Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ ἡ μὲν οὕτως ἔπραξεν, ἵνα μή ποτε Βροῦτος ἢ Κάσσιος φεύγειν δοκοῖεν· τοσήδε αὐτῶν φροντὶς ἦν ἅμα καὶ αἰδώς, ἐπεὶ καὶ τοῖς ἄλλοις σφαγεῦσι διὰ τούσδε μάλιστα συνελάμβανον· ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν ὁ Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε· καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν διʼ ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη· καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν ἡ βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. αὐτὸν οὖν τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς ʽοὐ γὰρ ἐξῆν̓, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. καὶ ὁ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν· καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ· ὁ δʼ Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης ὁ Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος τᾲς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα.

καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾔτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δʼ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.

τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.

ἐφʼ οἷς οἱ φίλοι ἐκ Ῥώμης ὑπετίθεντο ταῦτα, ὥστε οἱ μὲν ἐς φυλακὴν τοῦ σώματος αὐτὸν ἠξίουν ἐπὶ τὸν ἐν Μακεδονίᾳ στρατὸν καταφυγεῖν καί, ὅτε μάθοι μὴ κοινὸν εἶναι τὸ ἔργον, ἐπιθαρρήσαντα τοῖς ἐχθροῖς ἀμύνειν τῷ Καίσαρι· καὶ ἦσαν οἳ καὶ τῶν ἡγεμόνων αὐτὸν ἐλθόντα φυλάξειν ὑπεδέχοντο· ἡ δὲ μήτηρ καὶ Φίλιππος, ὃς εἶχεν αὐτήν, ἀπὸ Ῥώμης ἔγραφον μήτε ἐπαίρεσθαι μήτε θαρρεῖν πω μεμνημένον, οἷα Καῖσαρ ὁ παντὸς ἐχθροῦ κρατήσας ὑπὸ τῶν φιλτάτων μάλιστα πάθοι, τὰ δὲ ἰδιωτικώτερα ὡς ἐν τοῖς παροῦσιν ἀκινδυνότερα αἱρεῖσθαι μᾶλλον καὶ πρὸς σφᾶς ἐς Ῥώμην ἐπείγεσθαι φυλασσόμενον. οἷς Ὀκτάουιος ἐνδοὺς διὰ τὴν ἔτι ἄγνοιαν τῶν ἐπὶ τῷ θανάτῳ γενομένων, τοὺς ἡγεμόνας τοῦ στρατοῦ δεξιωσάμενος διέπλει τὸν Ἰόνιον, οὐκ ἐς τὸ Βρεντέσιον ʽοὔπω γάρ τινα τοῦ ἐκεῖθι στρατοῦ πεῖραν εἰληφὼς πάντα ἐφυλάσσετὀ, ἀλλʼ ἐς ἑτέραν οὐ μακρὰν ἀπὸ τοῦ Βρεντεσίου πόλιν, ἐκτὸς οὖσαν ὁδοῦ, ᾗ ὄνομα Λουπίαι. ἐνταῦθα οὖν ἐνηυλίσατο διατρίβων.

