Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τῆς δʼ ἐπιούσης ἀνεζεύγνυον ἐς τὰ ἐν τῇ Μουτίνῃ στρατόπεδα πάντες. γνώμη δὲ ἦν Ἀντωνίῳ μὲν ἐπὶ τοσῷδε πταίσματι μὴ ἐπιχειρεῖν ἔτι τοῖς ἐχθροῖς μεγάλῃ μάχῃ μηδʼ ἐπιόντων ἀμύνεσθαι, διὰ δὲ τῶν ἱππέων τὰ ἐφήμερα μόνα αὐτοὺς ἐνοχλεῖν, μέχρι παραδῴη Δέκμος αὑτὸν ἐς ἔσχατον ἤδη λιμοῦ τετρυμένος, Ἱρτίῳ δὲ καὶ Καίσαρι διὰ τοῦτο μάλιστα τὰ ἐς τὴν μάχην ἐπείγεσθαι. ἐπεὶ δʼ ἐκτάσσουσιν αὐτοῖς ὁ Ἀντώνιος οὐκ ἐπεξῆγεν, ἐς τὰ ἐπὶ θάτερα τῆς Μουτίνης ἀφυλακτότερα ὄντα διὰ δυσχέρειαν ἐχώρουν ὡς βιασόμενοι βαρεῖ στρατῷ παρεσελθεῖν ἐς αὐτήν. καὶ ὁ Ἀντώνιος αὐτῶν ἐξήπτετο τοῖς ἱππεῦσι καὶ τότε μόνοις. ἀμυνομένων δὲ κἀκείνων αὐτὸν ἱππεῦσι μόνοις καὶ τῆς ἄλλης στρατιᾶς χωρούσης, ἐφʼ ἃ ἐβούλοντο, δείσας ὁ Ἀντώνιος περὶ τῇ Μουτίνῃ ἐξῆγε δύο τέλη· οἱ δὲ ἡσθέντες ἐπέστρεφον καὶ ἐμάχοντο. ἄλλα δὲ Ἀντωνίου τέλη καλοῦντος ἐκ τῶν ἄλλων στρατοπέδων, ὧν βραδέως ὡς ἐν αἰφνιδίῳ τε μετακλήσει καὶ μακρόθεν ἰόντων ἐκράτουν οἱ τοῦ Καίσαρος τῇ μάχῃ. Ἵρτιος δὲ καὶ ἐς τὸ στρατόπεδον ἐσήλατο τοῦ Ἀντωνίου καὶ περὶ τὴν στρατηγίδα σκηνὴν μαχόμενος ἔπεσε. καὶ αὐτοῦ τό τε σῶμα ὁ Καῖσαρ ἐσδραμὼν ἀνείλετο καὶ τοῦ στρατοπέδου κατέσχεν, ἕως μετʼ ὀλίγον ἐξεώσθη πρὸς Ἀντωνίου. διενυκτέρευσαν δὲ καὶ ἐν τοῖς ὅπλοις ἑκάτεροι.

