Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφʼ αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει· καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντες φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰς πύλας καταλαβόντες τῷ Καίσαρι προσήγαγον. ὁ δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμως ἐδέχετο ἐς ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δʼ αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δʼ ἐς Πομπήιον ἰόντα. γιγνομένων δὲ τούτων οὕτως ὀξέως, ὁ Πομπήιος ἐς Νουκερίαν ἐκ Καπύης καὶ ἐκ Νουκερίας ἐς Βρεντέσιον ἠπείγετο, ὡς τὸν Ἰόνιον διαβαλῶν ἐς Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖς καὶ δυνάσταις ἔγραφε κατὰ σπουδήν, ὅ τι δύναιτο ἕκαστος, ἐς τὸν πόλεμον συμφέρειν. καὶ τάδε μὲν ἀθρόως ἐγίνετο, ὁ δʼ ἴδιος αὐτοῦ Πομπηίου στρατὸς ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆς εἶχεν ὡς ὁρμήσων, ὅπῃ ποτʼ ἂν αἱ χρεῖαι καλῶσιν.

αὐτὸς δʼ ὁ Πομπήιος τῶν ἀμφʼ αὑτὸν ἤδη τελῶν τὰ μὲν ἔδωκε τοῖς ὑπάτοις προαπάγειν ἐς Ἤπειρον ἐκ Βρεντεσίου, καὶ διέπλευσαν οἵδε αὐτίκα ἀσφαλῶς ἐς Δυρράχιον· ἣν Ἐπίδαμνόν τινες εἶναι νομίζουσι διὰ τοιάνδε ἄγνοιαν. βασιλεὺς τῶν τῇδε βαρβάρων, Ἐπίδαμνος, πόλιν ᾤκισεν ἐπὶ θαλάσσης καὶ ἀφʼ ἑαυτοῦ προσεῖπεν Ἐπίδαμνον. τούτου θυγατριδοῦς Δύρραχος, νομιζόμενος εἶναι Ποσειδῶνος, ἐπίνειον ᾤκισε τῇ πόλει καὶ Δυρράχιον ὠνόμασε. πολεμουμένῳ δʼ ὑπὸ τῶν ἀδελφῶν τῷδε τῷ Δυρράχῳ συνεμάχησεν ὁ Ἡρακλῆς ἐπὶ μέρει τῆς γῆς, ἐξ Ἐρυθείας ἐπανιών· ὅθεν οἱ Δυρράχιοι τὸν Ἡρακλέα, ὡς μερίτην τῆς γῆς, οἰκιστὴν σφῶν τίθενται, οὐκ ἀρνούμενοι μὲν οὐδὲ τὸν Δύρραχον, φιλοτιμούμενοι δʼ ὑπὲρ σφῶν ἐς τὸν Ἡρακλέα μᾶλλον ὡς ἐς θεόν. φασὶ δʼ ἐν τῇ μάχῃ τῇδε Δυρράχου παῖδα Ἰόνιον ὑφʼ Ἡρακλέους ἐξ ἀγνοίας ἀποθανεῖν καὶ τὸν Ἡρακλέα τὸ σῶμα θάψαντα ἐμβαλεῖν ἐς τὸ πέλαγος, ἵνα ἐπώνυμον αὐτοῦ γένοιτο. χρόνῳ δὲ τῆς τε χώρας καὶ πόλεως κατασχεῖν Βρίγας ἐκ Φρυγῶν ἐπανελθόντας καὶ Ταυλαντίους ἐπʼ ἐκείνοις, Ἰλλυρικὸν ἔθνος, ἐπὶ δὲ τοῖς Ταυλαντίοις ἕτερον γένος Ἱλλυριῶν Λιβυρνούς, οἳ τὰ περίοικα νηυσὶ ταχείαις ἐληίζοντο· καὶ Λιβυρνίδας ἐντεῦθεν ἡγοῦνται Ῥωμαῖοι τὰς ναῦς τὰς ταχείας, ὧν ἄρα πρώτων ἐς πεῖραν ἦλθον. οἱ δʼ ἐκ τῶν Λιβυρνῶν ἐξελαθέντες ἀπὸ τοῦ Δυρραχίου Κερκυραίους ἐπαγόμενοι θαλασσοκρατοῦντας ἐξέβαλον τοὺς Λιβυρνούς· καὶ αὐτοῖς οἱ Κερκυραῖοι σφετέρους ἐγκατέμιξαν οἰκήτορας, ὄθεν Ἑλληνικὸν εἶναι δοκεῖ τὸ ἐπίνειον. τὴν δʼ ἐπίκλησιν ὡς οὐκ αἶσιον ἐναλλάξαντες οἱ Κερκυραῖοι καὶ τήνδε ἀπὸ τῆς ἄνω πόλεως Ἐπίδαμνον ἐκάλουν, καὶ Θουκυδίδης οὕτως ὠνόμαζεν· ἐκνικᾷ δʼ ὅμως τὸ ὄνομα, καὶ Δυρράχιον κληίζεται.

