ψηφίζεσθαι καὶ γέρα ὑβριζόντων Καίσαρα καὶ τὴν σὴν γνώμην ἀκυρούντων.

ἐπὶ τάδε με δὴ τὸ πάθος ἐξήνεγκε παρὰ τὸ ἁρμόζον ἴσως ἐμοὶ τῆς τε ἡλικίας καὶ τῆς πρὸς σὲ αἰδοῦς. εἴρηται δʼ ὅμως ὡς ἐς ἀκριβέστερον φίλον Καίσαρι καὶ πλείστης ὑπʼ ἐκείνου τιμῆς καὶ δυνάμεως ἠξιωμένον καὶ τάχα ἂν αὐτῷ καὶ θετὸν γενόμενον, εἰ ᾔδει σε δεξόμενον Αἰνεάδην ἀντὶ Ἡρακλείδου γενέσθαι· τοῦτο γὰρ αὐτὸν --- ἐνδοιάσαι, πολὺν τῆς διαδοχῆς λόγον ποιούμενον.

ἐς δὲ τὸ μέλλον, ὦ Ἀντώνιε, πρὸς θεῶν τε φιλίων καὶ πρὸς αὐτοῦ σοι Καίσαρος, εἰ μέν τι καὶ τῶν γεγονότων μεταθέσθαι θέλεις (δύνασαι γάρ, εἰ θέλεις)· εἰ δὲ μή, τά γε λοιπὰ τοὺς φονέας ἀμυνομένῳ μοι μετὰ τοῦ δήμου καὶ τῶνδε τῶν ἔτι μοι πατρικῶν φίλων συνίστασθαι καὶ συνεργεῖν· εἰ δέ σε τῶν ἀνδρῶν τις ἢ τῆς βουλῆς αἰδὼς ἔχει, μὴ ἐπιβαρεῖν. καὶ τάδε μὲν ἀμφὶ τούτων· οἶσθα δʼ, ὅπως ἔχει μοι καὶ τὰ οἴκοι, δαπάνης τε ἐς τὴν διανομήν, ἣν ὁ πατὴρ ἐκέλευσε τῷ δήμῳ δοθῆναι, καὶ ἐπείξεως ἐς αὐτήν, ἵνα μὴ βραδύνων ἀχάριστος εἶναι δοκοίην μηδʼ ὅσοι καταλεχθέντες εἰς τὰς ἀποικίας ἐπιμένουσι τῇ πόλει, διʼ ἐμὲ τρίβοιντο. ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπʼ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρʼ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δʼ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενον. τὰ δὲ λοιπὰ τῆς δαπάνης, εἰ μὲν θαρρήσαιμί σοι, παρὰ σοῦ ἂν ἴσως ἢ διὰ σοῦ δανεισαίμην ἐκ τῶν δημοσίων χρημάτων, ἂν διδῷς· διαπεπράσεται δὲ αὐτίκα καὶ ἡ οὐσία.”

τοιαῦτα τοῦ Καίσαρος εἰπόντος ο Ἀντώνιος κατεπλάγη, τῆς τε παρρησίας καὶ τῆς εὐτολμίας παρὰ δόξαν οἱ πολλῆς καὶ παρʼ ἡλικίαν φανείσης· χαλεψάμενος δὲ τοῖς τε λόγοις οὐχ ὅσον ἔδει τὸ πρέπον ἐς αὐτὸν ἐσχηκόσι καὶ μάλιστα τῶν χρημάτων τῇ ἀπαιτήσει, αὐστηρότερον αὐτὸν ὧδε ἠμείψατο·

“εἰ μὲν ὁ Καῖσάρ σοι μετὰ κλήρου καὶ τῆς ἐπωνυμίας, ὦ παῖ, καὶ τὴν ἡγεμονίαν κατέλιπεν, εἰκὸς σὲ τῶν κοινῶν τοὺς λογισμοὺς αἰτεῖν κἀμὲ ὑπέχειν. εἰ δὲ οὐδενί πω Ῥωμαῖοι τὴν ἡγεμονίαν ἔδοσαν ἐκ διαδοχῆς, οὐδὲ τῶν βασιλέων, οὓς ἐκβαλόντες ἐπώμοσαν μηδʼ ἄλλων ἔτι ἀνέξεσθαι, ʽὃ καὶ τῷ πατρί σου μάλιστα οἱ φονεῖς ἐπιλέγοντες φασὶν ἀνελεῖν αὐτὸν βασιλιζόμενον, οὐχ ἡγούμενον ἔτἰ, ἐμοὶ μὲν οὐδʼ ἀποκρίσεως δεῖ πρὸς σὲ περὶ τῶν κοινῶν, τῷ δʼ αὐτῷ λόγῳ καὶ σὲ κουφίζω, μὴ χάριν ὀφείλειν ἡμῖν ἐπʼ αὐτοῖς. ἐπράσσετο γὰρ οὐ σοῦ χάριν, ἀλλὰ τοῦ δήμου, πλὴν ἑνὸς τοῦ μεγίστου δὴ μάλιστα πάντων ἔς τε Καίσαρα καὶ σὲ ἔργου. εἰ γὰρ τοῦ κατʼ ἐμαυτὸν ἕνεκα ἀδεοῦς καὶ ἀνεπιφθόνου περιεῖδον ἐγὼ τιμὰς ψηφιζομένας τοῖς φονεῦσιν ὡς τυραννοκτόνοις, τύραννος ὁ Καῖσαρ ἐγίγνετο, ᾧ μήτε δόξης μήτε τιμῆς τινος ἢ τῶν ἐγνωσμένων βεβαιώσεως ἔτι μετῆν. οὐ διαθήκας εἶχεν ἄν, οὐ παῖδα, οὐκ οὐσίαν, οὐκ αὐτὸ τὸ σῶμα ταφῆς ἀξιούμενον, οὐδὲ ἰδιώτου· ἄταφα γὰρ οἱ νόμοι τὰ σώματα τῶν τυράννων ὑπερορίζουσι καὶ τὴν μνήμην ἀτιμοῦσι καὶ δημεύουσι τὴν περιουσίαν.

ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδʼ ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν, πρός τε ἄνδρας ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπʼ ἐμὲ συνομωμοσμένους πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. ἀλλὰ καὶ ταῦτα κινδυνεύειν καὶ παθεῖν ὁτιοῦν ᾑρούμην ἑκὼν μᾶλλον ἢ ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφʼ ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. τοῖς δʼ αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα, περιουσίαν. ὧν σε δικαιότερον ἦν ἐμοὶ χάριν εἰδέναι μᾶλλον ἢ τὰ ἐκλειφθέντα εἰς τὴν τῆς βουλῆς παρηγορίαν ἢ ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, ἢ κατʼ ἄλλας χρείας ἢ λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα.

καὶ τάδε μὲν ἀρκέσει σοι περὶ τῶνδε εἰρῆσθαι· ἐνσημαίνῃ δὲ καὶ τῆς ἡγεμονίας με ἐπιθυμεῖν, οὐκ ἐπιθυμοῦντα μέν, οὐκ ἀπάξιον δὲ ἡγούμενον εἶναι, καὶ ἄχθεσθαι μὴ τυχόντα τῶν διαθηκῶν τῶν Καίσαρος, ὁμολογῶν μοι καὶ τὸ τῶν Ἡρακλειδῶν γένος ἀρκεῖν.

περὶ δὲ τῶν σῶν χρειῶν, ἐθέλοντα μέν σε ἐκ τῶν δημοσίων δανείσασθαι ἡγούμην ἂν εἰρωνείαν λέγειν, εἰ μὴ πιθανὸν ἦν ἔτι ἀγνοεῖν σε κενὰ πρὸς τοῦ πατρὸς ἀπολελεῖφθαι τὰ κοινὰ ταμιεῖα, τῶν προσόδων, ἐξ οὗ παρῆλθεν ἐπὶ τὴν ἀρχήν, ἐς αὐτὸν ἀντὶ τοῦ ταμιείου συμφερομένων καὶ εὑρεθησομένων αὐτίκα ἐν τῇ Καίσαρος περιουσίᾳ, ὅταν αὐτὰ ζητεῖν ψηφισώμεθα. ἄδικον γὰρ οὐδὲν τοῦτο ἐς τὸν Καίσαρα ἔσται, τεθνεῶτά τε ἤδη καὶ οὐκ ἂν εἰπόντα ἄδικον εἶναι, εἰ καὶ ζῶν ᾐτεῖτο τοὺς λογισμούς, ἐπεὶ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἀμφισβητοῦσί σοι καθʼ ἕνα τῆς οὐσίας οὐκ ἀδήριτον αὐτὴν ἔχων γνώσῃ. τῶν δὲ μετενεχθέντων πρός με χρημάτων οὔτε τὸ πλῆθός ἐστιν, ὅσον εἰκάζεις, οὔτε τι νῦν ἔστι παρʼ ἐμοί, πάντα τῶν ἐν ἀρχαῖς καὶ δυνάμει, πλὴν Δολοβέλλα καὶ τῶν ἐμῶν ἀδελφῶν νειμαμένων μὲν εὐθὺς ὡς τυράννου, διʼ ἐμὲ δὲ μετατεθέντων ἐς χάριν τῶν ὑπὲρ Καίσαρος ἐψηφισμένων, ἐπεὶ καὶ σὺ τὰ λοιπὰ φέρων οἴσεις ἀντὶ τοῦ δήμου τοῖς δυσχεραίνουσιν, ἂν σωφρονῇς. οἱ μὲν γὰρ ἐκπέμψουσιν, ἂν συμφρονῶσι, τὸν δῆμον ἐπὶ τὰς ἀποικίας· ὁ δὲ δῆμός ἐστιν, ὥσπερ καὶ σὺ τῶν Ἑλληνικῶν ἀρτιδίδακτος ὢν ἔμαθες, ἀστάθμητον ὥσπερ ἐν θαλάσσῃ κῦμα κινούμενον· ὁ μὲν ἦλθεν, ὁ δʼ ἀπῆλθεν. ᾧ λόγῳ καὶ τῶν ἡμετέρων αἰεὶ τοὺς δημοκόπους ὁ δῆμος ἐπὶ πλεῖστον ἐξάρας ἐς γόνυ ἔρριψε.”