Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐς δὲ τὸ μέλλον, ὦ Ἀντώνιε, πρὸς θεῶν τε φιλίων καὶ πρὸς αὐτοῦ σοι Καίσαρος, εἰ μέν τι καὶ τῶν γεγονότων μεταθέσθαι θέλεις (δύνασαι γάρ, εἰ θέλεις)· εἰ δὲ μή, τά γε λοιπὰ τοὺς φονέας ἀμυνομένῳ μοι μετὰ τοῦ δήμου καὶ τῶνδε τῶν ἔτι μοι πατρικῶν φίλων συνίστασθαι καὶ συνεργεῖν· εἰ δέ σε τῶν ἀνδρῶν τις ἢ τῆς βουλῆς αἰδὼς ἔχει, μὴ ἐπιβαρεῖν. καὶ τάδε μὲν ἀμφὶ τούτων· οἶσθα δʼ, ὅπως ἔχει μοι καὶ τὰ οἴκοι, δαπάνης τε ἐς τὴν διανομήν, ἣν ὁ πατὴρ ἐκέλευσε τῷ δήμῳ δοθῆναι, καὶ ἐπείξεως ἐς αὐτήν, ἵνα μὴ βραδύνων ἀχάριστος εἶναι δοκοίην μηδʼ ὅσοι καταλεχθέντες εἰς τὰς ἀποικίας ἐπιμένουσι τῇ πόλει, διʼ ἐμὲ τρίβοιντο. ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπʼ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρʼ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δʼ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενον. τὰ δὲ λοιπὰ τῆς δαπάνης, εἰ μὲν θαρρήσαιμί σοι, παρὰ σοῦ ἂν ἴσως ἢ διὰ σοῦ δανεισαίμην ἐκ τῶν δημοσίων χρημάτων, ἂν διδῷς· διαπεπράσεται δὲ αὐτίκα καὶ ἡ οὐσία.”

τοιαῦτα τοῦ Καίσαρος εἰπόντος ο Ἀντώνιος κατεπλάγη, τῆς τε παρρησίας καὶ τῆς εὐτολμίας παρὰ δόξαν οἱ πολλῆς καὶ παρʼ ἡλικίαν φανείσης· χαλεψάμενος δὲ τοῖς τε λόγοις οὐχ ὅσον ἔδει τὸ πρέπον ἐς αὐτὸν ἐσχηκόσι καὶ μάλιστα τῶν χρημάτων τῇ ἀπαιτήσει, αὐστηρότερον αὐτὸν ὧδε ἠμείψατο·

“εἰ μὲν ὁ Καῖσάρ σοι μετὰ κλήρου καὶ τῆς ἐπωνυμίας, ὦ παῖ, καὶ τὴν ἡγεμονίαν κατέλιπεν, εἰκὸς σὲ τῶν κοινῶν τοὺς λογισμοὺς αἰτεῖν κἀμὲ ὑπέχειν. εἰ δὲ οὐδενί πω Ῥωμαῖοι τὴν ἡγεμονίαν ἔδοσαν ἐκ διαδοχῆς, οὐδὲ τῶν βασιλέων, οὓς ἐκβαλόντες ἐπώμοσαν μηδʼ ἄλλων ἔτι ἀνέξεσθαι, ʽὃ καὶ τῷ πατρί σου μάλιστα οἱ φονεῖς ἐπιλέγοντες φασὶν ἀνελεῖν αὐτὸν βασιλιζόμενον, οὐχ ἡγούμενον ἔτἰ, ἐμοὶ μὲν οὐδʼ ἀποκρίσεως δεῖ πρὸς σὲ περὶ τῶν κοινῶν, τῷ δʼ αὐτῷ λόγῳ καὶ σὲ κουφίζω, μὴ χάριν ὀφείλειν ἡμῖν ἐπʼ αὐτοῖς. ἐπράσσετο γὰρ οὐ σοῦ χάριν, ἀλλὰ τοῦ δήμου, πλὴν ἑνὸς τοῦ μεγίστου δὴ μάλιστα πάντων ἔς τε Καίσαρα καὶ σὲ ἔργου. εἰ γὰρ τοῦ κατʼ ἐμαυτὸν ἕνεκα ἀδεοῦς καὶ ἀνεπιφθόνου περιεῖδον ἐγὼ τιμὰς ψηφιζομένας τοῖς φονεῦσιν ὡς τυραννοκτόνοις, τύραννος ὁ Καῖσαρ ἐγίγνετο, ᾧ μήτε δόξης μήτε τιμῆς τινος ἢ τῶν ἐγνωσμένων βεβαιώσεως ἔτι μετῆν. οὐ διαθήκας εἶχεν ἄν, οὐ παῖδα, οὐκ οὐσίαν, οὐκ αὐτὸ τὸ σῶμα ταφῆς ἀξιούμενον, οὐδὲ ἰδιώτου· ἄταφα γὰρ οἱ νόμοι τὰ σώματα τῶν τυράννων ὑπερορίζουσι καὶ τὴν μνήμην ἀτιμοῦσι καὶ δημεύουσι τὴν περιουσίαν.

ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδʼ ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν, πρός τε ἄνδρας ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπʼ ἐμὲ συνομωμοσμένους πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. ἀλλὰ καὶ ταῦτα κινδυνεύειν καὶ παθεῖν ὁτιοῦν ᾑρούμην ἑκὼν μᾶλλον ἢ ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφʼ ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. τοῖς δʼ αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα, περιουσίαν. ὧν σε δικαιότερον ἦν ἐμοὶ χάριν εἰδέναι μᾶλλον ἢ τὰ ἐκλειφθέντα εἰς τὴν τῆς βουλῆς παρηγορίαν ἢ ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, ἢ κατʼ ἄλλας χρείας ἢ λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα.

καὶ τάδε μὲν ἀρκέσει σοι περὶ τῶνδε εἰρῆσθαι· ἐνσημαίνῃ δὲ καὶ τῆς ἡγεμονίας με ἐπιθυμεῖν, οὐκ ἐπιθυμοῦντα μέν, οὐκ ἀπάξιον δὲ ἡγούμενον εἶναι, καὶ ἄχθεσθαι μὴ τυχόντα τῶν διαθηκῶν τῶν Καίσαρος, ὁμολογῶν μοι καὶ τὸ τῶν Ἡρακλειδῶν γένος ἀρκεῖν.

περὶ δὲ τῶν σῶν χρειῶν, ἐθέλοντα μέν σε ἐκ τῶν δημοσίων δανείσασθαι ἡγούμην ἂν εἰρωνείαν λέγειν, εἰ μὴ πιθανὸν ἦν ἔτι ἀγνοεῖν σε κενὰ πρὸς τοῦ πατρὸς ἀπολελεῖφθαι τὰ κοινὰ ταμιεῖα, τῶν προσόδων, ἐξ οὗ παρῆλθεν ἐπὶ τὴν ἀρχήν, ἐς αὐτὸν ἀντὶ τοῦ ταμιείου συμφερομένων καὶ εὑρεθησομένων αὐτίκα ἐν τῇ Καίσαρος περιουσίᾳ, ὅταν αὐτὰ ζητεῖν ψηφισώμεθα. ἄδικον γὰρ οὐδὲν τοῦτο ἐς τὸν Καίσαρα ἔσται, τεθνεῶτά τε ἤδη καὶ οὐκ ἂν εἰπόντα ἄδικον εἶναι, εἰ καὶ ζῶν ᾐτεῖτο τοὺς λογισμούς, ἐπεὶ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἀμφισβητοῦσί σοι καθʼ ἕνα τῆς οὐσίας οὐκ ἀδήριτον αὐτὴν ἔχων γνώσῃ. τῶν δὲ μετενεχθέντων πρός με χρημάτων οὔτε τὸ πλῆθός ἐστιν, ὅσον εἰκάζεις, οὔτε τι νῦν ἔστι παρʼ ἐμοί, πάντα τῶν ἐν ἀρχαῖς καὶ δυνάμει, πλὴν Δολοβέλλα καὶ τῶν ἐμῶν ἀδελφῶν νειμαμένων μὲν εὐθὺς ὡς τυράννου, διʼ ἐμὲ δὲ μετατεθέντων ἐς χάριν τῶν ὑπὲρ Καίσαρος ἐψηφισμένων, ἐπεὶ καὶ σὺ τὰ λοιπὰ φέρων οἴσεις ἀντὶ τοῦ δήμου τοῖς δυσχεραίνουσιν, ἂν σωφρονῇς. οἱ μὲν γὰρ ἐκπέμψουσιν, ἂν συμφρονῶσι, τὸν δῆμον ἐπὶ τὰς ἀποικίας· ὁ δὲ δῆμός ἐστιν, ὥσπερ καὶ σὺ τῶν Ἑλληνικῶν ἀρτιδίδακτος ὢν ἔμαθες, ἀστάθμητον ὥσπερ ἐν θαλάσσῃ κῦμα κινούμενον· ὁ μὲν ἦλθεν, ὁ δʼ ἀπῆλθεν. ᾧ λόγῳ καὶ τῶν ἡμετέρων αἰεὶ τοὺς δημοκόπους ὁ δῆμος ἐπὶ πλεῖστον ἐξάρας ἐς γόνυ ἔρριψε.”

