Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τῷ Καίσαρι σύμπας ὁ στρατὸς ἤδη παρῆν, παρῆν δὲ καὶ Πομπηίῳ. καὶ ἀντεστρατοπέδευον ἀλλήλοις ἐπὶ λόφων ἐν φρουρίοις πολλοῖς, πεῖραί τε ἦσαν περὶ ἕκαστον φρούριον πυκναὶ περιταφρευόντων καὶ περιτειχιζόντων ἀλλήλους καὶ γιγνομένων ὁμοῦ καὶ ποιούντων ἐν ἀπόροις. ἐν δὲ ταῖσδε ταῖς πείραις περί τι φρούριον ἡττωμένου τοῦ Καίσαρος στρατοῦ λοχαγός, ᾧ Σκεῦας ὄνομα ἦν, πολλὰ καὶ λαμπρὰ δρῶν ἐς τὸν ὀφθαλμὸν ἐτρώθη βέλει καὶ προπηδήσας κατέσεισεν ὡς εἰπεῖν τι βουλόμενος. σιωπῆς δʼ αὐτῷ γενομένης, Πομπηίου λοχαγὸν ἐπὶ ἀνδρίᾳ γνώριμον ἐκάλει· “σῷζε τὸν ὅμοιον σεαυτῷ, σῷζε τὸν φίλον καὶ πέμπε μοι τοὺς χειραγωγήσοντας, ἐπεὶ τέτρωμαι.” προσδραμόντων δʼ ὡς αὐτομολοῦντι δύο ἀνδρῶν, τὸν μὲν ἔφθασε κτείνας, τοῦ δὲ τὸν ὦμον ἀπέκοψε. καὶ ὁ μὲν τάδε ἔπρασσεν ἀπογιγνώσκων ἑαυτοῦ καὶ τοῦ φρουρίου. τοῖς δʼ ἄλλοις αἰδὼς ἐπὶ τῷ συμβεβηκότι καὶ ὁρμὴ προσέπιπτε, καὶ τὸ φρούριον περιεσώθη, πολλὰ καὶ τοῦ φρουράρχου Μινουκίου παθόντος, ᾧ γέ φασι τὴν μὲν ἀσπίδα ἑκατὸν καὶ εἴκοσιν ἀναδέξασθαι βέλη, τὸ δὲ σῶμα ἓξ τραύματα καὶ τὸν ὀφθαλμὸν ὁμοίως ἐκκοπῆναι. τούτους μὲν δὴ Καῖσαρ ἀριστείοις πολλοῖς ἐτίμησεν, αὐτὸς δʼ, ἐκ Δυρραχίου τινὸς αὐτῷ πρασσομένης προδοσίας, ἧκε μέν, ὡς συνέκειτο, νυκτὸς σὺν ὀλίγοις ἐπὶ πύλας καὶ ἱερὸν Ἀρτέμιδος ---

τοῦ δʼ αὐτοῦ χειμῶνος ἄλλην στρατιὰν ἐκ Συρίας ἦγε Πομπηίῳ Σκιπίων ὁ κηδεστής· καὶ αὐτῷ Γάιος Καλουίσιος περὶ Μακεδονίαν συμβαλὼν ἡττᾶτο, καὶ τέλος ἓν αὐτοῦ κατεκόπη χωρὶς ὀκτακοσίων ἀνδρῶν.