οἱ μὲν δὴ μετὰ τῶν ὑπάτων διεπεπλεύκεσαν ἐς τὸ Δυρράχιον, ὁ δὲ Πομπήιος τὸν ὑπόλοιπον στρατὸν ἐς τὸ Βρεντέσιον ἀγαγὼν τάς τε ναῦς ἀνέμενεν ἐπανελθεῖν, αἳ τοὺς ὑπάτους διέφερον, καὶ τὸν Καίσαρα ἐπελθόντα ἀπὸ τῶν τειχῶν ἠμύνετο τήν τε πόλιν διετάφρευε, μέχρι καταπλεύσαντος αὐτῷ τοῦ στόλου περὶ δείλην ἑσπέραν ἀπέπλευσε, τοὺς εὐτολμοτάτους ἐπὶ τῶν τειχῶν ὑπολιπών· οἳ καὶ αὐτοὶ νυκτὸς ἐρχομένης ἐξέπλεον οὐρίῳ πνεύματι.

καὶ Πομπήιος μὲν ὧδε μετὰ τοῦ στρατοῦ παντὸς ἐς Ἤπειρον ἐκλιπὼν τὴν Ἰταλίαν διεπέρα· ὁ δὲ Καῖσαρ ἠπόρει μέν, ὅπῃ τραπείη καὶ ὅθεν ἄρξαιτο τοῦ πολέμου, τὴν ὁρμὴν πανταχόθεν οὖσαν ἐς τὸν Πομπήιον ὁρῶν, δείσας δὲ τοῦ Πομπηίου τὸν ἐν Ἰβηρίᾳ στρατόν, πολύν τε ὄντα καὶ χρόνῳ γεγυμνασμένον, μή οἱ διώκοντι τὸν Πομπήιον κατόπιν ἐπιγένοιτο, τόνδε μὲν αὐτὸς ἔγνω προκαθελεῖν ἐς Ἰβηρίαν ἐλάσας, τὴν δὲ δύναμιν ἐς πέντʼ ἐπιδιῄρει. καὶ τοὺς μὲν ἐν τῷ Βρεντεσίῳ, τοὺς δʼ ἐν Ὑδροῦντι κατέλιπε, τοὺς δʼ ἐν Τάραντι, φύλακας εἶναι τῆς Ἰταλίας. ἑτέρους δʼ ἔπεμπεν ἅμα Κοΐντῳ Οὐαλερίῳ, Σαρδὼ τὴν νῆσον καταλαβεῖν πυροφοροῦσαν· καὶ κατέλαβον. Ἀσίνιός τε Πολλίων ἐς Σικελίαν πεμφθείς, ἧς ἡγεῖτο Κάτων, πυνθανομένῳ τῷ Κάτωνι, πότερα τῆς βουλῆς ἢ τοῦ δήμου δόγμα φέρων ἐς ἀλλοτρίαν ἀρχὴν ἐμβάλλοι, ὧδε ἀπεκρίνατο· “ὁ τῆς Ἰταλίας κρατῶν ἐπὶ ταῦτά με ἔπεμψε.”