τούτων τοῖς πολλοῖς δυσχεράνας ὁ Καῖσαρ ἐς ὕβριν εἰρημένοις ἀπεχώρει, τὸν πατέρα ἀνακαλῶν θαμινὰ ἐξ ὀνόματος, καὶ τὴν οὐσίαν ἐς πρᾶσιν αὐτίκα προυτίθει πᾶσαν, ὅση κατὰ τὸν κλῆρον ἐγίγνετο αὐτοῦ, προτρέπων ἐπικουρεῖν οἱ τὸν δῆμον ἐκ τῆσδε τῆς σπουδῆς· φανερᾶς δὲ τῆς Ἀντωνίου πρὸς αὐτὸν ἔχθρας γενομένης καὶ τῆς βουλῆς ζήτησιν εὐθὺς εἶναι τῶν δημοσίων χρημάτων ψηφισαμένης, οἱ πολλοὶ ἔδεισαν ἐπὶ τῷ νέῳ Καίσαρι τῆς πατρῴας ἐς τοὺς στρατιώτας καὶ τὸν δῆμον εὐνοίας οὕνεκα καὶ τῆς νῦν ἐπὶ τῇ χορηγίᾳ δημοκοπίας καὶ περιουσίας, ἣ δὴ πάνυ αὐτῷ πολλὴ προσελθοῦσα οὐκ ἐδόκει τοῖς πλείοσιν αὐτὸν ἐν ἰδιώτου μέτρῳ καθέξειν, ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφʼ ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας. οἱ δὲ καὶ τοῖς τότε γιγνομένοις ἐφήδοντο, ὡς καὶ τῶν ἀνδρῶν ἀλλήλοις ἐμποδὼν ἐσομένων καὶ τοῦ Καίσαρος πλούτου τῇ ζητήσει τῶν χρημάτων αὐτίκα διαλυθησομένου καὶ σφίσι τοῦ ταμιείου περιουσίας πλήρους ἐξ αὐτῆς ἐσομένου· τὰ γὰρ πολλὰ τῶν κοινῶν εὑρήσειν παρὰ Καίσαρι.

πολλοί τε αὐτῶν ἐς δίκας τὸν Καίσαρα ὑπῆγον περὶ χωρίων, ἕτερος ἑτέρῳ ἐπιλέγοντες ἄλλα τε ἕκαστοι καὶ τὸ κοινὸν ἐπὶ τοῖς πλείστοις, ἐκ προγραφῆς εἶναι τῶν δημευθέντων ἢ φυγόντων ἢ ἀναιρεθέντων. ἦγόν τε τὰς δίκας ἐπὶ τὸν Ἀντώνιον αὐτὸν ἢ τὸν ἕτερον ὕπατον Δολοβέλλαν. εἰ δέ τις καὶ ἐφʼ ἑτέρας ἀρχῆς ἐδικάζετο, πανταχοῦ τὰ πολλὰ ὁμοίως ὁ Καῖσαρ εἰς χάριν Ἀντωνίου ἡττᾶτο, τά τε ὠνήματα τῷ πατρὶ ἐκ τοῦ δημοσίου γενόμενα ἐπιδεικνὺς καὶ τὸ τελευταῖον ψήφισμα τὸ βεβαιοῦν τὰ Καίσαρι πεπραγμένα πάντα. ὕβρεις τε πολλαὶ παρὰ τὰς δίκας ἦσαν αὐτῷ, καὶ τὸ τῆς ζημίας προύκοπτεν ἐς ἄπειρον, ἔστε Πέδιον καὶ Πινάριον ʽοὗτοι γὰρ τὴν ἐκ τῶν Καίσαρος διαθηκῶν τοῦ κλήρου μοῖραν εἶχον’ μέμψασθαι τῷ Ἀντωνίῳ περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ Καίσαρος ὡς ἄδικα πασχόντων παρὰ τὸ ψήφισμα τῆς βουλῆς. ᾤοντό τε αὐτὸν τὰ ἐς ὕβριν ἐκλύειν δεῖν μόνον, τὰ ἄλλα δὲ πάντα κυροῦν, ὅσα τῷ Καίσαρι πέπρακται.