Καίσαρι μὲν δὴ οὐδὲν ἦν ἐκ θαλάσσης διὰ Πομπήιον ναυκρατοῦντα· ἐλίμαινεν οὖν ὁ στρατὸς αὐτῷ καὶ τὴν πόαν ἠρτοποίουν, αὐτόμολοί τἐ Πομπηίῳ τοιούσδε ἄρτους προσήνεγκαν ὡς εὐφρανοῦντες ἰδόντα. ὁ δὲ οὐχ ἥσθη, ἀλλʼ εἶπεν, “οἵοις θηρίοις μαχόμεθα.” ὁ μὲν δὴ Καῖσαρ ὑπʼ ἀνάγκης τὸν στρατὸν ἅπαντα συνῆγεν ὡς καὶ ἄκοντα Πομπήιον βιασόμενος ἐς μάχην· ὁ δὲ αὐτοῦ τὰ πολλὰ τῶν φρουρίων ἐκ τοῦδε κεκενωμένα προσλαβὼν ἡσύχαζε. καὶ τῷδε μάλιστα ἀνιαθεὶς ὁ Καίσαρ ἐπετόλμησεν ἔργῳ δυο χερεῖ τε καὶ παραλόγῳ, πάντα Πομπήιου τὰ στρατόπεδα ἑνὶ τείχει περιλαβὼν ἐκ θαλάσσης ἐς θάλασσαν ἀποτειχίσαι, ὡς μεγάλην, εἰ καὶ διαμάρτοι, δόξαν οἰσόμενος ἐπὶ τῷ τολμήματι· στάδιοι γὰρ ἦσαν διακόσιοι καὶ χίλιοι. καὶ ὁ μὲν ἐνεχείρει τοσῷδε ἔργῳ, Πομπήιος δʼ αὐτὸν ἀνταπετάφρευε καὶ ἀντῳκοδόμει· καὶ μάταια τὰ ἔργα ἀλλήλοις ἐποίουν. γίγνεται δʼ αὐτοῖς ἀγὼν εἷς μέγας ἐν ᾧ Πομπήιος τρέπεταί τε τοὺς Καίσαρος πάνυ λαμπρῶς καὶ ἐς τὸ στρατόπεδον ἐδίωκε φεύγοντας σημεῖά τε πολλὰ εἷλεν αὐτῶν, καὶ τὸν αἰετόν, ὃ δὴ κυριώτατόν ἐστι Ῥωμαίοις, μόλις ἔφθασεν ὁ φέρων ὑπὲρ τὸ χαράκωμα τοῖς ἔνδον ῥῖψαι.

γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς ὁ Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ. Καίσαρος δʼ αὐτοὺς περιθέοντός τε καὶ σὺν ὀνείδει μακρὰν ἔτι τὸν Πομπήιον ὄντα ἐπεδεικνύοντος, καὶ ἐφορῶντος τὰ σημεῖα ἀπερρίπτουν καὶ ἔφευγον, οἱ δὲ μόλις ὑπʼ αἰδοῦς κατέκυπτον ἐς τὴν γῆν ἄπρακτοι· τοσοῦτος αὐτοῖς τάραχος ἐνεπεπτώκει. εἷς δὲ καὶ στρέψας τὸ σημεῖον ἀνέτεινε τὸν οὐρίαχον ἐς τὸν αὐτοκράτορα. καὶ τόνδε μὲν οἱ Καίσαρος ὑπασπισταὶ κατέκοπτον, οἱ δʼ ἐσελθόντες οὐδʼ ἐπὶ τὰς φυλακὰς ἀπήντων, ἀλλὰ μεθειμένα πάντα ἦν καὶ τὸ χαράκωμα ἀφύλακτον, ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε ὁ Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ Λαβιηνὸς αὐτόν, θεοῦ παράγοντος, ἐπὶ τοὺς φεύγοντας ἔπειθε τραπῆναι· καὶ αὐτὸς ἅμα ὤκνησεν, ἢ τὴν ἀφυλαξίαν τοῦ χαρακώματος ὡς ἐνέδραν ὑφορώμενος ἢ ὡς ἤδη κεκριμένου τοῦ πολέμου καταφρονήσας. ἐπὶ δὲ τοὺς ἔξω τραπεὶς ἑτέρους τε ἔκτεινε πολλοὺς καὶ σημεῖα τῆς ἡμέρας ἐκείνης ἔλαβεν ἐν ταῖς δύο μάχαις ὀκτὼ καὶ εἴκοσιν καὶ δεύτερον τόνδε καιρὸν ἐντελοῦς ἔργου μεθῆκεν. ὃ καὶ τὸν Καίσαρά φασιν εἰπεῖν, ὅτι σήμερον ἂν ὁ πόλεμος ἐξείργαστο τοῖς πολεμίοις, εἰ τὸν νικᾶν ἐπιστάμενον εἶχον.

