Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
Καίσαρι δὲ ἔτι τῶν πρέσβεων ἐντυγχανόντων τὰ μετεψηφισμένα ἀγγέλλεται· καὶ αὐτὸν οἱ πρέσβεις ἀπολιπόντες ἀνέστρεφον ὑπὸ αἰδοῦς. ὁ δὲ τῷ στρατῷ μᾶλλον ἔτι παρωξυμμένῳ κατὰ σπουδὴν ἐχώρει, σὺν φόβῳ μή τι πάθοιεν αἱ γυναῖκες· ἔς τε τὸν δῆμον τεθορυβημένον ἱππέας ἔπεμψεν ἀτρεμεῖν ἐπικελεύων, καὶ τεθηπότων πάντων τὰ πέραν τοῦ Κυριναλίου λόφου κατέλαβεν, οὐδενὸς ἐς χεῖρας ἐλθεῖν ἢ κωλύειν ὑποστάντος. ἦν τε αὖθις ἑτέρα θαυμάσιος ἄφνω μεταβολή, θεόντων ἐς αὐτὸν τῶν ἐπιφανῶν καὶ προσαγορευόντων· ἔθει δὲ καὶ ὁ δημότης λεὼς καὶ τὴν εὐταξίαν τῶν στρατιωτῶν ὡς εἰρηνικὴν ἀπεδέχοντο. ὁ δὲ τὸν στρατόν, ἔνθαπερ ἦν, ἀπολιπὼν ἐχώρει τῆς ἐπιούσης πρὸς τὸ ἄστυ, φυλακὴν ἔχων ἀμφʼ αὑτὸν ἱκανήν. οἱ δὲ καὶ τότε ὑπήντων διʼ ὅλης τῆς ὁδοῦ κατὰ μέρη καὶ προσηγόρευον, οὐδὲν ἐνδέοντες ἢ φιλοφροσύνης ἢ θεραπείας ἀσθενοῦς. ἡ δὲ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ ἐν τῷ τῆς Ἑστίας ἱερῷ μετὰ τῶν ἱερῶν παρθένων ἠσπάσαντο. καὶ τὰ τρία τέλη, τῶν στρατηγῶν ὑπεριδόντα, πρὸς αὐτὸν ἐπρέσβευε καὶ μετετίθετο· καὶ τῶν στρατηγῶν οἳ ἦρχον αὐτῶν, Κορνοῦτος μὲν ἑαυτὸν ἔκτεινεν, οἱ δʼ ἄλλοι σπονδῶν καὶ πίστεων ἔτυχον. Κικέρων τε τῶν σπονδῶν πυθόμενος ἔπραξε διὰ τῶν Καίσαρος φίλων ἐντυχεῖν αὐτῷ, καὶ ἐντυχὼν ἀπελογεῖτο καὶ τὴν εἰσήγησιν τῆς ὑπατείας ὑπερεπῇρεν, ἣν αὐτὸς ἐν τῇ βουλῇ πρότερον εἰσηγήσατο. ὁ δὲ τοσοῦτον ἀπεκρίνατο ἐπισκώπτων ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι.
νυκτὸς δʼ ἄφνω δόξης γενομένης, ὅτι δύο τέλη Καίσαρος, τό τε Ἄρειον καὶ τὸ τέταρτον, μεταθοῖτο ἐς τὴν πόλιν ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα, οἱ στρατηγοὶ καὶ ἡ βουλὴ πάμπαν ἀταλαιπώρως ἐπίστευσαν, καίπερ ὄντος ἐγγυτάτω τοῦ στρατοῦ· νομίσαντές τε ἀνθέξειν αὐτοῖς οὖσιν ἀρίστοις πρὸς τὰ λοιπὰ τοῦ Καίσαρος, μέχρι τις ἑτέρωθεν αὑτοῖς ἰσχὺς ἐπιγένοιτο, νυκτὸς ἔτι Μάνιον Ἀκύλιον Κράσσον ἐς τὴν Πικηνίτιδα ἐξέπεμπον στρατὸν ἀθροίζειν, καὶ τῶν τινα δημάρχων Ἀπουλήιον ἐς τὸν δῆμον ἐποίουν τὸ εὐαγγέλιον ἐκφέρειν περιθέοντα. ἥ τε βουλὴ νυκτὸς ἐς τὸ βουλευτήριον συνέθεον, Κικέρωνος ἐπὶ ταῖς θύραις αὐτοὺς δεξιουμένου. ψευδοῦς δὲ τῆς δόξης φανείσης ἐν φορείῳ διέφυγεν.