ὁ δὲ ὡμολόγει μὲν τὰ πρασσόμενα ἴσως ἐναντίον ἔχειν τι τοῖς συνεψηφισμένοις, καὶ τὰ ἐψηφισμένα δʼ ἔφη τοῖς τότε δόξασιν ἐναντίως γεγράφθαι. μόνης γὰρ τῆς ἀμνηστίας ἐπειγούσης, τὸ ʼμηδὲν ἀνατρέπειν τῶν προδιῳκημένων,ʼ οὐ τοῦδʼ αὐτοῦ γε χάριν οὐδὲ ἐφʼ ἅπασιν ἁπλῶς μᾶλλον ἢ ἐς εὐπρέπειαν καὶ παρηγορίαν τοῦ δήμου θορυβουμένου τούτοις, ἐπιγραφῆναι. εἶναι δὲ δικαιότερον τῇ γνώμῃ τοῦ ψηφίσματος μᾶλλον ἢ τῷ ῥήματι χρωμένους μὴ παρὰ τὸ εἰκὸς ἀντιπράττειν ἀνδράσι τοσοῖσδε ἰδίων ἢ προγονικῶν κτήσεων κατὰ στάσιν ἐκπεσοῦσιν ὑπὲρ νεανίσκου τοσόνδε πλοῦτον ἀλλότριόν τε καὶ οὐκ ἰδιωτικὸν παρʼ ἐλπίδα λαβόντος καὶ οὐκ ἐπιδεξίως, ἀλλʼ ἐς θρασύτητα τῇ τύχῃ χρωμένου. σφῶν μέντοι φείσεσθαι τὸ μέρος νειμαμένων πρὸς Καίσαρα. ὧδε μὲν ὁ Ἀντώνιος τοῖς ἀμφὶ τὸν Πινάριον ἀπεκρίνατο. καὶ εὐθὺς ἐνέμοντο, ἵνα μὴ καὶ τὸ μέρος ἐν ταῖς δίκαις προσαπόλοιτο, οὐ σφῶν ἕνεκα αὐτῶν, ἀλλὰ καὶ τόδε τοῦ Καίσαρος· ἔμελλον γὰρ αὐτῷ μετʼ οὐ πολὺ πάντα χαριεῖσθαι.