καὶ Κάτων μὲν τοσόνδε ἀποκρινάμενος, ὅτι φειδοῖ τῶν ὑπηκόων οὐκ ἐνταῦθα αὐτὸν ἀμυνεῖται, διέπλευσεν ἐς Κέρκυραν καὶ ἐκ Κερκύρας ἐς Πομπήιον· ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἐπειχθεὶς τόν τε δῆμον, ἐκ μνήμης τῶν ἐπὶ Σύλλα καὶ Μαρίου κακῶν πεφρικότα, ἐλπίσι καὶ ὑποσχέσεσι πολλαῖς ἀνελάμβανε καὶ τοῖς ἐχθροῖς ἐνσημαινόμενος φιλανθρωπίαν εἶπεν, ὅτι καὶ Λεύκιον Δομίτιον ἑλὼν ἀπαθῆ μεθείη μετὰ τῶν χρημάτων· τὰ δὲ κλεῖθρα τῶν δημοσίων ταμιείων ἐξέκοπτε καὶ τῶν δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι θάνατον ἠπείλει. τῶν τε ἀψαύστων ἐκίνει χρημάτων, ἅ φασιν ἐπὶ Κελτοῖς πάλαι σὺν ἀρᾷ δημοσίᾳ τεθῆναι, μὴ σαλεύειν ἐς μηδέν, εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι. ὁ δὲ ἔφη Κελτοὺς αὐτὸς ἐς τὸ ἀσφαλέστατον ἑλὼν λελυκέναι τῇ πόλει τὴν ἀράν. Λέπιδον δὲ Αἰμίλιον ἐφίστη τῇ πόλει καὶ τὸν δήμαρχον Μᾶρκον Ἀντώνιον τῇ Ἰταλίᾳ καὶ τῷ περὶ αὐτὴν στρατῷ. ἔς τε τὰ ἔξω Κουρίωνα μὲν ἀντὶ Κάτωνος ἡρεῖτο ἡγεῖσθαι Σικελίας, Κόιντον δὲ Σαρδοῦς, καὶ ἐς τὴν Ἰλλυρίδα Γάιον Ἀντώνιον ἔπεμπε καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεπε Λικινίῳ Κράσσῳ. ἐκέλευσε δὲ καὶ νεῶν στόλους δύο γίγνεσθαι κατὰ σπουδήν, ἀμφί τε τὸν Ἰόνιον καὶ περὶ τὴν Τυρρηνίαν· καὶ ναυάρχους αὐτοῖς ἔτι γιγνομένοις ἐπέστησεν Ὁρτήσιόν τε καὶ Δολοβέλλαν.

οὕτω κρατυνάμενος ὁ Καῖσαρ ἄβατον Πομπηίῳ γενέσθαι τὴν Ἰταλίαν ἐς Ἰβηρίαν ᾔει, ἔνθα Πετρηίῳ καὶ Ἀφρανίῳ τοῖς Πομπηίου στρατηγοῖς συμβαλὼν ἧττον αὐτῶν ἐφέρετο τά γε πρῶτα, μετὰ δὲ ἀγχωμάλως ἀλλήλοις ἐπολέμουν ἀμφὶ πόλιν Ἰλέρτην. καὶ στρατοπεδεύων ὁ Καῖσαρ ἐπὶ κρημνῶν ἐσιτολόγει διὰ γεφύρας τοῦ Σικόριος ποταμοῦ. χειμάρρου δʼ ἄφνω τὴν γέφυραν καταβαλόντος, ἀνδρῶν τε πλῆθος ἀποληφθὲν ἐν τῇ περαίᾳ διέφθειραν οἱ περὶ τὸν Πετρήιον, καὶ ὁ Καῖσαρ αὐτὸς ἐμόχθει μετὰ τοῦ ἄλλου στρατοῦ πάνυ καρτερῶς ὑπό τε δυσχωρίας καὶ ὑπὸ λιμοῦ καὶ χειμῶνος ἤδη καὶ πολεμίων· οὐδέν τε ἀλλʼ ἢ πολιορκίας ἔργον ἦν, μέχρι θέρους ἐπελθόντος ὁ μὲν Ἀφράνιος καὶ ὁ Πετρήιος ἐς τὴν ἐντὸς Ἰβηρίαν ἐχώρουν ἕτερον στρατὸν ἀθροίσοντες. καὶ ὁ Καῖσαρ ἀεὶ προλαμβάνων διετάφρευε τὰς παρόδους καὶ ἐκώλυεν ἐς τὸ πρόσθεν ἰέναι καί τι καὶ μέρος αὐτῶν, προπεμπόμενον ἐς στρατοπέδου κατάληψιν, ἐκυκλώσατο. οἱ δὲ ἐπέθεσαν ταῖς κεφαλαῖς τὰς ἀσπίδας, ὅπερ ἐστὶ σύμβολον ἑαυτοὺς παραδιδόντων. καὶ ὁ Καῖσαρ οὔτε συνέλαβεν οὔτε κατηκόντισεν, ἀλλὰ μεθῆκεν ἀπαθεῖς ἐς τοὺς περὶ τὸν Ἀφράνιον ἀπιέναι, δημοκοπῶν ἐς τοὺς πολεμίους πανταχοῦ. ὅθεν ἐν ταῖς στρατοπεδείαις ἐπιμιξίαι τε εἰς ἀλλήλους ἐγίγνοντο συνεχεῖς καὶ λόγοι περὶ συμβάσεων κατὰ τὸ πλῆθος.

ἤδη δὲ καὶ τῶν ἡγεμόνων Ἀφρανίῳ μὲν καὶ ἑτέροις ἐδόκει τῆς Ἰβηρίας ἐκστῆναι Καίσαρι καὶ ἀπαθεῖς ἐς Πομπήιον ἀπιέναι, Πετρήιος δὲ ἀντέλεγε καὶ περιθέων ἀνὰ τὸ στρατόπεδον ἔκτεινεν, ὅσους εὑρίσκοι κατὰ τὴν ἐπιμιξίαν τῶν Καίσαρος, τῶν τε ἰδίων ἡγεμόνων ἐνιστάμενόν τινα αὐτοχειρὶ διεχρήσατο· ἐξ ὧν ἔτι μᾶλλον ἀχθόμενοι τῷ σκυθρωπῷ τοῦ Πετρηίου, ἐς τὸ φιλάνθρωπον τοῦ Καίσαρος ἐτρέποντο ταῖς γνώμαις. ἐπεὶ δέ που καὶ τὴν ὑδρείαν αὐτῶν προύλαβεν ὁ Καῖσαρ, ἐν ἀμηχάνῳ γενόμενος ὁ Πετρήιος ἐς λόγους τῷ Καίσαρι συνῄει μετὰ Ἀφρανίου, ἐφορώντων αὐτοὺς τῶν στρατῶν ἑκατέρωθεν. καὶ συνέβησαν ὁ μὲν ἐκστῆναι τῆς Ἰβηρίας τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ αὐτοὺς ἀπαθεῖς ἐπὶ τὸν Οὐᾶρον ποταμὸν διαγαγεῖν καὶ ἀπὸ τοῦδε χωροῦντας ἐς Πομπήιον ἐᾶν. γενόμενος δʼ ὁ Καῖσαρ ἐπὶ τοῦδε τοῦ ποταμοῦ συνήγαγεν αὐτῶν ἐς ἐπήκοον, ὅσοι ἦσαν ἔκ τε Ῥώμης καὶ Ἰταλίας, καὶ ἐδημηγόρησεν ὧδε· “ὑμῶν, ὦ πολέμιοι ʽτῷδε γὰρ ἔτι τῷ ῥήματι χρώμενος ἐναργεστέραν ὑμῖν τὴν ἐμαυτοῦ γνώμην ποιήσὠ, οὔτε τοὺς προπεμφθέντας ἐς τὴν κατάληψιν τοῦ στρατοπέδου, οἳ σφᾶς ἐμοὶ παρέδοσαν, διέφθειρα οὔτε τὸν ἄλλον ὑμῶν στρατόν, λαβὼν τὰ ὑδρεύματα, Πετρηίου ἐκ τῶν ἐμῶν τοὺς ὑπὲρ τὸν Σίκοριν ποταμὸν ἀποληφθέντας προανελόντος. εἰ δή τις ἔστι μοι παρʼ ὑμῶν ὑπὲρ τούτων χάρις, φράζετε αὐτὰ τοῖς Πομπηίου στρατιώταις ἅπασι.” τοσάδε εἰπὼν τοὺς μὲν ἀπέλυεν ἀπαθεῖς, αὐτὸς δὲ τῆς Ἰβηρίας ἀπέφαινεν ἡγεῖσθαι Κάσσιον Κόιντον.