καὶ ὁ Ἀντώνιος δευτέρᾳ τῇδε συμπεσὼν πληγῇ συνεβουλεύετο τοῖς φίλοις εὐθὺς ἀπὸ τοῦ πόνου. καὶ τοῖς μὲν ἐδόκει τῆς προτέρας αὐτὸν γνώμης ἔχεσθαι, πολιορκοῦντα Μουτίνην καὶ ἐς μάχην οὐκ ἐπεξιόντα· τό τε γὰρ πάθος ὅμοιον ἀμφοῖν γεγονέναι καὶ Ἵρτιον ἀνῃρῆσθαι καὶ Πάνσαν νοσεῖν καὶ σφᾶς τοῖς ἱππεῦσι πλεονεκτεῖν Μουτίνην τε ἐς ἔσχατον ἀφῖχθαι λιμοῦ καὶ εὐθὺς ἐνδώσειν. ὧδε μὲν ἤρεσκε τοῖς φίλοις, καὶ ἦν τὰ ἄριστα· ὁ δὲ Ἀντώνιος, ἤδη θεοῦ βλάπτοντος, ἐδεδοίκει, μὴ ἐς τὴν Μουτίνην ὁ Καῖσαρ, ὥσπερ ἐχθὲς ἐπιχειρήσας, ἐσδράμοι ἢ αὑτὸν ἐπιχειρήσειε περιτειχίζειν, πλέον ἔχων τὸ ἐργάσιμον, “ἐν ᾧ καὶ τῶν ἱππέων,” ἔφη, “γιγνομένων ἡμῖν ἀχρήστων, ὑπερόψεταί με Λέπιδος καὶ Πλάγκος ἡττώμενον. εἰ δὲ Μουτίνης ἐξανασταῖμεν, Οὐεντίδιός τε ἡμῖν αὐτίκα προσέσται, τρία τέλη φέρων ἐκ τῆς Πικηνίτιδος, καὶ Λέπιδος καὶ Πλάγκος ἐρρωμένως οἱ συμμαχήσουσι.” ταῦτα ἔλεγεν, οὐκ ἄτολμος ἐν τοῖς κινδύνοις ἀνήρ, καὶ εἰπὼν εὐθὺς ἀνίστατο καὶ ὥδευεν ἐπὶ τῶν Ἄλπεων.

Δέκμῳ δὲ ἀπαλλαγέντι τῆς πολιορκίας ὁ φόβος ἐς τὸν Καίσαρα ἐνηλλάσσετο· τῶν γὰρ ὑπάτων ἐκποδὼν γενομένων ὡς ἐχθρὸν ἐδεδοίκει. τάς τε οὖν γεφύρας τοῦ ποταμοῦ διέκοπτε πρὸ ἡμέρας καὶ κελητίῳ τινὰς ἐς τὸν Καίσαρα ἀποστέλλων ἐμαρτύρει μὲν ὡς αἰτίῳ τῆς σωτηρίας, ἠξίου δὲ μέσον ἔχοντα τὸν ποταμὸν ἐς λόγους οἱ συνελθεῖν ἐπὶ μάρτυσι τοῖς πολίταις· πείσειν γάρ, ὅτι δαιμόνιον αὑτὸν ἔβλαψεν, ἐς τὴν Καίσαρος ἐπιβουλὴν ἐπηγμένον ὑφʼ ἑτέρων. Καίσαρος δὲ τοῖς ἥκουσιν ἀποκριναμένου τε πρὸς ὀργὴν καὶ τὴν χάριν, ἣν δίδωσίν οἱ Δέκμος, διωθουμένου ʽ"οὐδὲ γὰρ Δέκμον ἐγὼ πάρειμι περισώσων, ἀλλʼ Ἀντωνίῳ πολεμήσων, ᾧ μοι καὶ συναλλαγῆναί ποτε θέμις· Δέκμῳ δὲ ἡ φύσις οὐδὲ ἐς ὄψιν ἢ λόγους ἐλθεῖν ἐπιτρέπει· σῳζέσθω μέντοι, μέχρι τοῖς ἐν ἄστει δοκεῖ"ʼ, πυθόμενος τούτων ὁ Δέκμος ἔστη τε πρὸ τοῦ ποταμοῦ καὶ καλῶν ὀνομαστὶ τὸν Καίσαρα, σὺν βοῇ τὰ γράμματα τῆς βουλῆς ἀνεγίνωσκε, διδούσης οἱ τὴν Κελτικὴν ἡγεμονίαν, ἀπηγόρευέ τε Καίσαρι χωρὶς ὑπάτων μὴ περᾶν τὸν ποταμὸν ἐς ἀλλοτρίαν ἡγεμονίαν μηδὲ ἐπὶ Ἀντώνιον ἔτι χωρεῖν· αὐτὸς γὰρ αὐτὸν διώκων ἀρκέσειν. ὁ δὲ ᾔδει μὲν ὑπὸ τῆς βουλῆς αὐτὸν ἐς τήνδε τὴν θρασύτητα αὐξανόμενον, δυνηθεὶς δʼ ἂν ἐκ προστάγματος ἑλεῖν ἐφείδετο ἔτι καὶ πρὸς τὸν Πάνσαν ἐς Βονωνίαν τραπεὶς ἔγραφε τῇ βουλῇ περὶ ἁπάντων. ἔγραφε δὲ καὶ Πάνσας.