θέας δὲ πλησιαζούσης, ἣν ἔμελλεν ὑπὲρ Βρούτου στρατηγοῦντος ἐπιδώσειν Γάιος Ἀντώνιος ὁ ἀδελφὸς Ἀντωνίου, καὶ τἆλλα τοῦ Βρούτου τῆς στρατηγίας ἐπιτροπεύων ἀπόντος, παρασκευή τε ἦν ἐς αὐτὴν δαψιλὴς καὶ ἐλπὶς ἐν τῇ θέᾳ τὸν δῆμον ἐπικλασθέντα καλέσειν τοὺς ἀμφὶ τὸν Βροῦτον. ὁ δὲ Καῖσαρ ἀντιθεραπεύων τὸ πλῆθος, ὅσον ἀργύριον ἐκ τῆς πράσεως ἐγίγνετο, αἰεὶ κατὰ μέρος τοῖς φυλάρχοις ἀνεδίδου νέμειν τοῖς φθάνουσι λαβεῖν· καὶ ἐς τὰ πωλητήρια περιιὼν ἀποκηρύσσειν ἔλεγεν ὅσου δύναιντο πάντα τοὺς πιπράσκοντας ὀλιγίστου, διά τε δίκας ἀμφίβολα ἢ ἐπίφοβα ἔτι ὄντα καὶ διὰ τὴν Καίσαρος σπουδήν. ἅπερ αὐτῷ πάντα τὸν δῆμον εἰς εὔνοιαν ἤγειρεν καὶ ἐς ἔλεον, ὡς ἀναξίῳ τοιάδε πάσχειν. ὡς δʼ ἐπὶ τῇ κληρονομίᾳ καὶ τὴν ἴδιον αὑτοῦ περιουσίαν ὅση τε παρὰ Ὀκταουίου τοῦ πατρὸς ἢ ἑτέρωθεν ἦν αὐτῷ, καὶ τὰ τῆς μητρὸς πάντα καὶ τὰ Φιλίππου, καὶ τὸ μέρος τοῦ κλήρου Πινάριον καὶ Πέδιον αἰτήσας, προύθηκεν ἐς τὴν διανέμησιν πιπράσκεσθαι, ὡς τῆς Καίσαρος περιουσίας οὐδʼ ἐς τοῦτο μόνον ἀρκούσης διὰ τὰς ἐπηρείας, ὁ δῆμος οὐκέτι παρὰ τοῦ πρώτου Καίσαρος, ἀλλὰ παρὰ τοῦδε αὐτοῦ τὴν ἐπίδοσιν λογιζόμενος εἶναι ἐκπαθῶς αὐτὸν ἠλέει καὶ ἐπῄνουν ὧδε πάσχοντα καὶ ὧδε φιλοτιμούμενον δῆλοί τε ἦσαν οὐκ ἐς πολὺ τὴν ἐς αὐτὸν Ἀντωνίου ὕβριν ὑπεροψόμενοι.

Διέδειξαν δὲ παρὰ τὰς Βρούτου θέας, πολυτελεστάτας δὴ γενομένας· ἐμμίσθων γάρ τινων ἀνακραγόντων κατακαλεῖν Βροῦτόν τε καὶ Κάσσιον, ἐπεὶ τὸ λοιπὸν αὐτοῖς θέατρον συνεδημαγωγεῖτο ἐς τὸν ἔλεον, ἐσέδραμον ἀθρόοι καὶ τὰς θέας ἐπέσχον, μέχρι τὴν ἀξίωσιν αὐτῶν σβέσαι.

Βροῦτος δὲ καὶ Κάσσιος, ἐπεὶ σφῶν τὰς ἐλπίδας τὰς ἐν ταῖς θέαις ὁ Καῖσαρ διέχεεν, ἔγνωσαν εἰς Συρίαν καὶ Μακεδονίαν, ὡς πρὸ Ἀντωνίου καὶ Δολοβέλλα σφίσιν ἐψηφισμένας, χωρεῖν καὶ βιάζεσθαι. καὶ τῶνδε φανερῶν γενομένων ἠπείγετο καὶ Δολοβέλλας εἰς τὴν Συρίαν, καὶ πρὸ Συρίας ἐς τὴν Ἀσίαν, ὡς χρηματιούμενος ἀπʼ αὐτῆς. ὁ δʼ Ἀντώνιος ἡγούμενος ἐς τὰ μέλλοντά οἱ δεήσειν δυνάμεως, τὴν ἐν Μακεδονίᾳ στρατιάν, ἀρετῇ τε οὖσαν ἀρίστην καὶ πλήθει μεγίστην, — ἓξ γὰρ ἦν τέλη (καὶ ὅσον ἄλλο πλῆθος αὐτοῖς τοξοτῶν καὶ ψιλῶν ἢ γυμνητῶν συνεζεύγνυτο, ἵππος τε πολλὴ καὶ παρασκευὴ κατὰ λόγον ἐντελής) δοκοῦντα προσήκειν Δολοβέλλᾳ, Συρίαν καὶ τὰ ἐς Παρθυαίους ἐπιτετραμμένῳ, διότι καὶ ὁ Καῖσαρ αὐτοῖς ἐς Παρθυαίους ἔμελλε χρῆσθαι -- πρὸς ἑαυτὸν ἐπενόει μετενεγκεῖν, ὅτι καὶ μάλιστα ἦν ἀγχοῦ, ὡς τὸν Ἰόνιον περάσαντα εὐθὺς ἐν τῇ Ἰταλίᾳ εἶναι.