ὁ δὲ Πομπήιος τήν τε νίκην ὑπερεπαίρων ἐπέστελλε βασιλεῦσι καὶ πόλεσι πάσαις καὶ τὸν στρατὸν αὐτίκα τὸν Καίσαρος ἤλπιζε πρὸς ἑαυτὸν μεταβαλεῖσθαι, λιμῷ τε πεπιεσμένον καὶ ὑπὸ τῆς ἥττης καταπεπληγμένον, μάλιστα δὲ τοὺς ἡγεμόνας αὐτοῦ, τὸ σφέτερον ἁμάρτημα φοβουμένους. οἱ δέ, θεοῦ σφᾶς ἐπὶ μετάνοιαν ἄγοντος, τὸ ἁμάρτημα ᾐδοῦντο καὶ τοῦ Καίσαρος αὐτοῖς ἐπιμεμφομένου τε πράως καὶ συγγνώμην διδόντος ἔτι μᾶλλον ἠρεθίζοντο καθʼ ἑαυτῶν καὶ ἐκ παραδόξου μεταβολῆς ἐκέλευον τῷ πατρίῳ νόμῳ διακληρώσαντα αὑτοὺς τὸ δέκατον μέρος ἀναιρεῖν. οὐ πειθομένου δὲ τοῦ Καίσαρος μᾶλλον ᾐδοῦντο καὶ συνεγίνωσκον αὐτὸν οὐκ ἀξίως ὑπὸ σφῶν ἠδικῆσθαι καὶ τοὺς φέροντας τὰ σημεῖα κτείνειν ἐπεβόων, ὡς οὐκ ἂν αὐτοί ποτε φυγόντες, εἰ μὴ τὰ σημεῖα προαπεστράφη. ὡς δὲ ὁ Καῖσαρ οὐδὲ τοῦτʼ ἀνασχόμενος ὀλίγους μόλις ἐκόλασεν, αὐτίκα πᾶσιν. αὐτοῦ πρὸς τὴν μετριοπάθειαν ὁρμὴ τοσήδε ἐνέπιπτεν, ὡς εὐθὺς αὐτὸν ἄγειν ἀξιοῦν ἐπὶ τοὺς πολεμίους· καὶ ἐνέκειντο σφόδρα προθύμως, παρακαλοῦντές τε καὶ ὑπισχνούμενοι διορθώσεσθαι τὸ ἁμάρτημα νίκῃ καλῇ· κατά τε σφᾶς ἐπιστρεφόμενοι πρὸς ἀλλήλους ἰλαδὸν κατὰ μέρη συνώμνυντο, ἐφορῶντος αὐτοῦ Καίσαρος, μὴ ἐπανήξειν ἐκ τῆς μάχης, εἰ μὴ κρατοῖεν.

ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ· ὁ δʼ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν ἡ παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι ἐς ὁμοίας ἀπορίας.

καὶ τάδε εἰπὼν ἐς Ἀπολλωνίαν εὐθὺς μετῄει καὶ ἀπʼ αὐτῆς ἐς Θεσσαλίαν νυκτὸς ὑπεχώρει λανθάνων· Γόμφους τε πόλιν μικρὰν οὐ δεχομένην αὐτὸν ἐξεῖλεν ὑπὸ ὀργῆς καὶ ἐπέτρεψε τῷ στρατῷ διαρπάσαι. οἱ δʼ ὡς ἐκ λιμοῦ πάντων ἐνεπίμπλαντο ἀθρόως καὶ ἐμεθύσκοντο ἀπρεπῶς, καὶ μάλιστα αὐτῶν οἱ Γερμανοὶ γελοιότατοι κατὰ τὴν μέθην ἦσαν, ὥστε δοκεῖ καὶ τότε ἂν ὁ Πομπήιος ἐπελθὼν ἐργάσασθαί τι λαμπρόν, εἰ μὴ διώκειν ὅλως ὑπερεῖδεν ἐκ καταφρονήσεως, μέχρι Καῖσαρ ἑπτὰ συντόνως ἡμέραις ὁδεύσας ἐστρατοπέδευσε περὶ Φάρσαλον. λέγεται δʼ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δʼ ἐπὶ θρόνου παρακαθεζόμενον οἷα ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.

