Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ ὁ μὲν ὥδευεν οὐδὲν ἐλλείπων δυνατῆς ἐπείξεως, ὁ δὲ Πομπήιος πάντα τὸν χρόνον τόνδε ναῦς ἐποιεῖτο καὶ στρατὸν αἰεὶ πλείονα καὶ χρήματα συνῆγε καὶ τὰς ἐν τῷ Ἰονίῳ Καίσαρος τεσσαράκοντα ναῦς ἑλὼν ἐφύλασσεν αὐτοῦ τὸν διάπλουν τόν τε στρατὸν ἐγύμναζε, συντρέχων καὶ συνιππεύων καὶ παντὸς ἐξάρχων πόνου παρʼ ἡλικίαν· ὅθεν αὐτῷ ῥᾳδίως εὔνοιά τε ἦν, καὶ συνέθεον ἐπὶ τὰ γυμνάσια Πομπηίου πάντες ὡς ἐπὶ θέαν. ἦν δʼ ἐς τότε Καίσαρι μὲν δέκα τέλη πεζῶν καὶ Κελτῶν ἱππέες μύριοι, Πομπηίῳ δὲ πέντε μὲν ἐξ Ἰταλίας, μεθʼ ὧν τὸν Ἰόνιον διεπεπλεύκει, καὶ τούτοις ὅσοι συνετάσσοντο ἱππέες, ἐκ δὲ Παρθυαίων δύο, τῶν σὺν Κράσσῳ πεπολεμηκότων τὰ ὑπόλοιπα, --- καί τι μέρος ἄλλο τῶν ἐς Αἴγυπτον ἐσβαλόντων μετὰ Γαβινίου, σύμπαντα ἀνδρῶν Ἰταλῶν ἕνδεκα τέλη καὶ ἱππέες ἀμφὶ τοὺς ἑπτακισχιλίους. σύμμαχοι δʼ ἐξ Ἰωνίας τε καὶ Μακεδονίας καὶ Πελοποννήσου καὶ Βοιωτίας τοξόται τε Κρῆτες καὶ σφενδονῆται Θρᾷκες καὶ ὅσοι περὶ τὸν Πόντον βέλεσι χρῶνται, ἱππέες τέ τινες Κελτῶν καὶ ἐκ Γαλατίας ἕτεροι τῆς ἑῴας Κομμαγηνοί τε ὑπʼ Ἀντιόχου πεμφθέντες καὶ Κίλικες καὶ Καππαδόκαι καὶ ἐκ τῆς βραχυτέρας Ἀρμενίας τινὲς καὶ Παμφύλιοι καὶ Πισίδαι. ὧν οὐχ ἅπασιν ἐς μάχας, ἀλλʼ ἐς φρούρια καὶ ταφρείας καὶ τὴν ἄλλην τοῦ Ἰταλικοῦ στρατοῦ χρῆσθαι διενοεῖτο, ἵνα μηδένα τῶν Ἰταλῶν τοῦ πολέμου περισπῴη. καὶ τάδε μὲν ἦν αὐτῷ τὰ πεζά, νῆες δὲ μακραὶ μὲν ἐντελεῖς τοῖς πληρώμασιν ἑξακόσιαι, καὶ τούτων ἐς ἑκατὸν Ῥωμαίων ἐπιβατῶν, αἳ καὶ μάλιστα προύχειν ἐδόκουν, πολὺ δὲ ὁλκάδων καὶ σκευοφόρων ἄλλο πλῆθος. ναύαρχοί τε πολλοὶ κατὰ μέρη, καὶ ἐπʼ αὐτοῖς Μᾶρκος Βύβλος.

ὡς δέ οἱ πάντα ἦν ἕτοιμα, συναγαγὼν ὅσοι τε ἦσαν ἀπὸ τῆς βουλῆς καὶ ἀπὸ τῶν καλουμένων ἱππέων καὶ τὸν στρατὸν ἅπαντα ἐς ἐπήκοον, ἔλεξεν ὧδε·