καὶ Κικέρων ἐν Ῥώμῃ τὰ μὲν ἐς τὸν δῆμον ἀνεγίγνωσκεν ὡς ὑπάτου, τὰ δὲ τοῦ Καίσαρος τῇ βουλῇ μόνον· θυσίας τε ἐπʼ Ἀντωνίῳ πεντήκοντα ἡμερῶν ἱκεσίους ἐψηφίζετο, ὅσας οὔτε ἐπὶ Κελτοῖς οὔτε ἐπὶ ἄλλῳ πολέμῳ ποτὲ ἐψηφίσαντο Ῥωμαῖοι, καὶ τὸν στρατὸν τῶν ὑπάτων ἐδίδου Δέκμῳ καίπερ ἔτι Πάνσα περιόντος ʽἤδη γὰρ ἀπεγιγνώσκετὀ, στρατηγόν τε τὸν Δέκμον ἀπέφηνεν ἐπʼ Ἀντωνίῳ μόνον εἶναι καὶ εὐχὰς δημοσίας ἐποιεῖτο Δέκμον Ἀντωνίου περιγενέσθαι. τοσοῦτος ἦν οἶστρος αὐτῷ κατὰ Ἀντωνίου καὶ ἀπειροκαλία. ἐβεβαίου τε αὖθις τοῖς δύο τέλεσι τοῖς ἀπὸ Ἀντωνίου μεταστᾶσι τὰς ἑκάστῳ προϋπεσχημένας παρὰ τοῦ κοινοῦ Ῥωμαίων ἐπινικίους δραχμὰς πεντακισχιλίας ὡς ἤδη νενικηκόσι καὶ στέφανον αὐτοὺς ἐν ταῖς ἑορταῖς αἰεὶ θαλλοῦ περιτίθεσθαι. περὶ δὲ Καίσαρος οὐδὲν ἦν ἐν τοῖς γραφομένοις, οὐδὲ τοὔνομα ὅλως· οὕτως αὐτίκα κατεφρονεῖτο ὡς Ἀντωνίου καθῃρημένου. ἔγραφον δὲ καὶ Λεπίδῳ καὶ Πλάγκῳ καὶ Ἀσινίῳ πολεμεῖν, ὅπως πλησιάσειαν Ἀντωνίῳ.

καὶ τάδε μὲν ἦν τὰ ἐν Ῥώμῃ, Πάνσας δʼ ἐκ τοῦ τραύματος ἀποθνῄσκων Καίσαρά οἱ παρεστήσατο καὶ εἶπεν·