Πομπήιος δʼ ἐπὶ τῇ Καίσαρος ἀναζεύξει βουλὴν προυτίθει. καὶ Ἀφρανίῳ μὲν ἐδόκει τὸ ναυτικόν, ᾧ δὴ καὶ πολὺ προῦχεν, ἐπιπέμπειν Καίσαρι καὶ ἐνοχλεῖν θαλασσοκρατοῦντας ἀλωμένῳ καὶ ἀποροῦντι, τὸ δὲ πεζὸν αὐτὸν Πομπήιον ἄγειν κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν εὔνουν τε πρὸς αὐτὸν οὖσαν καὶ πολεμίων ἔρημον, κρατυνάμενον δʼ αὐτήν τε καὶ Γαλατίαν καὶ Ἰβηρίαν ἐξ οἰκείας καὶ ἡγεμονίδος γῆς αὖθις ἐπιχειρεῖν Καίσαρι. ὁ δὲ καὶ ταῦτα ἄριστα ἄν οἱ γενόμενα παριδὼν ἐπείθετο τοῖς λέγουσιν αὐτίκα τὸν Καίσαρος στρατὸν μεταθήσεσθαι πρὸς αὐτὸν ὑπὸ τοῦ λιμοῦ, ἢ οὐ πολὺ σφίσιν ἔσεσθαι τὸ ἔτι λοιπὸν ἐπὶ τῇ κατὰ Δυρράχιον γενομένῃ νίκῃ· τὸ δʼ ἐναντίον αἴσχιστον εἶναι, καταλιπεῖν φεύγοντα Καίσαρα καὶ τοῖς ἡττηθεῖσιν ὁμοίως τὸν νικῶντα φεύγειν. ὁ μὲν δὴ τοῖσδε προσθέμενος αἰδοῖ μάλιστα τῶν ἑῴων ἐθνῶν ἐς αὐτὸν ἀφορώντων καὶ φειδοῖ Λευκίου Σκιπίωνος, μή τι περὶ Μακεδονίαν ὢν ἔτι πάθοι, μάλιστα δʼ ἐς ἀγῶνα χρήσασθαι θαρροῦντι τῷ στρατῷ διανοούμενος ἐπῆλθε καὶ ἀντεστρατοπέδευσε τῷ Καίσαρι περὶ Φάρσαλον, καὶ τριάκοντα σταδίους ἀλλήλων ἀπεῖχον.

ἀγορὰ δὲ Πομπηίῳ μὲν ἦν πανταχόθεν· οὕτω γὰρ αὐτῷ προδιῴκηντο καὶ ὁδοὶ καὶ λιμένες καὶ φρούρια, ὡς ἔκ τε γῆς αἰεὶ φέρεσθαι καὶ διὰ θαλάσσης πάντα ἄνεμον αὐτῷ φέρειν· Καῖσαρ δὲ μόνον εἶχεν, ὅ τι μόλις εὕροι καὶ λάβοι κακοπαθῶν. καὶ οὐδʼ ὣς αὐτὸν ἀπέλιπεν οὐδείς, ἀλλὰ σπουδῇ δαιμονίῳ συνενεχθῆναι τοῖς πολεμίοις ὠρέγοντο καὶ ἡγοῦντο πολέμῳ μὲν εἶναι παρὰ πολὺ ἀμείνους νεοστρατεύτων ἔτι ὄντων δέκα ἔτεσιν ἠσκημένοι, εἰς δὲ ταφρείας ἢ περιτειχίσεις ἢ σιτολογίας ἐπιπόνους ἀσθενέστεροι διὰ γῆρας· ὅλως τε κάμνουσιν αὐτοῖς ἐδόκει δρᾶν τι --- μετʼ ἀργίας ἢ λιμῷ διαφθαρῆναι. ὧν ὁ Πομπήιος αἰσθανόμενος ἐπικίνδυνον μὲν ἡγεῖτο γεγυμνασμένοις καὶ ἀπογινώσκουσιν αὑτῶν ἀνδράσι καὶ τύχῃ Καίσαρος λαμπρᾷ περὶ τῶν ὅλων συνενεχθῆναι διʼ ἑνὸς ἔργου, δυνατώτερον δὲ καὶ ἀκινδυνοτερον ἐκτρῦσαι ταῖς ἀπορίαις αὐτοὺς οὔτε γῆς εὐπόρου κρατοῦντας οὔτε θαλάσσῃ χρωμένους οὔτε ναῦς ἐς φυγὴν ταχεῖαν ἔχοντας.