ὁ δὲ Καῖσαρ ἐπιγελάσας αὐτοῖς τὸν μὲν στρατὸν ἐγγυτέρω τῆς πόλεως προήγαγεν, ἐς τὸ πεδίον τὸ καλούμενον Ἄρειον, τῶν δὲ στρατηγῶν τότε μὲν οὐδένα ἠμύνατο, οὐδὲ Κράσσον τὸν ἐς Πικήνην ἐκδραμόντα, καίπερ οἱ προσαχθέντα ὡς εἶχε ληφθεὶς ἐν σχήματι οἰκέτου, ἀλλὰ μεθῆκεν ἅπαντας ἐς δόξαν φιλανθρωπίας. οὐ πολὺ δὲ ὕστερον ἐπὶ θανάτῳ προυγράφησαν. τὰ χρήματα δέ, ὅσα τε κοινὰ ἦν ἐν τῷ Ἰανούκλῳ ἢ ἑτέρωθι καὶ ἄλλα συνενεχθῆναι κελεύσας, ὁπόσα Κικέρωνος ἐσηγουμένου πρότερον αὐτοῖς ἐπεγέγραπτο, διένειμεν ἀνὰ δισχιλίας καὶ πεντακοσίας δραχμὰς τῷ στρατῷ, καὶ τὸ ἐπίλοιπον ἐπιδώσειν ὑπέσχετο. καὶ τῆς πόλεως ὑπεξῆλθε, μέχρι χειροτονήσαιεν ὑπάτους αἱρετούς. αἱρεθεὶς δὲ αὐτὸς σὺν ᾧ περ ἐβούλετο Κοΐντῳ Πεδίῳ, ὃς τὸ μέρος αὐτῷ δεδώρητο τῆς Καίσαρος κληρονομίας, ἐς τὴν πόλιιαὖθις ὡς ὕπατος ἐσῄει, καὶ ἔθυε, δώδεκά οἱ γυπῶν φανέντων, ὅσους φασὶ καὶ Ῥωμύλῳ τὴν πόλιν οἰκίζοντι ὀφθῆναι. ἀπὸ δὲ τῶν θυσιῶν ἑαυτὸν εἰσεποιεῖτο τῷ πατρὶ αὖθις κατὰ νόμον κουριάτιον. ἔστι δʼ ἐπὶ τοῦ δήμου γίγνεσθαι τὴν θέσιν· κουρίας γὰρ ἐς μέρη τὰς φυλὰς ἢ τοὺς δήμους διαιροῦντες καλοῦσιν, ὡς Ἕλληνες, εἰκάζοντι φάναι, φατρίας. ἐπινομώτατος δʼ ἐστὶ Ῥωμαίοις ὁ τρόπος οὗτος ἐπὶ τῶν ἀπατόρων· καὶ δύνανται μάλιστα αὐτοὶ ἴσα τοῖς γνησίοις παισὶν ἄγειν τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους. Γαΐῳ δʼ ἦν τά τε ἄλλα λαμπρὰ καὶ ἐξελεύθεροι πολλοί τε καὶ πλούσιοι, καὶ διὰ τόδʼ ἴσως μάλιστα ὁ Καῖσαρ ἐπὶ τῇ προτέρᾳ θέσει, κατὰ διαθήκας οἱ γενομένῃ, καὶ τῆσδε ἐδεήθη.