ὡς δέ οἱ τά τε ἀκριβέστερα περὶ τοῦ φόνου καὶ τοῦ δημοσίου πάθους τῶν τε διαθηκῶν καὶ τῶν ἐψηφισμένων ἦλθε τὰ ἀντίγραφα, οἱ μὲν ἔτι μᾶλλον αὐτὸν ἠξίουν τοὺς ἐχθροὺς Καίσαρος δεδιέναι, υἱόν τε αὐτοῦ καὶ κληρονόμον ὄντα, καὶ παρῄνουν ἅμα τῷ κλήρῳ τὴν θέσιν ἀπείπασθαι· ὁ δὲ καὶ ταῦτά οἱ καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι αἰσχρὸν ἡγούμενος ἐς τὸ Βρεντέσιον ᾔει, προπέμψας καὶ διερευνησάμενος, μή τις ἐκ τῶν φονέων ἐγκαθέζοιτο ἐνέδρα. ὡς δὲ αὐτῷ καὶ ὁ ἐνθάδε στρατὸς οἷα Καίσαρος υἱὸν δεξιούμενος ἀπήντα, θαρρήσας ἔθυε καὶ εὐθὺς ὠνομάζετο Καῖσαρ. ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς τὰ τῶν θεμένων ὀνόματα ἐπιλαμβάνειν. ὁ δὲ οὐκ ἐπέλαβεν, ἀλλὰ καὶ τὸ αὑτοῦ καὶ τὸ πατρῷον ὅλως ἐνήλλαξεν, ἀντὶ Ὀκταουίου παιδὸς Ὀκταουίου Καῖσαρ εἶναι καὶ Καίσαρος υἱός, καὶ διετέλεσεν οὕτω χρώμενος. εὐθύς τε ἐς αὐτὸν ἄθρουν καὶ πανταχόθεν ὡς ἐς Καίσαρος υἱὸν πλῆθος ἀνθρώπων συνέθεον, οἱ μὲν ἐκ φιλίας Καίσαρος, οἱ δὲ ἐξελεύθεροι καὶ θεράποντες αὐτοῦ, καὶ ἕτεροι στρατιῶται σὺν αὐτοῖς, οἱ μὲν ἀποσκευὰς ἢ χρήματα φέροντες ἐς τὴν Μακεδονίαν, οἱ δὲ ἕτερα χρήματα καὶ φόρους ἐξ ἐθνῶν ἄλλων ἐς τὸ Βρεντέσιον.

ὁ δὲ καὶ τῷ πλήθει τῶν εἰς αὐτὸν ἀφικνουμένων καὶ τῇ Καίσαρος αὐτοῦ δόξῃ τε καὶ τῇ πάντων εἰς ἐκεῖνον εὐνοία θαρρῶν ὥδευεν ἐς Ῥώμην σὺν ἀξιολόγῳ πλήθει, αὐξομένῳ μᾶλλον ἑκάστης ἡμέρας οἷα χειμάρρῳ, φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ διʼ αὐτὸ καὶ μάλιστα ὑφορώμενος, ἀρτιγνώστων οἱ τῶν συνόντων σχεδὸν ὄντων ἁπάντων. τὰ δὲ τῶν πόλεων τῶν μὲν ἄλλων οὐ πάντῃ πρὸς αὐτὸν ἦν ὁμαλά· οἱ δὲ τῷ Καίσαρι στρατευσάμενοί τε καὶ ἐς κληρουχίας διῃρημένοι συνέτρεχον ἐκ τῶν ἀποικιῶν ἐπὶ χάριτι τοῦ μειρακίου καὶ τὸν Καίσαρα ὠλοφύροντο καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν οὐκ ἐπεξιόντα τηλικούτῳ μύσει καὶ σφᾶς ἔλεγον, εἴ τις ἡγοῖτο, ἀμυνεῖν. οὓς ὁ Καῖσαρ ἐπαινῶν καὶ ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν. ὄντι δʼ αὐτῷ περὶ Ταρρακίνας, ἀπὸ τετρακοσίων που Ῥώμης σταδίων, ἀγγέλλεται Κάσσιός τε καὶ Βροῦτος ἀφῃρημένοι πρὸς τῶν ὑπάτων Συρίαν καὶ Μακεδονίαν καὶ ἐς παρηγορίαν βραχύτερα ἔτερα Κυρήνην καὶ Κρήτην ἀντειληφότες, φυγάδων τέ τινων κάθοδοι καὶ Πομπηίου μετάκλησις καὶ ἀπὸ τῶν Καίσαρος ὑπομνημάτων ἔς τε τὴν βουλὴν ἐγγραφαί τινων καὶ ἕτερα πολλὰ γιγνόμενα.