“καὶ Ἀθηναῖοι τὴν πόλιν ἐξέλιπον, ὦ ἄνδρες, ὑπὲρ ἐλευθερίας τοῖς ἐπιοῦσι πολεμοῦντες, οὐ τὰ οἰκήματα πόλιν, ἀλλὰ τοὺς ἄνδρας εἶναι νομίζοντες· καὶ τόδε πράξαντες ὀξέως αὐτὴν ἀνέλαβόν τε καὶ εὐκλεεστέραν ἀπέφηναν· καὶ ἡμῶν αὐτῶν οἱ πρόγονοι Κελτῶν ἐπιόντων ἐξέλιπον τὸ ἄστυ, καὶ αὐτὸ ἀνεσώσατο ἐξ Ἀρδεατῶν Κάμιλλος ὁρμώμενος. πάντες τε οἱ εὖ φρονοῦντες τὴν ἐλευθερίαν, ὅπῃ ποτʼ ἂν ὦσιν, ἡγοῦνται πατρίδα. ὃ καὶ ἡμεῖς ἐνθυμούμενοι δεῦρο διεπλεύσαμεν, οὐ τὴν πατρίδα ἐκλιπόντες, ἀλλʼ ὑπὲρ αὐτῆς παρασκευασόμενοί τε καλῶς ἐνθάδε καὶ ἀμυνούμενοι τὸν ἐκ πολλοῦ μὲν ἐπιβουλεύοντα αὐτῇ, διὰ δὲ τοὺς δωροδοκοῦντας τὴν Ἰταλίαν ἄφνω καταλαβόντα. ὃν ὑμεῖς μὲν ἐψηφίσασθε εἶναι πολέμιον, ὁ δὲ καὶ νῦν ἡγεμόνας ἐς τὰ ἔθνη τὰ ὑμέτερα περιπέμπει καὶ τῇ πόλει τινὰς ἐφίστησι καὶ ἑτέρους ἀνὰ τὴν Ἰταλίαν· τοσῇδε τόλμῃ τὸν δῆμον ἀφαιρεῖται τὴν ἡγεμονίαν. καὶ εἰ τάδε πολεμῶν ἔτι καὶ δεδιὼς καὶ δίκην σὺν θεῷ δώσων ἐξεργάζεται, τί χρὴ νικήσαντα προσδοκᾶν ἐκλείψειν ὠμότητος ἢ βίας; καὶ τάδε πράττοντι κατὰ τῆς πατρίδος σύνεισίν τινες ἐωνημένοι χρημάτων ὧν ἐκεῖνος ἀπὸ τῆς ὑμετέρας Γαλατίας πεπόρισται, δουλεύειν ἀντὶ τῆς πρὸς αὐτὸν ἐκεῖνον ἰσονομίας αἱρούμενοι.

ἐγὼ δʼ οὐκ ἐξέλιπον οὐδʼ ἂν ἐκλίποιμι τὸν μεθʼ ὑμῶν καὶ ὑπὲρ ὑμῶν ἀγῶνα, ἀλλὰ καὶ στρατιώτην ἐμαυτὸν ὑμῖν καὶ στρατηγὸν ἐπιδίδωμι καί, εἴ τις ἔστι μοι πολέμων ἐμπειρία καὶ τύχη ἀηττήτῳ μέχρι νῦν γενομένῳ, καὶ τάδε μοι πάντα τοὺς θεοὺς ἐς τὰ παρόντα συνενεγκεῖν εὔχομαι καὶ γενέσθαι τῇ πατρίδι κινδυνευούσῃ καθὰ καὶ περικτωμένῃ τὴν ἡγεμονίαν αἴσιος. θαρρεῖν δὲ χρὴ τοῖς τε θεοῖς καὶ αὐτῷ τῷ λογισμῷ τοῦ πολέμου, καλὴν καὶ δικαίαν ἔχοντι φιλοτιμίαν ὑπὲρ πατρίου πολιτείας, ἐπὶ δὲ τούτῳ, τῷ πλήθει τῆς παρασκευῆς τῷ τε νῦν ὄντι ἡμῖν κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῷ γιγνομένῳ τε ἀεὶ καὶ προσεσομένῳ μᾶλλον, ἐπειδὰν τῶν ἔργων ἁψώμεθα. ὅσα γὰρ εἰπεῖν ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἔθνη, πάντα, ἑλληνικά τε καὶ βάρβαρα, ἡμῖν σύνεστι· καὶ βασιλέες, ὅσοι Ῥωμαίοις ἢ ἐμοὶ φίλοι, στρατιὰν καὶ βέλη καὶ ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν χορηγοῦσιν. ἴτε οὖν ἐπὶ τὸ ἔργον ἀξίως τῆς τε πατρίδος καὶ ὑμῶν αὐτῶν καὶ ἐμοῦ, καὶ τῆς Καίσαρος ὕβρεως μνημονεύοντες καὶ ὀξέως ἐς τὰ παραγγελλόμενα χωροῦντες.”