νόμῳ δʼ ἑτέρῳ ἀπέλυε μὴ εἶναι πολέμιον Δολοβέλλαν, καὶ εἶναι φόνου δίκας ἐπὶ Καίσαρι. καὶ εὐθὺς ἦσαν γραφαί, τῶν φίλων τοῦ Καίσαρος γραφομένων τοὺς μὲν αὐτόχειρας, τοὺς δὲ συνεγνωκέναι μόνον. καὶ γὰρ τοῦτο ἐνίοις ἐπεγράφη, καί τισιν οὐδʼ ἐπιδημήσασιν, ὅτε ὁ Καῖσαρ ἐκτείνετο. πᾶσι δʼ ὁρισθείσης ὑπὸ κηρύγματι μιᾶς ἡμέρας ἐς κρίσιν, ἐρήμην ἅπαντες ἑάλωσαν, ἐφορῶντος τὰ δικαστήρια τοῦ Καίσαρος καὶ τῶν δικαστῶν οὐδενὸς τὴν ἀπολύουσαν φέροντος πλὴν ἑνὸς ἀνδρὸς τῶν ἐπιφανῶν, ὃς τότε μὲν οὐδʼ αὐτός τι ἔπαθε, μικρὸν δʼ ὕστερον ἐπὶ θανάτῳ μετὰ τῶν ἄλλων καὶ ὅδε προυγράφη. ἔδοξε δὲ ταῖσδε ταῖς ἡμέραις Κόιντος Γάλλιος, ἀδελφὸς Μάρκου Γαλλίου συνόντος Ἀντωνίῳ, τὴν πολιτικὴν στρατηγίαν ἄρχων, αἰτῆσαι παρὰ Καίσαρος τὴν στρατηγίαν τῆς Λιβύης, καὶ οὕτω τυχὼν ἐπιβουλεῦσαι τῷ Καίσαρι· καὶ αὐτοῦ τὴν μὲν στρατηγίαν περιεῖλον οἱ σύναρχοι, τὴν δʼ οἰκίαν διήρπασεν ὁ δῆμος, ἡ δὲ βουλὴ κατεγίνωσκε θάνατον. ὁ δὲ Καῖσαρ ἐς τὸν ἀδελφὸν ἐκέλευσε χωρεῖν, καὶ δοκεῖ νεὼς ἐπιβὰς οὐδαμοῦ ἔτι φανῆναι.
τοσάδε πράξας ὁ Καῖσαρ ἐπενόει μὲν τὰς ἐς τὸν Ἀντώνιον διαλύσεις, πυνθανόμενος ἤδη τοῖς ἀμφὶ τὸν Βροῦτον εἴκοσι συνῆχθαι τέλη στρατοῦ, καὶ χρῄζων ἐπʼ αὐτὰ Ἀντωνίου, ἐξῄει δὲ τῆς πόλεως ἐπὶ τὸν Ἰόνιον καὶ σχολαίως ἀνεζεύγνυε, τὰ παρὰ τῆς βουλῆς ἐπιμένων· Πέδιος γὰρ αὐτὴν ἀποστάντος τοῦ Καίσαρος ἔπειθε τὰ ἐς ἀλλήλους μὴ δυσίατα ποιουμένους συναλλαγῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ. οἱ δὲ προεώρων μὲν ὅτι μὴ σφίσι μηδʼ ὑπὲρ τῆς πατρίδος εἰσὶν αἱ διαλλαγαί, ἀλλʼ ἐς συμμαχίαν Καίσαρι κατὰ Κασσίου τε καὶ Βρούτου, ἐπῄνουν δʼ ὅμως καὶ συνετίθεντο ὑπʼ ἀνάγκης. καὶ τὰ πολέμια δόγματα Ἀντωνίου τε καὶ Λεπίδου καὶ τῶν ὑπʼ αὐτοῖς στρατῶν κατελύετο, εἰρηναῖα δὲ ἕτερα αὐτοῖς ἐπέμπετο. καὶ ὁ Καῖσαρ αὐτοῖς συνήδετο γράφων, Ἀντωνίῳ δὲ καὶ βοηθὸς ἐπὶ Δέκμου ὑπισχνεῖτο ἥξειν, εἰ δέοιτο. οἱ δὲ ἀντεφιλοφρονοῦντο μὲν αὐτὸν ἄφνω καὶ ἐπῄνουν, ὁ δʼ Ἀντώνιος ἔγραφεν αὐτὸς ἀποτίσεσθαι Δέκμον τε ὑπὲρ Καίσαρος καὶ Πλάγκον ὑπὲρ ἑαυτοῦ καὶ συμμίξειν Καίσαρι.