“ἐγὼ τῷ σῷ πατρὶ φίλος ἦν ὡς ἐμαυτῷ, ἀναιρεθέντι δὲ οὐκ εἶχον ἐπαμύνειν οὐδὲ τοῖς πλείοσι μὴ συνίστασθαι, οἷς γε δὴ καὶ σὺ καλῶς ποιῶν ὑπήκουσας, καίτοι στρατὸν ἔχων. δείσαντες δʼ ἐν ἀρχῇ δὲ καὶ Ἀντώνιον, φιλοτιμότατον κἀκεῖνον ἐς τὴν Καίσαρος γνώμην φανέντα, διαφερομένοις ὑμῖν ἐφήσθησαν ὡς ἐς ἀλλήλους συντριβησομένοις. ἐπεὶ δέ σε καὶ στρατοῦ δεσπότην εἶδον, προσεποιοῦντο εὐπρεπέσι καὶ ἀσθενέσι τιμαῖς οἷα μειράκιον. σοβαρωτέρου δέ σου καὶ ἐγκρατεστέρου τιμῆς τότε μάλιστα ὀφθέντος, ὅτε τὴν ἀρχὴν ὑπὸ τοῦ στρατοῦ σοι δεδομένην οὐκ ἐδέξω, διεταράχθησαν καὶ συστρατηγεῖν σε ἡμῖν ἀπέφηναν, ἵνα σου τὰ δύο τέλη τὰ πρακτικώτερα ἀποσπάσωμεν, ἐλπίσαντες ἡττηθέντος ὑμῶν τοῦ ἑτέρου τὸν ἕτερον ἀσθενέστερόν τε καὶ μόνον ἔσεσθαι καὶ μετʼ αὐτὸν ἤδη πᾶσαν τὴν Καίσαρος ἑταιρείαν καθελόντες ἀνάξειν τὴν Πομπηίου· τόδε γάρ ἐστιν αὐτοῖς τῆς γνώμης τὸ κεφάλαιον.

ἐγὼ δὲ καὶ Ἵρτιος τὸ προστεταγμένον ἐποιοῦμεν μέχρι συστεῖλαι τὸν Ἀντώνιον ἐπιπολάζοντα ὑπεροψίᾳ· ἡττηθέντα δὲ σοὶ συναλλάσσειν ἐπενοοῦμεν, ὡς τῇ Καίσαρος φιλίᾳ τόδε χαριστήριον ἔχοντες ἀποδοῦναι καὶ μόνον τῇ μοίρᾳ χρησιμώτατον ἐσόμενον ἐς τὰ μέλλοντα. τοῦτο δʼ οὐκ ἦν ἐκφέρειν σοι πρότερον, ἡττημένου δὲ νῦν Ἀντωνίου καὶ Ἱρτίου τεθνεῶτος κἀμὲ τοῦ χρεὼν ἀπάγοντος, ἐν καιρῷ λέλεκται, οὐχ ἵνα μοι γινώσκῃς χάριν ἀποθανόντι, ἀλλʼ ἵνα σὺν δαιμονίᾳ μοίρᾳ γενόμενος, ὡς τὰ ἔργα ὑποδείκνυσι, τά τε σαυτῷ συμφέροντα γινώσκῃς καὶ τὴν ἐμὴν καὶ Ἱρτίου προαίρεσίν τε καὶ ἀνάγκην. τὸν μὲν οὖν στρατόν, ὃν ἡμῖν αὐτὸς ἔδωκας, εὐπροφάσιστον ἀποδοῦναί σοι, καὶ παραδίδωμι· τοὺς δὲ νεήλυδας εἰ μὲν καθέξεις λαβών, καὶ τούσδε σοι παραδώσω, εἰ δὲ τεθήπασι τὴν βουλὴν ἀμέτρως, ὅτι καὶ οἱ ἄρχοντες αὐτῶν φύλακες ἡμῖν ἐπέμφθησαν εἶναι, καὶ τό τε ἔργον ἐπίφθονον ἔσται σοι καὶ πρὸ τοῦ δέοντος ἐξανίστησί σε, ὁ ταμίας παραλήψεται Τορκουᾶτος.”

ταῦτα εἰπὼν καὶ τῷ ταμίᾳ τοὺς νεήλυδας ἐγχειρίσας ἀπέθανε. καὶ τούσδε μὲν ὁ ταμίας, καθὰ προσέτασσεν ἡ βουλή, Δέκμῳ παρεδίδου, Ἵρτιον δὲ καὶ Πάνσαν ὁ Καῖσαρ ἐπιφανῶς ἔθαπτε καὶ ἐς Ῥώμην ἔπεμπε μετὰ τιμῆς.