ὁ μὲν ὧδε εἶπεν, ὁ δὲ στρατὸς ἅπας καὶ ὅσοι ἦσαν ἀμφʼ αὐτὸν ἀπὸ τῆς βουλῆς, πολὺ καὶ γνωριμώτατον πλῆθος, εὐφήμουν ὁμοῦ καὶ ἐκέλευον ἄγειν, ἐφʼ ὅ τι χρῄζοι. ὁ δέ ʽἡγεῖτο γάρ, δυσχεροῦς ἔτι τῆς ὥρας οὔσης καὶ τῆς θαλάσσης ἀλιμένου, μετὰ χειμῶνα ἐπιπλευσεῖσθαι τὸν Καίσαρα ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαἰ τοῖς μὲν ναυάρχοις προσέταττεν ἐπιτηρεῖν τὴν θάλασσαν, τὸν δὲ στρατὸν ἐς χειμασίαν ἐπιδιῄρει καὶ περιέπεμπεν ἔς τε Θεσσαλίαν καὶ Μακεδονίαν.

καὶ Πομπήιος μὲν οὕτω τοῦ μέλλοντος ἀμελῶς ἐτεκμαίρετο, ὁ δὲ Καῖσαρ, ὥς μοι προείρητο, περὶ χειμερίους τροπὰς ἐς τὸ Βρεντέσιον ἠπείγετο, νομίζων τῷ ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν·

“οὔτε τῆς ὥρας τὸ χειμέριον, ὦ ἄνδρες, οἳ περὶ τῶν μεγίστων ἐμοὶ συναίρεσθε, οὔθʼ ἡ τῶν ἄλλων βραδυτὴς ἢ ἔνδεια τῆς πρεπούσης παρασκευῆς ἐφέξει με τῆς ὁρμῆς· ἀντὶ γὰρ πάντων ἡγοῦμαί μοι συνοίσειν τὴν ταχυεργίαν. καὶ πρώτους ἡμᾶς, οἳ πρῶτοι συνεδράμομεν ἀλλήλοις, ἀξιῶ θεράποντας μὲν ἐνταῦθα καὶ ὑποζύγια καὶ παρασκευὴν καὶ πάνθʼ ὑπολιπέσθαι, ἵνα ἡμᾶς αἱ παροῦσαι νῆες ὑποδέξωνται, μόνους δʼ εὐθὺς ἐμβάντας περᾶν, ἵνα τοὺς ἐχθροὺς διαλάθοιμεν, τῷ μὲν χειμῶνι τύχην ἀγαθὴν ἀντιθέντες, τῇ δʼ ὀλιγότητι τόλμαν, τῇ δʼ ἀπορίᾳ τὴν τῶν ἐχθρῶν εὐπορίαν, ἧς ἔστιν ἡμῖν εὐθὺς ἐπιβαίνουσιν ἐπὶ τὴν γῆν κρατεῖν, ἢν εἰδῶμεν, ὅτι μὴ κρατήσασιν οὐδέν ἐστιν ἴδιον. ἴωμεν οὖν ἐπὶ θεράποντάς τε καὶ σκεύη καὶ ἀγορὰν τὴν ἐκείνων, ἕως χειμάζουσιν ἐν ὑποστέγοις. ἴωμεν, ἕως Πομπήιος ἡγεῖται κἀμὲ χειμάζειν ἢ περὶ πομπὰς καὶ θυσίας ὑπατικὰς εἶναι. εἰδόσι δʼ ὑμῖν ἐκφέρω δυνατώτατον ἐν πολέμοις ἔργον εἶναι τὸ ἀδόκητον· φιλότιμον δὲ καὶ πρώτιστον δόξαν ἀπενέγκασθαι τῶν ἐσομένων καὶ τοῖς αὐτίκα διωξομένοις ἡμᾶς ἀσφαλῆ τὰ ἐκεῖ προετοιμάσαι. ἐγὼ μὲν δὴ καὶ τόνδε τὸν καιρὸν πλεῖν ἂν ἢ λέγειν μᾶλλον ἐβουλόμην, ἵνα με Πομπήιος ἴδῃ, νομίζων ἔτι τὴν ἀρχὴν ἐν Ῥώμῃ διατίθεσθαι· τὸ δὲ ὑμέτερον εὐπειθὲς εἰδὼς ὅμως ἀναμένω τὴν ἀπόκρισιν.”