τοσάδε μὲν ἀλλήλοις ἐπέστειλαν, διώκοντι δὲ τῷ Ἀντωνίῳ Δέκμον προσγίγνεται Πολλίων Ἀσίνιος ἄγων δύο τέλη. καὶ Πλάγκῳ μὲν Ἀσίνιος ἔπραξε διαλλαγάς, καὶ ὁ Πλάγκος σὺν τρισὶ τέλεσι μεθίστατο ἐς τὸν Ἀτώνιον, ὥστε ἤδη βαρυτάτης δυνάμεως ἦρχεν ὁ Ἀντώνιος· Δέκμῳ δὲ ἦν τέλη δέκα, ὧν τέσσαρα μὲν τὰ ἐμπειροπολεμώτατα ὑπὸ λιμοῦ διέφθαρτο καὶ ἐνόσει ἔτι, τὰ νεοστράτευτα δὲ ἦν ἕξ, ἀταλαίπωρα ἔτι καὶ πόνων ἄπειρα. ἀπογνοὺς οὖν μάχεσθαι, φεύγειν ἔκρινε πρὸς Βροῦτον ἐς Μακεδονίαν. ἔφευγε δʼ οὐκ ἐπὶ τάδε τῶν Ἄλπεων, ἀλλʼ ἐς Ῥάβενναν ἢ Ἀκυληίαν. ἐπεὶ δὲ Καῖσαρ ὥδευε ταύτῃ, ἄλλην μακροτέραν ὁδὸν καὶ δύσπορον ἐπενόει, τόν τε Ῥῆνον περᾶσαι καὶ τὰ ἀγριώτερα τῶν βαρβάρων ὑπερελθεῖν· ὅθεν αὐτὸν ὑπό τε τῆς ἀπορίας καὶ τοῦ καμάτου πρῶτοι μὲν οἱ νεοστράτευτοι καταλιπόντες ἐς Καίσαρα ἐχώρουν, ἐπὶ δὲ ἐκείνοις καὶ τὰ ἀρχαιότερα τέσσαρα ἐς Ἀντώνιον καὶ ὁ ἄλλος ὅμιλος ἤδη χωρὶς τῶν σωματοφυλάκων ἱππέων Κελτῶν. ὁ δὲ καὶ τούτων τοῖς ἐθέλουσιν ἐπιτρέψας ἐς τὰ οἰκεῖα σφῶν ἀφίστασθαι καὶ διαδοὺς ἐκ τοῦ παρόντος ἔτι χρυσίου, μετὰ τριακοσίων τῶν παραμεινάντων μόνων ἐπὶ τὸν Ῥῆνον ἐφέρετο. δυσπόρου δʼ ὄντος αὐτοῦ περᾶν σὺν ὀλίγοις, ἀπελείφθη καὶ ὑπὸ τῶνδε πλὴν δέκα μόνων. ἤλλαξε δὲ τὴν ἐσθῆτα ἐς τὸ Κελτικόν, ἐξεπιστάμενος ἅμα καὶ τὴν φωνήν, καὶ διεδίδρασκε σὺν ἐκείνοις οἷά τις Κελτός, οὐ τὴν μακροτέραν ἔτι περιιών, ἀλλὰ ἐπὶ Ἀκυληίας, λήσεσθαι νομίζων διὰ τὴν ὀλιγότητα.
ἁλοὺς δὲ ὑπὸ λῃστῶν καὶ δεθείς, ἤρετο μὲν ὅτου Κελτῶν δυνάστου τὸ ἔθνος εἴη, μαθὼν δʼ ὅτι Καμίλου, πολλὰ πεποιηκὼς εὖ τὸν Κάμιλον, ἄγειν αὑτὸν αὐτοῖς ἐς τὸν Κάμιλον ἐκέλευεν. ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπʼ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δʼ ἐπέστελλεν Ἀντωνίῳ. καὶ ὁ Ἀντώνιός τι παθὼν ἐπὶ τῇ μεταβολῇ οὐχ ὑπέστη τὸν ἄνδρα ἰδεῖν, ἀλλʼ ἐκέλευσε τῷ Καμίλῳ κτείναντα τὴν κεφαλὴν ἐς αὑτὸν ἐκπέμψαι· καὶ τὴν κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπʼ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπʼ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν σφαγέων οὗτος ἐπὶ Τρεβωνίῳ δίκην ἐδίδου μετʼ ἐνιαυτόν που καὶ ἥμισυ τῆς ἀναιρέσεως. τῷ δʼ αὐτῷ χρόνῳ καὶ Μινούκιος Βάσιλος, σφαγεὺς καὶ ὅδε Καίσαρος, ὑπὸ τῶν θεραπόντων ἀνῃρέθη, εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ.